Τὰ μετὰ τὸν Ὅμηρο ς΄
Συγγραφέας:
Τὰ μετὰ τὸν Ὅμηρο
Quintus Smyrnaeus. The Fall of Troy. Arthur S. Way. London, William Heinemann; New York, G.P. Putnam's Sons. 1913.


Ἠὼς δ᾽ Ὠκεανοῖο ῥόον καὶ λέκτρα λιποῦσα
Τιθωνοῦ προσέβη μέγαν οὐρανόν, ἀμφὶ δὲ πάντη
κίδνατο παμφανόωσα· γέλασσε δὲ γαῖα καὶ αἰθήρ·
τοὶ δ᾽ εἰς ἔργα τράποντο βροτοὶ ῥεῖα φθινύθοντες·
5ἄλλος δ᾽ ἀλλοίοισιν ἐπῴχετο· αὐτὰρ Ἀχαιοὶ
εἰς ἀγορὴν ἐχέοντο καλεσσαμένου Μενελάου·
καί ῥ᾽ ὅτε δὴ μάλα πάντες ἀνὰ στρατὸν ἠγερέθοντο,
δὴ τότ᾽ ἐνὶ μέσσοισιν ἀγειρομένοισι μετηύδα·
‘κέκλυτε μῦθον ἐμεῖο, θεηγενέες βασιλῆες,
10ὡς ἐρέω· μέγα γάρ μοι ἐνὶ φρεσὶ τείρεται ἦτορ
λαῶν ὀλλυμένων, οἵ ῥ᾽ ἤλυθον εἵνεκ᾽ ἐμεῖο
δῆριν ἐς ἀργαλέην, τοὺς οὐχ ὑποδέξεται οἶκος,
οὐ τοκέες· πολέας γὰρ ὑπέκλασε δαίμονος Αἶσα.
ὡς ὄφελον Θανάτοιο βαρὺ σθένος ἀτλήτοιο
15αὐτῷ ἐμοὶ ἐπόρουσε πρὶν ἐνθάδε λαὸν ἀγεῖραι·
νῦν δέ μοι ἀλλήκτους ὀδύνας ἐνεθήκατο δαίμων,
ὄφρ᾽ ὁρόω κακὰ πολλά· τίς ἂν φρεσὶ γηθήσειεν
εἰσορόων ἐπὶ δηρὸν ἀμήχανα ἔργα μόθοιο;
ἀλλ᾽ ἄγεθ᾽ ὅσσοι ἔτ᾽ εἰμὲν ἐπ᾽ ὠκυπόροισι νέεσσι
20καρπαλίμως φεύγωμεν ἑὴν ἐπὶ γαῖαν ἕκαστος,
Αἴαντος φθιμένοιο πολυσθενέος τ᾽ Ἀχιλῆος,
τῶν ἐγὼ οὐκ ὀΐω κταμένων ὑπαλύξαι ὄλεθρον
ἡμέας, ἀλλ᾽ ὑπὸ Τρωσὶ δαμήμεναι ἀργαλέοισιν [p. 258]
εἵνεκ᾽ ἐμεῦ Ἑλένης τε κυνώπιδος, ἧς νύ μοι οὔτι
25μέμβλεται ὡς ὑμέων, ὁπότε κταμένους ἐσίδωμαι
ἐν πολέμῳ· κείνη δ᾽ ἀλαπαδνοτάτῳ σὺν ἀκοίτῃ
ἐρρέτω· ἐκ γάρ οἱ πινυτὰς φρένας εἵλετο δαίμων
ἐκ κραδίης, ὅτ᾽ ἐμεῖο λίπεν δόμον ἠδὲ καὶ εὐνήν.
ἀλλὰ τὰ μὲν κείνης Πριάμῳ καὶ Τρωσὶ μελήσει·
30ἡμεῖς δ᾽ αἶψα νεώμεθ᾽, ἐπεὶ πολὺ λώιόν ἐστιν
ἐκφυγέειν πολέμοιο δυσηχέος ἢ ἀπολέσθαι.’


ὣς ἔφατ᾽ Ἀργείων πειρώμενος· ἄλλα δέ οἱ κῆρ
ἐν κραδίῃ πόρφυρε περὶ ζηλήμονι θυμῷ,
Τρῶας ὅπως ὀλέσῃ καὶ τείχεα μακρὰ πόληος
35ῥήξῃ ἐκ θεμέθλων, μάλα δ᾽ αἵματος ἄσῃ Ἄρηα
δίου Ἀλεξάνδροιο μετὰ φθιμένοισι πεσόντος·
οὐ γάρ τι ζήλοιο πέλει στυγερώτερον ἄλλο.
καὶ τὰ μὲν ὣς ὥρμαινεν, ἑῇ δ᾽ ἐπιίζανεν ἕδρῃ.
καὶ τότε Τυδείδης ἐγχέσπαλος ὦρτ᾽ ἐνὶ μέσσοις,
40καί ῥα θοῶς νείκεσσεν ἀρηίφιλον Μενέλαον·
‘ἆ δείλ᾽ Ἀτρέος υἱέ, τί ἤ νύ σε δεῖμα κιχάνει
ἀργαλέον, καὶ τοῖα μετ᾽ Ἀργείοις ἀγορεύεις,
ὡς πάϊς ἠὲ γυνή, τῶνπερ σθένος ἔστ᾽ ἀλαπαδνόν;
ἀλλὰ σοὶ οὐ πείσονται Ἀχαιῶν φέρτατοι υἷες
45πρὶν Τροίης κρήδεμνα ποτὶ χθόνα πάντα βαλέσθαι·
θάρσος γὰρ μερόπεσσι κλέος μέγα, φύζα δ᾽ ὄνειδος.
εἰ δ᾽ ἄρα τις καὶ τῶνδ᾽ ἐπιπείσεται, ὡς ἐπιτέλλεις,
αὐτίκα οἱ κεφαλὴν τεμέω ἰόεντι σιδήρῳ,
ῥίψω δ᾽ οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.
50ἀλλ᾽ ἄγεθ᾽, οἷσι μέμηλεν ὀρινέμεναι μένἐ ἀνδρῶν,
λαοὺς αὐτίκα πάντας ὀτρυνάντων κατὰ νῆας
δούρατα θηγέμεναι, παρά τ᾽ ἀσπίδας ἄλλα τε πάντα
εὖ θέσθαι, καὶ δεῖπνον ἄφαρ πάσσασθαι ἅπαντας [p. 260]
ἀνέρας ἠδ᾽ ἵππους, οἵ τ᾽ ἐς πόλεμον μεμάασιν·
55ἐν πεδίῳ δ᾽ ὤκιστα διακρινέει μένος Ἄρης.’


ὣς φάτο Τυδείδης· κατὰ δ᾽ ἕζετο, ᾗχι πάρος περ·
τοῖσι δὲ Θέστορος υἱὸς ἔπος ποτὶ τοῖον ἔειπεν
ἀνστὰς ἐν μέσσοισιν, ὅπῃ θέμις ἔστ᾽ ἀγορεύειν·
‘κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων·
60ἴστε γάρ, ὡς σάφα οἶδα θεοπροπίας ἀγορεύειν.
ἤδη μὲν καὶ πρόσθ᾽ ἐφάμην δεκάτῳ λυκάβαντι
πέρσειν Ἴλιον αἰπύ· τὸ δὴ νῦν ἐκτελέουσιν
ἀθάνατοι· νίκη δὲ πέλει παρὰ ποσσὶν Ἀχαιῶν.
ἀλλ᾽ ἄγε, Τυδέος υἷα μενεπτόλεμόν τ᾽ Ὀδυσῆα
65πέμψωμεν Σκῦρον δὲ θοῶς ἐν νηὶ μελαίνῃ,
οἵ ῥα παραιπεπίθοντες Ἀχιλλέος ὄβριμον υἷα
ἄξουσιν· μέγα δ᾽ ἄμμι φάος πάντεσσι πελάσσει.’


ὣς φάτο Θέστορος υἱὸς ἐΰφρονος· ἀμφὶ δὲ λαοὶ
γηθόσυνοι κελάδησαν, ἐπεί σφισιν ἦτορ ἐώλπει
70Κάλχαντος φάτιν ἔμμεν᾽ ἐτήτυμον, ὡς ἀγόρευε·
καὶ τότε Λαέρταο πάϊς μετέειπεν Ἀχαιοῖς·
‘ὦ φίλοι, οὐκέτ᾽ ἔοικε μεθ᾽ ὑμῖν πόλλ᾽ ἀγορεύειν
σήμερον· ἐν γὰρ δὴ κάματος πέλει ἀχνυμένοισιν·
οἶδα γὰρ ὡς λαοῖσι κεκμηκόσιν οὔτ᾽ ἀγορητὴς
75ἁνδάνει οὔτ᾽ ἄρ᾽ ἀοιδός, ὃν ἀθάνατοι φιλέουσι
Πιερίδες· παύρων δ᾽ ἐπέων ἔρος ἔνθ᾽ ἀνθρώποις.
νῦν δ᾽, ὅπερ εὔαδε πᾶσι κατὰ στρατὸν Ἀργείοισι,
Τυδείδαο μάλιστα συνεσπομένου τελέσαιμι·
ἄμφω γάρ κεν ἰόντε φιλοπτολέμου Ἀχιλῆος
80ἄξομεν ὄβριμον υἷα παρακλίναντ᾽ ἐπεεσσιν,
εἰ καί μιν μάλα πολλὰ κινυρομένη κατερύκει
μήτηρ ἐν μεγάροισιν, ἐπεὶ κρατεροῖο τοκῆος
ἔλπομ᾽ ἐμὸν κατὰ θυμὸν ἀρήιον ἔμμεναι υἷα.’ [p. 262]


ὣς φάμενον προσέειπε πύκα φρονέων Μενέλαος·
85‘ὦ Ὀδυσεῦ, μέγ᾽ ὄνειαρ ἐϋσθενέων Ἀργείων,
ἤνπερ Ἀχιλλῆος μεγαλόφρονος ὄβριμος υἱὸς
σῇσι παραιφασίῃσι λιλαιομένοισιν <ἀρωγὸς>
ἔλθοι ἀπὸ Σκύροιο πόροι δέ τις οὐρανιώνων
νίκην εὐχομένοισι καὶ Ἑλλάδα γαῖαν ἱκῶμαι,
δώσω οἱ παράκοιτιν ἐμὴν ἐρικυδέα κούρην
90Ἑρμιόνην, καὶ πολλὰ καὶ ὄλβια δῶρα σὺν αὐτῇ
προφρονέως· οὐ γάρ μιν ὀΐομαι οὔτε γυναῖκα
οὔτ᾽ ἄρα πενθερὸν ἐσθλὸν ὑπερφιάλως ὀνόσασθαι.’


ὣς ἄρ᾽ ἔφη· Δαναοὶ δὲ συνευφήμησαν ἔπεσσι.
καὶ τότε λῦτ᾽ ἀγορή· τοὶ δ᾽ ἐσκίδναντ᾽ ἐπὶ νῆας
95ἱέμενοι δείπνοιο, τὸ δὴ πέλει ἀνδράσιν ἀλκή·
καί ῥ᾽ ὅτε δὴ παύσαντο κορεσσάμενοι μέγ᾽ ἐδωδῆς,
δὴ τόθ᾽ ὁμῶς Ὀδυσῆι περίφρονι Τυδέος υἱὸς
νῆα θοὴν εἴρυσσεν ἀπειρεσίης ἁλὸς εἴσω·
καρπαλίμως δ᾽ ἤια καὶ ἄρμενα πάντα βάλοντο·
100ἐν δὲ καὶ αὐτοὶ ἔβαν· μετὰ δέ σφισιν εἴκοσι φῶτες
ἴδμονες εἰρεσίης, ὁπότ᾽ ἀντίαι ὦσιν ἄελλαι,
ἠδ᾽ ὁπότ᾽ εὐρέα πόντον ὑποστορέῃσι γαλήνη.
καί ῥ᾽ ὅτε δὴ κληῖσιν ἐπ᾽ εὐτύκτοισι κάθισσαν,
τύπτον ἁλὸς μέγα κῦμα· πολὺς δ᾽ ἀμφέζεεν ἀφρός·
105ὑγραὶ δ᾽ ἀμφ᾽ ἐλάτῃσι διεπρήσσοντο κέλευθοι
νηὸς ἐπεσσυμένης· τοὶ δ᾽ ἱδρώοντες ἔρεσσον·
ὡς δ᾽ ὅθ᾽ ὑπὸ ζεύγλῃσι βόες μέγα κεκμηῶτες
δουρατέην ἐρύσωσι πρόσω μεμαῶτες ἀπήνην
ἄχθεϊ τετριγυῖαν ὑπ᾽ ἄξονι δινήεντι
110τειρόμενοι, πουλὺς δὲ κατ᾽ αὐχένος ἠδὲ καὶ ὤμων
ἱδρὼς ἀμφοτέροισι κατέσσυται ἄχρις ἐπ᾽ οὖδας·
ὣς τῆμος μογέεσκον ὑπὸ στιβαρῇς ἐλάτῃσιν
αἰζηοί· μάλα δ᾽ ὦκα διήνυον εὐρέα πόντον. [p. 264]
τοὺς δ᾽ ἄλλοι μὲν Ἀχαιοὶ ἀποσκοπίαζον ἰόντας·
115θῆγον δ᾽ αἰνὰ βέλεμνα καὶ ἔγχεα, τοῖσι μάχοντο.
Τρῶες δ᾽ ἄστεος ἐντὸς ἀταρβέες ἐντύνοντο
ἐς πόλεμον μεμαῶτες ἰδ᾽ εὐχόμενοι μακάρεσσι
λωφῆσαί τε φόνοιο καὶ ἀμπνεῦσαι καμάτοιο.


τοῖσι δ᾽ ἐελδομένοισι θεοὶ μέγα πήματος ἄλκαρ
120ἤγαγον Εὐρύπυλον κρατεροῦ γένος Ἡρακλῆος·
καί οἱ λαοὶ ἕποντο δαήμονες ἰωχμοῖο
πολλοί, ὅσοι δολιχοῖο παρὰ προχοῇσι Καΐκου
ναίεσκον κρατερῇσι πεποιθότες ἐγχείῃσιν.
ἀμφὶ δέ οἱ κεχάροντο μέγα φρεσὶ Τρώιοι υἷες·
125ὡς δ᾽ ὁπόθ᾽ ἕρκεος ἐντὸς ἐεργμένοι ἀθρήσωσιν
ἥμεροι ἀνέρα χῆνες, ὅτις σφίσιν εἴδατα βάλλῃ,
ἀμφὶ δέ μιν στομάτεσσι περισταδὸν <ἰύζοντες>
σαίνουσιν, τοῦ δ᾽ ἦτορ ἰαίνεται εἰσορόωντος·
ὣς ἄρα Τρώιοι υἷες ἐγήθεον, εὖτ᾽ ἐσίδοντο
ὄβριμον Εὐρύπυλον, τοῦ δ᾽ ἐν φρεσὶ θαρσαλέον κῆρ
130τέρπετ᾽ ἀγειρομένοισιν· ἀπὸ προθύρων δὲ γυναῖκες
θάμβεον ἀνέρα δῖον· ὁ δ᾽ ἔξοχος ἔσσυτο λαῶν
ἠΰτε τις θώεσσι λέων ἐν ὄρεσσι μετελθών.
τὸν δὲ Πάρις δείδεκτο, τίεν δέ μιν Ἕκτορι ἶσον·
τοῦ γὰρ ἀνεψιὸς ἔσκεν, ἰῆς τ᾽ ἐτέτυκτο γενέθλης·
135τὸν γὰρ δὴ τέκε δῖα κασιγνήτη Πριάμοιο
Ἀστυόχη κρατερῇσιν ὑπ᾽ ἀγκοίνῃσι μιγεῖσα
Τηλέφου, ὅν ῥα καὶ αὐτὸν ἀταρβέϊ Ἡρακλῆι
λάθρῃ ἑοῖο τοκῆος ἐϋπλόκαμος τέκεν Αὔγη·
καί μιν τυτθὸν ἐόντα καὶ ἰσχανόωντα γάλακτος
140θρέψε θοή ποτε κεμμάς, ἑῷ δ᾽ ἴσα φίλατο νεβρῷ
μαζὸν ὑποσχομένη βουλῇ Διός· οὐ γὰρ ἐῴκει
ἔκγονον Ἡρακλῆος ὀϊζυρῶς ἀπολέσθαι.
τοῦ δ᾽ ἄρα κύδιμον υἷα Πάρις μάλα πρόφρονι θυμῷ [p. 266]
ἦγεν ἑὸν ποτὶ δῶμα δι᾽ εὐρυχόροιο πόληος
145σῆμα πάρ᾽ Ἀσσαράκοιο καὶ Ἕκτορος αἰπὰ μέλαθρα
νηόν τε ζάθεον Τριτωνίδος, ἔνθα οἱ ἄγχι
δώματ᾽ ἔσαν καὶ βωμὸς ἀκήρατος Ἑρκείοιο·
καί μιν ἀδελφειῶν πηῶν θ᾽ ὕπερ ἠδὲ τοκήων
εἴρετο προφρονέως· ὁ δέ οἱ μάλα πάντ᾽ ἀγόρευεν·
150ἄμφω δ᾽ ὣς ὀάριζον ἅμ᾽ ἀλλήλοισι κιόντες.
ἦλθον δ᾽ ἐς μέγα δῶμα καὶ ὄλβιον· ἔνθα δ᾽ ἄρ᾽ ἧστο
ἀντιθέη Ἑλένη Χαρίτων ἐπιειμένη εἶδος·
καί ῥά μιν ἀμφίπολοι πίσυρες περιποιπνύεσκον,
ἄλλαι δ᾽ αὖτ᾽ ἀπάνευθεν ἔσαν κλειτοῦ θαλάμοιο
155ἔργα τιτυσκόμεναι, ὁπόσα δμωῇσιν ἔοικεν.
Εὐρύπυλον δ᾽ Ἑλένη μέγ᾽ ἐθάμβεεν εἰσορόωσα,
κεῖνος δ᾽ αὖθ᾽ Ἑλένην· μετὰ δ᾽ ἀλλήλους ἐπέεσσιν
ἄμφω δεικανόωντο δόμῳ ἐνὶ κηώεντι·
δμῶες δ᾽ αὖτε θρόνους δοιὼ θέσαν ἐγγὺς ἀνάσσης·
160αἶψα δ᾽ Ἀλέξανδρος κατ᾽ ἄρ᾽ ἕζετο, πὰρ δ᾽ ἄρα τῷ γε
Εὐρύπυλος. λαοὶ δὲ πρὸ ἄστεος αὖλιν ἔθεντο,
ᾗχι φυλακτῆρες Τρώων ἔσαν ὀβριμόθυμοι·
αἶψα δὲ τεύχεα θῆκαν ἐπὶ χθόνα, πὰρ δὲ καὶ ἵππους
στῆσαν ἔτι πνείοντας ὀϊζυροῖο μόγοιο·
165ἐν δὲ φάτνῃσι βάλοντο, τά τ᾽ ὠκέες ἵπποι ἔδουσι.


καὶ τότε νὺξ ἐπόρουσε, μελαίνετο δ᾽ αἶα καὶ αἰθήρ·
οἱ δ᾽ ἄρα δαῖτ᾽ ἐπάσαντο πρὸ τείχεος αἰπεινοῖο
Κήτειοι Τρῶές τε· πολὺς δ᾽ ἐπὶ μῦθος ὀρώρει
δαινυμένων· πάντῃ δὲ πυρὸς μένος αἰθαλόεντος
170δαίετο πὰρ κλισίῃσιν· ἐπίαχε δ᾽ ἠπύτα σύριγξ
αὐλοί τε λιγυροῖσιν ἀρηράμενοι καλάμοισιν,
ἀμφὶ δὲ φορμίγγων ἰαχὴ πέλεν ἱμερόεσσα. [p. 268]
Ἀργεῖοι δ᾽ ἀπάνευθεν ἐθάμβεον εἰσορόωντες
ἐν πεδίῳ πυρὰ πολλὰ καὶ ἄσπετον εἰσαΐοντες
αὐλῶν φορμίγγων τ᾽ ἰαχὴν ἀνδρῶν καὶ ἵππων
175σύριγγός θ᾽, ἣ δαιτὶ μεταπρέπει ἠδὲ νομεῦσι·
τοὔνεκ᾽ ἄρ᾽ οἷσιν ἕκαστος ἐπὶ κλισίῃσι κέλευσε
νῆας ἀμοιβαίῃσι φυλασσέμεν ἄχρις ἐς ἠῶ,
μή σφεας Τρῶες ἀγαυοὶ ἐνιπρήσωσι κιόντες
οἵ ῥα τότ᾽ αἰπεινοῖο πρὸ τείχεος εἰλαπίναζον.


180ὣς δ᾽ αὕτως κατὰ δώματ᾽ Ἀλεξάνδροιο δαΐφρων
δαίνυτο Τηλεφίδης μετ᾽ ἀγακλειτῶν βασιλήων·
πολλὰ δ᾽ ἄρα Πρίαμός τε καὶ ἄλλοι Τρώιοι υἷες
ἑξείης ηὔχοντο μιγήμεναι Ἀργείοισιν
αἴσῃ ἐν ἀργαλέῃ· ὁ δ᾽ ὑπέσχετο πάντα τελέσσειν.
185αὐτὰρ ἐπεὶ δόρπησαν, ἔβαν ποτὶ δώμαθ᾽ ἕκαστος·
Εὐρύπυλος δ᾽ αὐτοῦ κατελέξατο βαιὸν ἄπωθεν
ἐς τέγος εὐποίητον, ὅπῃ πάρος αὐτὸς ἴαυεν
ἠῢς Ἀλέξανδρος μετ᾽ ἀγακλειτῆς ἀλόχοιο·
κεῖνο γὰρ ἔκπαγλόν τε καὶ ἔξοχον ἔπλετο πάντων·
190ἔνθ᾽ ὅ γε λέξατ᾽ ἰών· τοὶ δ᾽ ἄλλοσε κοῖτον ἕλοντο
μέχρις ἐπ᾽ Ἠριγένειαν ἐΰθρονον. αὐτὰρ ἅμ᾽ ἠοῖ
Τηλεφίδης ἀνόρουσε καὶ ἐς στρατὸν εὐρὺν ἵκανε
σύν τ᾽ ἄλλοις βασιλεῦσιν, ὅσοι κατὰ Ἴλιον ἦσαν·
λαοὶ δ᾽ αὐτίκ᾽ ἔδυσαν ἐν ἔντεσι μαιμώωντες,
195πάντες ἐνὶ πρώτοισι λιλαιόμενοι πονέεσθαι·
ὣς δὲ καὶ Εὐρύπυλος μεγάλοις περικάτθετο γυίοις
τεύχεα μαρμαρέῃσιν ἐειδόμενα στεροπῇσι·
καί οἱ δαίδαλα πολλὰ κατ᾽ ἀσπίδα δῖαν ἔκειτο,
ὁππόσα πρόσθεν ἔρεξε θρασὺ σθένος Ἡρακλῆος.


200ἐν μὲν ἔσαν βλοσυρῇσι γενειάσι λιχμώωντες
δοιὼ κινυμένοισιν ἐοικότες οἶμα δράκοντες
σμερδαλέον μεμαῶτες· ὁ δέ σφεας ἄλλοθεν ἄλλον
νηπίαχός περ ἐὼν ὑπεδάμνατο· καί οἱ ἀταρβὴς
ἔσκε νόος καὶ θυμός, ἐπεὶ Διὶ κάρτος ἐῴκει [p. 270]
205ἐξ ἀρχῆς· οὐ γάρ τι θεῶν γένος οὐρανιώνων
ἄπρηκτον τελέθει καὶ ἀμήχανον, ἀλλά οἱ ἀλκὴ
ἕσπετ᾽ ἀπειρεσίη καὶ νηδύος ἔνδον ἐόντι.


ἐν δὲ Νεμειαίοιο βίη ἐτέτυκτο λέοντος
ὀβρίμου Ἡρακλῆος ὑπὸ στιβαρῇσι χέρεσσι
210τειρόμενος κρατερῶς· βλοσυρῇς δέ οἱ ἀμφὶ γένυσσιν
αἱματόεις ἀφρὸς ἔσκεν· ἀποπνείοντι δ᾽ ἐῴκει.


ἄγχι δέ οἱ πεπόνητο μένος πολυδειράδος ὕδρης
αἰνὸν λιχμώωσα· καρήατα δ᾽ ἀλγινόεντα
ἄλλα μὲν ἄρ δέδμητο κατὰ χθονός, ἄλλα δ᾽ ἄεξεν
215ἐξ ὀλίγων μάλα πολλά· πόνος δ᾽ ἔχεν Ἡρακλῆα
θαρσαλέον τ᾽ Ἰόλαον, ἐπεὶ κρατερὰ φρονέοντε
ἄμφω, ὁ μὲν τέμνεσκε καρήατα μαιμώωντα
ἅρπῃ ὑπ᾽ ἀγκυλόδοντι θοῶς, ὁ δὲ καῖε σιδήρῳ
αἰθομένῳ· κρατερὴ δὲ κατήνυτο θηρὸς ὁμοκλή.


220ἑξείης δ᾽ ἐτέτυκτο βίη συὸς ἀκαμάτοιο
ἀφριόων γενύεσσι· φέρεν δέ μιν, ὡς, ἐτεόν περ,
ζωὸν ἐς Εὐρυσθῆα μέγα σθένος Ἀλκείδαο.


Κεμμὰς δ᾽ εὖ ἤσκητο θοὴ πόδας, ἥ τ᾽ ἀλεγεινῶν
ἀμφὶ περικτιόνων μέγ᾽ ἐσίνετο πᾶσαν ἀλωήν·
225καὶ τὴν μὲν χρυσέοιο κεράατος ὄβριμος ἥρως
ἄμφεχεν οὐλομένοιο πυρὸς πνείουσαν ἀϋτμήν.


ἀμφὶ δ᾽ ἄρα στυγεραὶ Στυμφηλίδες῾ αἱ μὲν ὀϊστοῖς
βλήμεναι ἐν κονίῃσιν ἀπέπνεον, αἱ δ᾽ ἔτι φύζης
μνωόμεναι πολιοῖο δι᾽ ἠέρος ἐσσεύοντο·
230τῇσι δ᾽ ἔφ᾽ Ἡρακλέης κεχολωμένος ἄλλον ἐπ᾽ ἄλλῳ
ἰὸν ἀεὶ προΐαλλε μάλα σπεύδοντι ἐοικώς.


ἐν δὲ καὶ Αὐγείαο μέγας σταθμὸς ἀντιθέοιο
τεχνήεις ἤσκητο κατ᾽ ἀκαμάτοιο βοείης·
τῷ δ᾽ ἄρα θεσπεσίοιο βαθὺν ῥόον Ἀλφειοῖο
235ὄβριμος Ἡρακλέης ἐπαγίνεεν· ἀμφὶ δὲ Νύμφαι [p. 272]
θάμβεον ἄσπετον ἔργον. ἀπόπροθι δ᾽ ἔπλετο ταῦρος
πύρπνοος, ὅν ῥα καὶ αὐτὸν ἀμαιμάκετόν περ ἐόντα
γνάμπτε βίῃ κρατεροῖο κεράατος· οἱ δέ οἱ ἄμφω
ἀκάματοι μυῶνες ἐρειδομένοιο τέταντο·
240καί ῥ᾽ ὁ μέν ὡς μυκηθμὸν ἱεὶς πέλεν. ἄγχι δ᾽ ἄρ᾽ αὐτοῦ
ἀμφὶ σάκος πεπόνητο θεῶν ἐπιειμένη εἶδος
Ἱππολύτη· καὶ τὴν μὲν ὑπὸ κρατερῇσι χέρεσσι
δαιδαλέου ζωστῆρος ἀμερσέμεναι μενεαίνων
εἶλε κόμης ἵπποιο κατ᾽ ὠκέος· αἱ δ᾽ ἀπάτερθεν
245ἄλλαι ὑποτρομέεσκον Ἀμαζόνες. ἀμφὶ δὲ λυγραὶ
Θρηικίην ἀνά γαῖαν ἔσαν Διομήδεος ἵπποι
ἀνδροβόροι· καί τάς μέν ἐπὶ στυγερῇσι φάτνῃσιν
αὐτῷ σύν βασιλῆι κακὰ φρονέοντι δάϊξεν.


ἐν δὲ καὶ ἀκαμάτοιο δέμας πέλε Γηρυονῆος
250τεθναότος παρὰ βουσί· καρήατα δ᾽ ἐν κονίῃσιν
αἱματόεντα κέχυντο βίῃ ῥοπάλοιο δαμέντα·
πρόσθε δέ οἱ δέδμητο κύων ὀλοώτατος ἄλλων
ὄρθρος, ἀνιηρῷ ἐναλίγκιος ὄβριμον ἀλκὴν
Κερβέρῳ, ὅς ῥά οἱ ἔσκεν ἀδελφεός· ἀμφὶ δ᾽ ἔκειτο
255βουκόλος Εὐρυτίων μεμορυγμένος αἵματι πολλῷ.


ἀμφὶ δέ χρύσεα μῆλα τετεύχατο μαρμαίροντα
Ἑσπερίδων ἀνὰ πρέμνον ἀκήρατον· ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
σμερδαλέος δέδμητο δράκων· ταὶ δ᾽ ἄλλοθεν ἄλλαι
πτώσσουσαι θρασύν υἷα Διός μεγάλοιο φέβοντο.


260ἐν δ᾽ ἄρ᾽ ἔην μέγα δεῖμα καὶ ἀθανάτοισιν ἰδέσθαι
Κέρβερος, ὅν ῥ᾽ ἀκάμαντι Τυφωέϊ γείνατ᾽ Ἔχιδνα
ἄντρῳ ὑπ᾽ ὀκρυόεντι μελαίνης ἀγχόθι νυκτὸς
ἀργαλέης· ὁ δ᾽ ἄρ᾽ ἦεν ἀεικέλιόν τι <πέλωρον> [p. 274]
ἀμφ᾽ ὀλοῇσι πύλῃσι πολυκλαύτου Ἀΐδαο
εἴργων νεκρὸν ὅμιλον ὑπ᾽ ἠερόεντι βερέθρῳ·
265ῥεῖα δέ μιν Διός υἱὸς ὑπὸ πληγῇσι δαμάσσας
ἦγε καρηβαρέοντα παρὰ Στυγὸς αἰπὰ ῥέεθρα,
ἕλκων οὐκ ἐθέλοντα βίῃ πρὸς ἀήθεα χῶρον
θαρσαλέως. ἐτέτυκτο δ᾽ ἀπόπροθεν ἄγκεα μακρὰ
Καυκάσου· ἀμφὶ δὲ δεσμὰ Προμηθέος ἄλλυδις ἄλλα
270αὐτῇς σὺν πέτρῃσιν ἀναρρήξας ἀραρυίαις
λῦε μέγαν Τιτῆνα· λυγρὸς δέ οἱ ἀγχόθι κεῖτο
αἰετὸς ἀλγινόεντι δέμας βεβλημένος ἰῷ.


Κενταύρων δ᾽ ἐτέτυκτο πολυσθενέων μέγα κάρτος
ἀμφὶ Φόλοιο μέλαθρον· ἔρις δ᾽ ὀρόθυνε καὶ οἶνος
275ἀντίον Ἡρακλῆι τεράατα κεῖνα μάχεσθαι·
καὶ ῥ᾽ οἱ μὲν πεύκῃσι περὶ δμηθέντες ἔκειντο,
τὰς ἔχον ἐν χείρεσσι μάχης ἄκος· οἱ δ᾽ ἔτι μακρῇς
δηριόωντ᾽ ἐλάτῃσι μεμαότες, οὐδ᾽ ἀπέληγον
ὑσμίνης· πάντων δὲ καρήατα δεύετο λύθρῳ
280θεινομένων ἀνὰ δῆριν ἀμείλιχον, ὡς ἐτεόν περ·
οἴνῳ δ᾽ αἷμα μέμικτο, συνηλοίητο δὲ πάντα
εἴδατα καὶ κρητῆρες ἐΰξεστοί τε τράπεζαι.


Νέσσον δ᾽ αὖθ᾽ ἑτέρωθι παρὰ ῥόον Εὐηνοῖο
κείνης ἐκπροφυγόντα μάχης ὑπεδάμνατ᾽ ὀϊστῷ
285ἀμφ᾽ ἐρατῆς αλόχοιο χολούμενος, ἐν δ᾽ ἐτέτυκτο
ὀβρίμου Ἀνταίοιο μέγα σθένος, ὅν ῥα καὶ αὐτὸν
ἀμφὶ παλαισμοσύνης ἄμοτον περιδηριόωντα
ὑψοῦ ἀειράμενος κρατερῇς συνέαξε χέρεσσι.


κεῖτο δ᾽ ἐπὶ προχοῇσιν ἐϋρρόου Ἑλλησπόντου
290ἀργαλέον μέγα κῆτος ἀμειλίκτοισιν ὀϊστοῖς
βλήμενον· Ἡσιόνης δέ κακούς ἀπελύετο δεσμούς.


ἄλλα δ᾽ ἄρ᾽ Ἀλκείδαο θρασύφρονος ἄσπετα ἔργα
ἄμφεχεν Εὐρυπύλοιο διοτρεφέος σάκος εὐρύ. [p. 276]
φαίνετο δ᾽ ἶσος Ἄρηι μετὰ στίας ἀΐσσοντι·
295Τρῶες δ᾽ ἀμφιέποντες ἐγήθεον, εὖτ᾽ ἐσίδοντο
τεύχεά τ᾽ ἠδέ καί ἄνδρα θεῶν ἐπιειμένον εἶδος·
τὸν δὲ Πάρις ποτὶ δῆριν ἐποτρύνων προσέειπε·
‘χαίρω σεῖο κιόντος, ἐπεί νύ μοι. ἦτορ ἔολπεν
Ἀργείους μάλα πάντας ὀϊζυρῶς ἀπολέσθαι
300αὐτῇς σὺν νήεσσιν, ἐπεὶ βροτὸν οὔποτε τοῖον
ἔδρακον ἐν Τρώεσσιν ἐϋπτολέμοισί τ᾽ Ἀχαιοῖς.
ἀλλὰ σύ, πρὸς μεγάλοιο καὶ ὀβρίμου Ἡρακλῆος,
τῷ μέγεθός τε βίην τε καὶ ἀγλαὸν εἶδος ἔοικας,
κείνου μνωόμενος φρονέων τ᾽ ἀντάξια ἔργα
305θαρσαλέως Τρώεσσι δαϊζομένοις ἐπάμυνον,
ἤν πως ἀμπνεύσωμεν· ἐπεὶ σέγε μοῦνον όΐω
ἄστεος ὀλλυμένοιο κακὰς ἀπό κῆρας ἀλέξαι.’


ἦ μέγ᾽ ἐποτρύνων· ὁ δέ μιν προσεφώνεε μύθῳ·
‘Πριαμίδη μεγάθυμε, δέμας μακάρεσσιν ἐοικώς,
310ταῦτα μὲν ἀθανάτων ἐνὶ γούνασιν ἐστήρικται,
ὅς τε θάνῃ κατὰ δῆριν ὑπέρβιον ἠὲ σαωθῇ·
ἡμεῖς δ᾽, ὥσπερ ἔοικε καὶ ὡς σθένος ἐστὶ μάχεσθαι,
στησόμεθα πρὸ πόληος· ἔπειτα δέ καὶ τόδ᾽ ὀμοῦμαι,
μὴ πρὶν ὑποστρέψειν, πρὶν ἢ κτάμεν ἢ ἀπολέσθαι.’
315ὣς φάτο θαρσαλέως· Τρῶες δ᾽ ἐπὶ μακρὰ χάροντο.
καὶ τότ᾽ Ἀλέξανδρόν τε καὶ Αἰνείαν ἐρίθυμον
Πουλυδάμαντά τ᾽ ἐϋμμελίην καὶ Πάμμονα δῖον
Δηίφοβόν τ᾽ ἐπὶ τοῖσι καὶ Αἴθικον, ὃς περὶ πάντων
Παφλαγόνων ἐκέκαστο μάχῃ ἔνι τλῆναι ὅμιλον,
320τοὺς ἅμα λέξατο πάντας ἐπισταμένους πονέεσθαι,
ὅππως δυσμενέεσσιν ἐπὶ πρώτοισι μάχωνται
ἐν πολέμῳ· μάλα δ᾽ ὦκα κίον προπάροιθεν ὁμίλου·
προφρονέως δ᾽ οἴμησαν ἀπ᾽ ἄστεος· ἀμφὶ δέ λαοὶ [p. 278]
πολλοὶ ἕπονθ᾽, ὡς εἴ τε μελισσάων κλυτὰ φῦλα
325ἡγεμόνεσσιν ἑοῖσι κατηρεφέος σίμβλοιο
ἐκχύμεναι καναχηδόν, ὅτ᾽ εἴαρος ἦμαρ ἵκηται·
ὥς ἄρα τοῖσιν ἕποντο βροτοὶ ποτὶ δῆριν ἰοῦσι·
τῶν δ᾽ ἄρα νισσομένων πολὺς αἰθέρα δοῦπος ἵκανεν
αὐτῶν ἠδ᾽ ἵππων· περὶ δ᾽ ἔβρεμεν ἄσπετα τεύχη.
330ὡς δ᾽ ὁπόταν μεγάλοιο βίη ἀνέμοιο θοροῦσα
κινήσῃ προθέλυμνον ἁλὸς βυθὸν ἀτρυγέτοιο,
κύματα δ᾽ ὦκα κελαινὰ πρὸς ἠιόνας βοόωντα
φῦκος ἀποπτύωσιν ἐρευγομένοιο κλύδωνος,
ἠχὴ δ᾽ ἀτρυγέτοισι παρ᾽ αἰγιαλοῖσιν ὄρωρεν·
335ὣς τῶν ἐσσυμένων μέγ᾽ ὑπέβραχε γαῖα πελώρη.


Ἀργεῖοι δ᾽ ἀπάνευθε πρὸ τείχεος ἐξεχέοντο
ἀμφ᾽ Ἀγαμέμνονα δῖον· ἀϋτὴ δ᾽ ἔπλετο λαῶν
ἀλλήλοις ἐπικεκλομένων, ὀλοοῦ πολέμοιο
ἀντιάαν καὶ μή τι καταπτώσσοντας ἐνιπὴν
340μίμνειν πὰρ νήεσσιν· ἐπειγομένων μαχέσασθαι.
Τρωσὶ δ᾽ ἄρ᾽ ἐσσυμένοισι συνήντεον, εὖτε βόεσσι
πόρτιες ἐκ ξυλόχοιο ποτὶ σταθμὸν ἐρχομένῃσιν
ἐκ νομοῦ εἰαρινοῖο κατ᾽ οὔρεος, ὁππότ᾽ ἄρουραι
πυκνὸν τηλεθάουσι, βρύει δ̓ἅλις ἄνθεσι γαῖα,
345πλήθει δ᾽ αὖτε κύπελλα βοῶν γλάγος ἠδὲ καὶ οἰῶν,
μυκηθμὸς δ᾽ ἄρα πουλὺς ὀρίνεται ἔνθα καὶ ἔνθα
μισγομένων, γάνυται δὲ μετὰ σφίσι, βουκόλος ἀνήρ·
ὣς τῶν ἀλλήλοισι μετεσσυμένων ὀρυμαγδὸς
ὠρώρει· δεινὸν γὰρ ἀΰτεον ἀμφοτέρωθεν.
350οὺν δὲ μάχην ἐτάνυσσαν ἀπείριτον· ἐν δέ Κυδοιμὸς
στρωφᾶτ᾽ ἐν μέσσοισι μετ᾽ ἀργαλέοιο Φόνοιο· [p. 280]
σὺν δ᾽ ἔπεσον ῥινοί τε καἲ ἔγχεα καὶ τρυφάλειαι
πλησίον· ἀμφὶ δὲ χαλκὸς ἴσον πυρὶ μαρμαίρεσκε·
φρῖξε δ᾽ ἄρ᾽ ἐγχείῃσι μάχη· περὶ δ᾽ αἵματι πάντῃ
355δεύετο γαῖα μέλαινα δαϊζομένων ἡρώων
ἵππων τ᾽ ὠκυπόδων, οἵ θ᾽ ἅρμασιν ἀμφεκέχυντο,
οἱ μὲν ἔτ᾽ ἀσπαίροντες ὑπ᾽ ἄξοσιν, οἱ δ᾽ ἐφύπερθεν
πίπτοντες· στυγερὴ δὲ δι᾽ ἠέρος ἔσσυτ᾽ ἀϋτή·
ἐν γὰρ δὴ χάλκειος ἔρις πέσεν ἀμφοτέροισι·
360καί ῥ᾽ οἱ μὲν λάεσσιν ἀταρτηροῖσι μάχοντο,
οἱ δ᾽ αὖτ᾽ αἰγανέῃσι νεήκεσιν ἠδὲ βέλεσσιν,
ἄλλοι δ᾽ ἀξίνῃσι καὶ ἀμφιτόμοις πελέκεσσι
καὶ κρατεροῖς ξιφέεσσι καὶ ἀγχεμάχοις δοράτεσσιν,
ἄλλος δ᾽ ἄλλο χέρεσσι μάχης ἀλκτήριον εἶχε.


365πρῶτοι δ᾽ Ἀργεῖοι Τρώων ὤσαντο φάλαγγας
βαιὸν ἀπὸ σφείων· τοὶ δ᾽ ἔμπαλιν ὁρμήσαντες
αἵματι δεῦον Ἄρηα μετ᾽ Ἀργείοισι θορόντες·
Εὐρύπυλος δ᾽ ἐν τοῖσι μελαίνῃ λαί λαίλαπι ἶσος
λαὸν ἐπῴχετο πάντα καὶ Ἀργείους ἐνάριζε
370θαρσαλέως· μάλα γάρ οἱ ἀάσπετον ὤπασε κάρτος
Ζεὺς ἐπίηρα φέρων ἐρικυδέϊ Ἡρακλῆι.
ἔνθ᾽ ὅ γε καὶ Νιρῆα θεοῖς ἐναλίγκιον ἄνδρα
μαρνάμενον Τρώεσσι βάλευ περιμήκεϊ δουρὶ
βαιὸν ὑπὲρ πρότμησιν· ὁ δ᾽ ἐς πέδον ἤριπε γαίης·
375ἐκ δέ οἱ αἷμ᾽ ἐχύθη, δεύοντο δέ οἱ κλυτὰ τεύχη,
δεύετο δ᾽ ἀγλαὸν εἶδος ἄμ᾽ εὐθαλέεσσι κόμῃσι·
κεῖτο δ᾽ ἄρ᾽ ἐν κονίῃσι καὶ αἵματι σὺν κταμένοισιν,
ἔρνος ὅπως ἐριθηλὲς ἐλαίης εὐκεάτοιο,
ἥν τε βίη ποταμοῖο κατὰ ῥόον ἠχήεντα
380σύν τ᾽ ὄχθῃς ἐλάσῃσι βόθρον διὰ πάντα κεδάσσας
ῥιζόθεν, ἡ δ᾽ ἄρα κεῖται ὑπ᾽ ἄνθεσι βεβριθυῖα·
ὣς τῆμος Νιρῆος ἐπὶ χθονὸς ἄσπετον οὖδας
ἐξεχύθη δέμας ἠῢ καὶ ἀγλαΐη ἐρατεινή· [p. 282]
τῷ δ᾽ ἄρ᾽ ἔπ᾽ Εὐρύπυλος μεγάλ᾽ εὔχετο δῃωθέντι·
385‘κεῖσό νυν ἐν κονίῃσιν, ἐπεί νύ τοι εἶδος ἀγητὸν
οὔτι λιλαιομένῳ περ ἐπήρκεσεν, ἀλλά σ᾽ ἔγωγε
νοσφισάμην βιότοιο λιλαιόμενόν περ ἀλύξαι·
σχέτλιος, οὐδ᾽ ἐνόησας ἀμείνονος ἀντίον ἐλθών·
οὐ γὰρ κάρτεϊ κάλλος ἀνὰ κλόνον ἰσοφαρίζει.’


390ὣς εἰπὼν κταμένοιο περικλυτὰ τεύχἐ ἑλέσθαι
μήδετ᾽ ἐπεσσύμενος· τοῦ δ᾽ ἀντίος ἦλθε Μαχάων
χωόμενος Νιρῆος, ὅ οἱ σχεδὸν αἶσαν ἀνέτλη·
δουρὶ δέ μιν στονόεντι κατ᾽ εὐρέος ἤλασεν ὤμου
δεξιτεροῦ, σύτο δ᾽ αἷμα πολυσθενέος περ ἐόντος·
395ἀλλ᾽ οὐδ᾽ ὣς ἀπόρουσεν ἀταρτηροῖο κυδοιμοῦ,
ἀλλ᾽, ὥς τίς τε λέων ἢ ἄγριος οὔρεσι κάπρος
μαίνετ᾽ ἐνὶ μέσσοισιν, ὅπως κ᾽ ἐπιόντα δαμάσσῃ,
ὅς ῥά μιν οὔτασε πρῶτος ὑποφθάμενος δι᾽ ὁμίλου·
τὰ φρονέων ἐπόρουσε Μαχάονι, καί ῥά μιν ὦκα
400οὔτασεν ἐγχείῃ περιμήκεΐ τε στιβαρῇ τε
δεξιτερὸν κατὰ γλουτόν· ὁ δ᾽ οὐκ ἀνεχάζετ᾽ ὀπίσσω,
οὐδ᾽ ἐπιόντ᾽ ἀλέεινε, καὶ αἵματος ἐσσυμένοιο·
ἀλλ᾽ ἄρα καρπαλίμως περιμήκεα λᾶαν ἀείρας
κάββαλε κὰκ κεφαλῆς μεγαθύμου Τηλεφίδαο·
405τοῦ δὲ κόρυς στονόεντα φόνον καὶ πῆμ᾽ ἀπάλαλκεν
ἐσσυμένως· ὁ δ᾽ ἔπειτα κραταιῷ χώσατο φωτὶ
Εὐρύπυλος μᾶλλον, μέγα δ᾽ ἀσχαλόων ἐνὶ θυμῷ
ὠκὺ διὰ στέρνοιο Μαχάονος ἤλασεν ἔγχος.
αἰχμὴ δ᾽ αἱματόεσσα μετάφρενον ἄχρις ἵκανεν·
410ἤριπε δ᾽ ὡς ὅτε ταῦρος ὑπὸ γναθμοῖσι λέοντος·
ἀμφὶ δέ οἱ μελέεσσι μέγ᾽ ἔβραχεν αἰόλα τεύχη.
Εὐρύπυλος δέ οἱ αἶψα πολύστονον εἰρύσατ᾽ αἰχμὴν
ἐκ χροὸς οὐταμένοιο, καὶ εὐχόμενος μέγ᾽ ἀΰτει· [p. 284]
‘ἆ δείλ᾽, οὔ νύ τοι ἦτορ ἀρηράμενον φρεσὶ πάμπαν
415ἔπλετ᾽, ὃς οὐτιδανός περ ἐὼν μέγ᾽ ἀμείνονι φωτὶ
ἄντα κίες· τῷ καί σε κακὴ λάχε δαίμονος Αἶσα.
ἀλλὰ σοὶ ἔσσετ᾽ ὄνειαρ, ὅτ᾽ οἰωνοὶ δατέονται
σάρκα τεὴν κταμένοιο κατὰ μόθον· ἢ ἔτ᾽ ἐέλπῃ
νοστήσειν καὶ ἐμεῖο μένος καὶ χεῖρας ἀλύξειν;
420ἐσσὶ μὲν ἰητήρ, μάλα δ᾽ ἤπια φάρμακα οἶδας,
τοῖς πίσυνος τάχ᾽ ἔολπας ὑπεκφυγέειν κακὸν ἦμαρ.
ἀλλ᾽ οὐ μὰν οὐδ᾽ αὐτὸς ἀπ᾽ ἠνεμόεντος Ὀλύμπου
σεῖο πατὴρ τεὸν ἦτορ ἔτ᾽ ἐκ θανάτοιο σαώσει,
οὐδ᾽ εἴ τοι νέκταρ τε καὶ ἀμβροσίην καταχεύῃ.’


425ὣς φάτο· τὸν δ᾽ ὅ γε βαιὸν ἀναπνείων προσέειπεν·


‘Εὐρύπυλ᾽, οὐδ᾽ ἄρα σοί γε πολὺν χρόνον αἴσιμόν ἐστι
ζώειν, ἀλλὰ σοὶ ἄγχι παρίσταται οὐλομένη Κὴρ
Τρώιον ἂμ πεδίον, τῷ καὶ νῦν αἴσυλα βάζεις.’


ὣς φάμενον λίπε θυμός· ἔβη δ᾽ ἄφαρ Ἄϊδος εἴσω·
430τὸν δὲ καὶ οὐκέτ᾽ ἐόντα προσηύδα κύδιμος ἀνήρ·
‘νῦν μὲν δὴ σύγε κεῖσο κατὰ χθονός· αὐτὰρ ἔγωγε
ὕστερον οὐκ ἀλέγω, εἰ καὶ πραὰ ποσσὶν ὄλεθρος
σήμερον ἡμετέροισι πέλει λυγρός· οὔτι γὰρ ἄνδρες
ζώομεν ἤματα πάντα· πάντα· πότμος δ᾽ ἐπὶ πᾶσι τέτυκται.’


435ὣς εἰπὼν οὔταζε νέκυν· μέγα δ᾽ ἴαχε Τεῦκρος,
ὡς ἴδεν ἐν κονίῃσι Μαχάονα· τοῦ γὰρ ἄπωθεν
εἰστήκει μάλα πάγχυ πονεύμενος· ἐν γὰρ ἔκειτο
δῆρις ἐνὶ μέσσοισιν· ἐπ᾽ ἄλλῳ δ᾽ ἄλλος ὀρώρει.
ἀλλ᾽ οὐδ᾽ ὣς ἀμέλησε δεδουπότος ἀνδρὸς ἀγαυοῦ
440Νιρῆός δ᾽, ὃς κεῖτο παραυτόθι· τὸν δ᾽ ἐνόησεν
ὕστερον ἀντιθέοιο Μαχάονος ἐν κονίῃσιν· [p. 286]
αἶψα δ᾽ ὅ γ᾽ Ἀργείοισιν ἐκέκλετο μακρὰ βοήσας·
‘ἔσσυσθ᾽, Ἀργεῖοι, μηδ᾽ εἴκετε δυσμενέεσσιν
ἐσσυμένοις· νῶιν γὰρ ἀάσπετον ἔσσετ᾽ ὄνειδος,
445αἴ κε Μαχάονα δῖον ἅμ᾽ ἀντιθέῳ Νιρῆι
Τρῶες ἐρυσσάμενοι ποτὶ Ἴλιον ἀπονέωνται.
ἀλλ᾽ ἄγε δυσμενέεσσι μαχώμεθα πρόφρονι θυμῷ,
ὄφρα δαϊκταμένους εἰρύσσομεν ἠὲ καὶ αὐτοὶ
κείνοις ἀμφιθάνωμεν, ἐπεὶ θέμις ἀνδράσιν αὕτη
450οἶσιν ἀμυνέμεναι, μηδ᾽ ἄλλοις κύρμα λιπέσθαι·
οὐ γὰρ ἀνιδρωτί γε μετ᾽ ἀνδράσι κῦδος ἀέξει.’


ὣς ἄρ᾽ ἔφη· Δαναοῖσι δ᾽ ἄχος γένετ᾽· ἀμφὶ δ᾽ ἄρ᾽ αὐτοῖς
πολλοὶ γαῖαν ἔρευθον ὑπ᾽ Ἄρεϊ δῃωθέντες
μαρναμένων ἑκάτερθεν· ἴση δ᾽ ἐπὶ δῆρις ὀρώρει.
455ὀψὲ δ᾽ ἀδελφειοῖο φόνον στονόεντα νόησε
βλημένου ἐν κονίῃ Ποδαλείριος, οὕνεκα νηυσὶν
ἧστο παρ᾽ ὠκυπόροισι τετυμμένα δούρασι φωτῶν
ἕλκἐ ἀκειόμενος. περὶ δ᾽ ἔντεα δύσατο πάντα
θυμὸν ἀδελφειοῖο χολούμενος· ἐν δέ οἱ ἀλκὴ
460σμερδαλέον στέρνοισιν ἀέξετο μαιμώωντι
ἐς πόλεμον στονόεντα· μέλαν δέ οἱ ἔζεεν αἷμα
λάβρον ὑπὸ κραδίῃ· τάχα δ᾽ ἔνθορε δυσμενέεσσι
χερσὶ θοῇσιν ἄκοντα τανυγλώχινα τινάσσων·
εἶλε δ᾽ ἄρ᾽ ἐσσυμένως Ἀγαμήστορος υἱέα δῖον
465κλεῖον, ὃν ἠΰκομος Νύμφη τέκεν ἀμφὶ ῥεέθροις
Παρθενίου, ὅς τ᾽ εἶσι διὰ χθονὸς ἠΰτ᾽ ἔλαιον
πόντον ἐπ᾽ Εὔξεινον προχέων καλλίρροον ὕδωρ.
ἄλλον δ᾽ ἀμφὶ κασιγνήτῳ κτάνε δήιον ἄνδρα
Λᾶσσον, ὃν ἀντίθεος Προνόη τέκεν ἀμφὶ ῥεέθροις
470Νυμφαίου ποταμοῖο μάλα σχεδὸν εὐρέος ἄντρου,
ἄντρου θηητοῖο, τὸ δὴ φάτις ἔμμεναι αὐτῶν
ἱρὸν Νυμφάων, ὁπόσαι περὶ μακρὰ νέμονται [p. 288]
οὔρεα Παφλαγόνων καὶ ὅσαι περὶ βοτρυόεσσαν
ναίουσ᾽ Ἡράκλειαν· ἔοικε δὲ κεῖνο θεοῖσιν
475ἄντρον, ἐπεί ῥα τέτυκται ἀπειρέσιον μὲν ἰδέσθαι
λαΐνεον, ψυχρὸν δὲ διὰ σπέος ἔρχεται ὕδωρ
κρυστάλλῳ ἀτάλαντον, ἐνὶ μυχάτοισι δὲ πάντῃ
λαΐνεοι κρητῆρες ἐπὶ στυφελῇσι πέτρῃσιν
αἰζηῶν ὡς χερσὶ τετυγμένοι ἰνδάλλονται·
480ἀμφ᾽ αὐτοῖσι δὲ Πᾶνες ὁμῶς Νύμφαι τ᾽ ἐρατειναί,
ἱστοί τ᾽ ἠλακάται τε, καὶ ἄλλ᾽ ὅσα τεχνήεντα
ἔργα πέλει θνητοῖσι, τὰ καὶ περὶ θαῦμα βροτοῖσιν
εἴδεται ἐρχομένοισιν ἔσω ἱεροῖο μυχοῖο·
τῷ ἔνι δοιαὶ ἔνεισι καταιβασίαι τ᾽ ἄνοδοί τε,
485ἡ μὲν πρὸς βορέαο τετραμμένη ἠχήεντος
πνοιάς, ἡ δὲ νότοιο καταντίον ὑγρὸν ἀέντος,
τῇ θνητοὶ νίσσονται ὑπὸ σπέος εὐρὺ θεάων·
ἡ δ ἑτέρη μακάρων πέλεται ὁδός, οὐδέ μιν ἄνδρες
ῥηιδίως πατέουσιν, ἐπεὶ χάος εὐρὺ τέτυκται
490μέχρις ἐπ᾽ Ἀΐδονῆος ὑπερθύμοιο βέρεθρον·
ἀλλὰ τὰ μὲν μακάρεσσι πέλει θέμις εἰσοράασθαι.
τῶνδ᾽ αὖτ᾽ ἀμφὶ Μαχάον᾽ ἰδ᾽ Ἀγλαΐης κλυτὸν υἷα
μαρναμένων ἑκάτερθεν ἀπέφθιτο πουλὺς ὅμιλος·
ὀψὲ δὲ δὴ Δαναοί σφεας εἴρυσαν ἀθλήσαντες
495πολλά περ· αἶψα δὲ νῆας ἐπὶ σφετέρας ἐκόμισσαν
παῦροι, ἐπεὶ πλεόνεσσι κακὴ περιπέπτατ᾽ ὀϊζὺς
ἀργαλέου πολέμοιο· πόνῳ δ᾽ ἐνέμιμνον ἀνάγκῃ.
ἀλλ᾽ ὅτε δὴ μάλα πολλοὶ ἐνεπλήσαντο κελαινὰς
κῆρας ἀν᾽ αἱματόεντα καὶ ἀλγινόεντα κυδοιμόν,
500δὴ τότ᾽ ἄρ᾽ Ἀργείων πολέες φύγον ἔνδοθι νηῶν,
ὅσσους Εὐρύπυλος μέγ᾽ ἐπῴχετο πῆμα κυλίνδων.
παῦροι δ᾽ ἀμφ᾽ Αἴαντα καὶ Ἀτρέος υἷε κραταιὼ
μίμνον ἐν ὑσμίνῃ· καὶ τάχα πάντες ὄλοντο
δυσμενέων παλάμῃσι περιστρωφῶντες ὁμίλῳ, [p. 290]
505εἰ μὴ Ὀϊλέος υἱὸς εΰφρονα Πουλυδάμαντα
ἔγχεϊ τύψε παρ᾽ ὦμον ἀριστερὸν ἀγχόθι μαζοῦ·
ἐκ δέ οἱ αἷμ᾽ ἐχύθη· ὁ δ᾽ ἐχάσσατο τυτθὸν ὁπίσσω.
Δηίφοβον δ᾽ οὔτησε περικλειτὸς Μενέλαος
δεξιτερὸν παρὰ μαζόν· ὁ δ̓ἔκφυγε ποσσὶ θοοῖσιν.
510ἔνθ᾽ Ἁγαμέμνων δῖος ἐνήρατο πουλὺν ὅμιλον
πληθύος ἐξ ὀλοῆς· μετὰ δ᾽ Αἴθικον ᾤχετο δῖον
θύων ἐγχείῃσιν· ὁ δ᾽ εἰς ἑτάρους ἀλέεινε.


τοὺς δ᾽ ὁπότ᾽ Εὐρύπυλος λαοσσόος εἰσενόησε
χαζομένους ἅμα πάντας ἀπὸ στυγεροῖο κυδοιμοῦ,
515αὐτίκα κάλλιπε λαόν, ὅσον κατὰ νῆας ἔλασσε,
καί ῥα θοῶς οἴμησεν ἐπ᾽ Ἀτρέος υἷε κραταιὼ
παῖδά τε καρτερόθυμον Ὀϊλέος, ὃς περὶ μὲν θεῖν
ἔσκε θοός, περὶ δ αὖτε μάχῃ ἔνι φέρτατος ἦεν.
τοῖς ἔπι κραιπνὸν ὄρουσεν ἔχων περιμήκετον ἔγχος·
520σὺν δέ οἱ ἦλθε Πάρις τε καὶ Αἰνείας ἐρίθυμος,
ὅς ῥα θοῶς Αἴαντα βάλεν περιμήκεϊ πέτρῃ
κὰκ κόρυθα κρατερήν· ὁ δ᾽ ἄρ᾽ ἐν κονίῃσι τανυσθεὶς
ψυχὴν οὐ τι κάπυσσεν, ἐπεί νύ οἱ αἴσιμον ἦμαρ
ἐν νόστῳ ἐτέτυκτο Καφηρίσιν ἀμφὶ πέτρῃσι·
525καί ῥά μιν ἁρπάξαντες ἀρηίφιλοι θεράποντες
βαιὸν ἔτ᾽ ἀμπνείοντα φέρον ποτὶ νῆας Ἀχαιῶν.
καὶ τότ᾽ ἄρ᾽ οἰώθησαν ἀγακλειτοὶ βασιλῆες
Ἀτρεῖδαι· περὶ δέ σφιν ὀλέθριος ἵσταθ᾽ ὅμιλος
βαλλόντων ἑκάτερθεν, ὅ τι σθένε χερσὶν ἑλέσθαι·
530οἱ μὲν γὰρ στονόεντα βέλη χέον, οἱ δέ νυ λᾶας,
ἄλλοι δ᾽ αἰγανέας· τοὶ δ᾽ ἐν μέσσοισιν ἐόντες
στρωφῶντ᾽, εὖτε σύες μέσῳ ἕρκεϊ ἠὲ λέοντες
ἤματι τῷ, ὅτ᾽ ἄνακτες ἀολλίσσωσ᾽ ἀνθρώπους
ἀργαλέως τ᾽ εἰλέωσι κακὸν τεύχοντες ὄλεθρον
535θηρσὶν ὑπὸ κρατεροῖς, οἱ δ᾽ ἕρκεος ἐντὸς ἐόντες [p. 292]
δμῶας δαρδάπτουσιν, ὅ τις σφίσιν ἐγγὺς ἵκηται·
ὣς οἵ γ᾽ ἐν μέσσοισιν ἐπεσσυμένους ἐδάϊζον.
ἀλλ᾽ οὐδ᾽ ὣς μένος εἶχον ἐελδόμενοί περ ἀλύξαι,
εἰ μὴ Τεῦκρος ἵκανε καὶ Ἰδομενεὺς ἐρίθυμος
540Μηριόνης τε Θόας τε καὶ ἰσόθεος Θρασυμήδης,
οἵ ῥα πάρος φοβέοντο θρασὺ σθένος Εὐρυπύλοιο,
καί κε φύγον κατὰ νῆας ἀλευάμενοι βαρὺ πῆμα,
εἰ μὴ ἄρ᾽ Ἀτρείδῃσι περιδδείσαντες ἵκοντο
ἄντην Εὐρυπύλοιο· μάχη δ᾽ ἀΐδηλος ἐτύχθη.


545ἔνθα τότ᾽ Αἰνείαο κατ᾽ ἀσπίδος ἔγχος ἔρεισε
Τεῦκρος ἐϋμμελίης· τοῦ δ᾽ οὐ χρόα καλὸν ἴαψεν·
ἤρκεσε γάρ οἱ πῆμα σάκος μέγα τετραβόειον·
ἀλλὰ καὶ ὣς δείσας ἀνεχάσσατο τυτθὸν ὀπίσσω.
Μηριόνης δ᾽ ἐπόρουσεν ἀμύμονι Λαοφόωντι
550Παιονίδῃ, τὸν ἐγείνατ᾽ ἐϋπλόκαμος Κλεομήδη
Ἀξιοῦ ἀμφὶ ῥέεθρα· κίεν δ᾽ ὅ γε Ἴλιον ἱρὴν
Τρωσὶν ἀρηξέμεναι μετ᾽ ἀμύμονος Ἀστεροπαίου·
τὸν δ᾽ ἄρα Μηριόνης νύξ̓ ἔγχεϊ ὀκριόεντι
αἰδοίων ἐφύπερθε· θοῶς δέ οἱ εἴρυσεν αἰχμὴ
555ἔγκατα· τοῦ δ᾽ ὤκιστα ποτὶ ζόφον ἔσσυτο θυμός.
Αἴαντος δ᾽ ἄρ᾽ ἑταῖρος Ὀϊλιάδαο δαΐφρων
Ἀλκιμέδης ἐς ὅμιλον ἐϋσθενέων βάλε Τρώων·
ἧκε δ᾽ ἐπευξάμενος δηίων ἐς φύλοπιν αἰνὴν
σφενδόνῃ ἀλγινόεντα λίθον· διὰ δ᾽ ἔτρεσαν ἄνδρες
560ῥοῖζον ὁμῶς καὶ λᾶα περιδδείσαντες ἰόντα.
τὸν δ᾽ ὀλοὴ φέρε Μοῖρα ποτὶ θρασὺν ἡνιοχῆα
Πάμμονος Ἱππασίδην· τὸν δ᾽ ἡνία χερσὶν ἔχοντα
πλῆξε κατὰ κροτάφοιο· θοῶς δέ μιν ἔκβαλε δίφρου
πρόσθεν ἑοῖο τροχοῖο· θοὸν δέ οἱ ἅρμα πεσόντος
565λυγρὸν ἐπισσώτροισι δέμας διελίσσετ᾽ ὀπίσσω [p. 294]
ἵππων ἱεμένων· θάνατος δέ μιν αἰνὸς ἐδάμνα
ἐσσυμένως μάστιγα καὶ ἡνία νόσφι λιπόντα·
Πάμμονι δ᾽ ἔμπεσε πένθος· ἄφαρ δέ ἑ θῆκεν ἀνάγκη
ἄμφω καὶ βασιλῆα καὶ ἡνιοχεῖν θοὸν ἅρμα·
570καί νύ κεν αὐτοῦ κῆρα καὶ ὕστατον ἦμαρ ἀνέτλη,
εἰ μή οἱ Τρώων τις ἀνὰ κλόνον αἱματόεντα
ἡνία δέξατο χερσὶ καὶ ἐξεσάωσεν ἄνακτα
ἤδη τειρόμενον δηίων ὀλοῇσι χέρεσσιν.


ἀντίθεον δ᾽ Ἀκάμαντα καταντίον ἀΐσσοντα
575Νέστορος ὄβριμος υἱὸς ὑπὲρ γόνυ δούρατι τύψεν·
ἕλκεϊ δ᾽ οὐλομένῳ στυγερὰς ὑπεδύσατ᾽ ἀνίας·
χάσσατο δ᾽ ἐκ πολέμοιο· λίπεν δ᾽ ἑτάροισι κυδοιμὸν
δακρυόεντ᾽· οὐ γάρ οἱ ἔτι πτολέμοιο μεμήλει.
καὶ τότε δὴ θεράπων ἐρικυδέος Εὐρυπύλοιο
580τύψε Θόαντος ἑταῖρον Ἐχέμμονα δηϊοτῆτι
ὤμου τυτθὸν ἔνερθε· περὶ κραδίην δέ οἱ ἔγχος
ἷξεν ἀνιηρόν· σὺν δ᾽ αἵματι κήκιεν ἱδρὼς
ψυχρὸς ἀπὸ μελέων· καί μιν στρεφθέντα φέρεσθαι
εἰσοπίσω κατέμαρψε μέγα σθένος Εὐρυπύλοιο·
585κόψε δέ οἱ θοὰ νεῦρα· πόδες δ᾽ ἀέκοντες ἔμιμνον
αὐτοῦ, ὅπῃ μιν τύψε· λίπεν δέ μιν ἄμβροτος αἰών.
ἐσσυμένως δὲ Θόας νύξεν Πάριν ὀξέϊ δουρὶ
δεξιτερὸν κατὰ μηρόν· ὁ δ᾽ ᾤχετο τυτθὸν ὀπίσσω
οἰσόμενος θοὰ τόξα, τά οἱ μετόπισθε λέλειπτο.
590Ἰδομενεὺς δ᾽ ἄρα λᾶαν, ὅσον σθένε, χερσὶν ἀείρας
κάββαλεν Εὐρυπύλοιο βραχίονα· τοῦ δὲ χαμᾶζε
κάππεσε λοίγιον ἔγχος· ἄφαρ δ᾽ ἀνεχάσσατ᾽ ὀπίσσω
οἰσέμεν ἐγχείην· τὴν γάρ τ᾽ ἔχεν ἔκβαλε χειρός.
Ἀτρεῖδαι δ̓ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο.
595τῷ δὲ θοῶς θεράποντες ἔβαν σχεδόν, οἵ οἱ ἔνεγκαν [p. 296]
ἀαγὲς δόρυ μακρόν, ὃ πολλῶν γούνατ᾽ ἔλυσε·
δεξάμενος δ᾽ ὅ γε λαὸν ἐπῴχετο κάρτεϊ θύων,
κτείνων ὅν κε κίχῃσι, πολὺν δ᾽ ὑπεδάμναθ᾽ ὅμιλον.


Ἔνθ᾽ οὔτ᾽ Ἀτρεῖδαι μένον ἔμπεδον οὔτε τις ἄλλος
600ἀγχεμάχων Δαναῶν· μάλα γὰρ δέος ἔλλαβε πάντας
ἀργαλέον· πᾶσιν γὰρ ἐπέσσυτο πῆμα κορύσσων
Εὐρύπυλος· μετόπισθε δ᾽ ἐπισπόμενος κεράϊζε.
κέκλετο δ᾽ αὖ Τρώεσσιν ἰδ᾽ ἱπποδάμοις ἑτάροισιν·
‘ὦ φίλοι, εἰ δ᾽ ἄγε θυμὸν ἐνὶ στέρνοισι λαβόντες
605τεύξωμεν Δαναοῖσι φόνον καὶ κῆρ᾽ ἀΐδηλον,
οἳ δὴ νῦν μήλοισιν ἐοικότες ἀπονέονται
νῆας ἐπὶ σφετέρας· ἀλλὰ μνησώμεθα πάντες
ὑσμίνης ὀλοῆς, ἧς παιδόθεν ἴδμονές εἰμεν.’


ὣς φάτο· τοὶ δ᾽ ἐπόρουσαν ἀολλέες Ἀργείοισιν·
610οἱ δὲ μέγα τρομέοντες ἀπ᾽ ἀργαλέοιο κυδοιμοῦ
φεῦγον· τοὶ δ᾽ ἐφέποντο κύνες ὣς ἀργιόδοντες
κεμμάσιν ἀγροτέρῃσιν ἀν᾽ ἄγκεα μακρὰ καὶ ὕλην.
πολλοὺς δ᾽ ἐν κονίῃσι βάλον μάλα περ μεμαῶτας
ἐκφυγέειν ὀλοοῖο φόνου στονόεσσαν ὁμοκλήν.
615Εὐρύπυλος μὲν ἔπεφνεν ἀμύμονα Βουκολίωνα
νῆσόν τε Χρόμιόν τε καὶ Ἄντιφον· οἱ δὲ Μυκήνην
ᾤκεον εὐκτέανον, τοὶ δ᾽ ἐν Λακεδαίμονι ναῖον·
τοὺς ἄρ᾽ ὅ γ᾽ ἐξενάριξεν ἀριγνώτους περ ἐόντας.
ἐκ δ᾽ ἄρα πληθύος εἷλεν ἀάσπετα φῦλ᾽ ἀνθρώπων
620ὅσσα μοι οὐ σθένος ἐστὶ λιλαιομένῳ περ ἀεῖσαι,
οὐδ᾽ εἴ μοι στέρνοισι σιδήρεον ἦτορ ἐνείη.
Αἰνείας δὲ Φέρητα καὶ Ἀντίμαχον κατέπεφνεν
ἀμφοτέρους Κρήτηθεν ἅμ᾽ Ἰδομενῆι κιόντας.
αὐτὰρ Ἀγήνωρ δῖος ἀμύμονα Μῶλον ἔπεφνεν,
625ὅς περ ἀπ᾽ Ἄργεος ἦλθεν ὑπὸ Σθενέλῳ βασιλῆι· [p. 298]
τὸν βάλεν αἰγανέῃ νεοθηγέϊ πολλὸν ὀπίσσω
φεύγοντ᾽ ἐκ πολέμοιο τυχὼν ὑπὸ νείατα κνήμης
δεξιτερῆς· αἰχμὴ δέ διὰ πλατὺ νεῦρον ἔκερσεν
ἄντικρυς ἱεμένη· παρὰ δ᾽ ἔθρισεν ὀστέα φωτὸς
630ἀργαλέως· ὀδύνῃ δὲ μίγη μόρος, ἔφθιτο δ᾽ ἀνήρ.
ἔνθα Πάρις Μόσυνόν τ᾽ ἔβαλεν καὶ ἀγήνορα Φόρκυν
ἄμφω ἀδελφειούς, οἵ τ᾽ ἐκ Σαλαμῖνος ἵκοντο
Αἴαντος νήεσσι, καὶ οὐκέτι νόστον ἴδοντο.
τοῖσι δ᾽ ἔπι Κλεόλαον εῢν θεράποντα Μέγητος
635εἷλε βαλὼν κατὰ μαζὸν ἀριστερόν· ἀμφὶ δέ μιν νὺξ
μάρψε κακή, καὶ θυμὸς ἀπέπτατο· τοῦ δὲ δαμέντος
ἔνδον ὑπὸ στέρνοισιν ἔτι κραδίη ἀλεγεινὴ
ταρφέα παλλομένη πτερόεν πελέμιξε βέλεμνον.
ἄλλον δ᾽ ἰὸν ἀφῆκεν ἐπὶ θρασὺν Ἠετίωνα
640ἐσσυμένως· τοῦ δ᾽ αἶψα διὰ γναθμοῖο πέρησε
χαλκός· ὁ δ᾽ ἐστονάχησε· μίγη δέ οἱ αἵματι δάκρυ.
ἄλλος δ᾽ ἄλλον ἔπεφνε· πολὺς δ᾽ ἐστείνετο χῶρος
Ἀργείων ἰληδὸν ἐπ᾽ ἀλλήλοισι πεσόντων.


καί νύ κε δὴ τότε Τρῶες ἐνέπρησαν πυρὶ νῆας,
645εἰ μὴ νὺξ ἐπόρουσε βαθύσκιον ἠέρ᾽ ἄγουσα.
χάσσατο δ᾽ Εὐρύπυλος, σὺν δ᾽ ἄλλοι Τρώιοι υἷες
νηῶν βαιὸν ἄπωθε ποτὶ προχοὰς Σιμόεντος
ᾗχί περ αὖλιν ἔθεντο γεγηθοτες. οἱ δ᾽ ἐνὶ νηυσὶν
Ἀργεῖοι γοάασκον ἐπὶ ψαμάθοισι πεσόντες
650πολλὰ μάλ᾽ ἀχνύμενοι κταμένων ὕπερ, οὕνεκ᾽ ἄρ᾽ αὐτῶν
πολλοὺς ἐν κονίῃσι μέλας ἐκιχήσατο πότμος.