Συναγωγή παροιμιών/Αρχή του χʹ στοιχείου
←Ἀρχὴ τοῦ φʹ στοιχείου | Συναγωγὴ παροιμιῶν Συγγραφέας: Ἀρχὴ τοῦ χ΄στοιχείου |
Ἀρχὴ τοῦ ψʹ στοιχείου→ |
Τὸ χʹ μετὰ τοῦ αʹ
Επεξεργασία
Χαλεπὰ τὰ καλά.
Χαλεπὸν τὸ εὖ γνῶναι.
Χαλεπὸν ἄρχεσθαι ὑπὸ χείρονος.
Χαλεπὸν τὸ ἑαυτὸν γνῶναι, ἀλλὰ μακάριον· ζῆ γὰρ κατὰ φύσιν.
Χαίροις Ὑψιπύλη φίλη· τοὺς ἐμοὺς κορύμβους πλέκω· οὔ σοι λέγω περὶ τούτου· οὑμὸς ἀ‹κοίτη›ς ἐνταῦθα. - Ἐγὼ σκόροδά σοι λέγω, σὺ δὲ κρόμμυ᾽ ἀποκρίνηι.
Χαίρει ταῖς κατάραις τὸ κύμινον.
Χαμαιλέοντος εὐμεταβολώτερος.
Χαλάσω τὴν ἱερὰν ἀγκύραν.
Χαλεπὸν χορίου κύνα γεύειν.
Χαραδριὸς ἕτερος.
Χάρητος ὑπόσχεσις.
Χαῖρ᾽ ὦ φίλον φῶς.
Χαιρεφῶν αὐτόχρημα.
Χάρωνος θύρα.
Χάρης ἄιδων ὄρθιον. - Ἔνθα στᾶσ᾽ ἤϋσε θεὰ μέγα δεινόν τ᾽ ὄρθι᾽ Ἀχαιοῖς.
Χαρὰν πυραύστου χαίρεις.
Τὸ χʹ μετὰ τοῦ εʹ
Επεξεργασία
Χελώνη μυῶν.
Χειμὼν ὀρνιθίας.
Χειρώνειον ἕλκος.
Χείλεα μέν τ᾽ ἐδίην᾽, ὑπερώιην δ᾽ οὐκ ἐδίηνε.
Χειμάσει ποτὲ καὶ ἐφ᾽ ἡμᾶς ἡ ἀπὸ τῶν ὀρῶν νεφέλη.
Χεῖρας ἔχει Φιλοποίμην καὶ σκέλη· γαστέρα δὲ οὐκ ἔχει.
Χελώην Πεγάσωι κρίνεις.
Τὸ χʹ μετὰ τοῦ θʹ
Επεξεργασία
Χθόνια λουτρά.
Τὸ χʹ μετὰ τοῦ ιʹ
Επεξεργασία
Χίλων δ᾽ ἐν κοιλῆι Λακεδαίμονι, γνῶθι σεαυτόν.
Χλαμὺς Συλώσοντος.
Τὸ χʹ μετὰ τοῦ οʹ
Επεξεργασία
Χοὰς ἓξ χωρήσει.
Χορὸς ἀργούντων.
Χοῖνιξ Κνωδάλου
Χορὸν δίδωμι.
Τὸ χʹ μετὰ τοῦ ρʹ
Επεξεργασία
Χρήματ᾽ ἀνὴρ, πενιχρὸς δ᾽ οὐδέποτ᾽ ἐσθλός. - Ἀρχὴ ἄνδρα δείκνυσι. - Κατὰ σαυτὸν ἔλα. - Γνῶθι σεαυτόν.
Χρὴ μὴ τὸ κακὸν διὰ κακὸν ἀμύνασθαι.
Χρηστοῖσι κυσὶ συμφορὰ τὰ δεσποτῶν μᾶλλον ἢ χρηστοῖσι δούλοισιν, ὦ Εὐριπίδη, κακῶς πιτνῶντα καὶ φρενῶν ἀνθάπτεται· ποῦ γὰρ ἄνθρωπος ἐπὶ τῶι δεσπότηι τέθνηκε, κυνὸς αὐτὸ δούλου δράσαντος· ὅθεν πεπαροιμίασται· κύων δοῦλος ἀνθρώπου δούλου φιλοδεσποτώτερον.
Χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσι.
Χροῒ δῆλα.
Χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργοι λόγος.
Χρυσὸς Κολοφώνιος.
Χρυσοῦ λαλοῦντος πᾶς ἀπρακτείτω λόγος· πείθειν γὰρ οἶδε καὶ πέφυκε μὴ λέγειν.
Χρυσοχοήσειν ὥιου σύ.
Χρυσῶι καταπάττων ἡμᾶς οὐ γινώσκεις.
Χρυσοῦς ἐν Ὀλυμπίοις στῆθι.
Τὸ χʹ μετὰ τοῦ υʹ
Επεξεργασία
Χύτραις λημᾶιν καὶ κολοκύνταις.
Χύτραν ποικίλλειν. - Χύτραν κοσμεῖν.
Χυτρεοῦς θεός.- Χυτρεοῦς ἄνθρωπος.
Τὸ χʹ μετὰ τοῦ ωʹ
Επεξεργασία
Χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα.
Χωρὶς τὰ Μερρᾶς καὶ Σιλωὰμ ῥεύματα.
Χώρα καὶ νόμος. - Πόλις καὶ τύπος.
Χωρὶς τό τ᾽ εἰπεῖν πολλὰ καὶ τὸ καίρια.