Συναγωγή παροιμιών/Αρχή του κʹ στοιχείου

Συναγωγὴ παροιμιῶν
Συγγραφέας:
Ἀρχὴ τοῦ κʹ στοιχείου


Τὸ κʹ μετὰ τοῦ αʹΕπεξεργασία


Κακοῦ κόρακος κακὸν ὠόν.
Καὶ τὸν ἀπὸ γραμμῆς κινεῖ λίθον.
Καὶ ἐπὶ τῶι βωμῶι τὸν ἐπίβουλον.
Κακὴ μὲν ὄψις, ἐν δὲ δειλίαι φρένες.
Καὶ βαίτυλον ἂν κατέπιες.
Καταφρόνει θανάτου.
Κανθάρου μελάντερος.- Κανθάρου σοφώτερος.
Καρκίνος λαγὼν αἱρεῖ.
Κατὰ μυὸς ὄλεθρον.
Κακῶν πανήγυρις.
Καδμεία νίκη.
Καὶ τίς ἂν ταύτην τὴν πόλιν ἐπαινοίη δεόντως, ἣν οὐδεὶς ἔστερξε γενόμενος βελτίων;
Κακῶς ἀκούειν πρὸς σέ ἐστι καὶ ἄλλως.
Καὶ Ἡρακλῆς παρὰ τῶν ἀναισθήτων ἰσχὺν ἐλάμβανεν.
Καθ᾽ ἑαυτοῦ Βελλεροφόντης.
Κἂν αἴξ δάκηι ἄνδρα πονηρόν.
Κακὸν ἄγγος οὐ κλᾶται.
Κακὸς ἀνὴρ μακρόβιος.
Κατὰ θεὸν ἥκεις.
Κατὰ βοὸς εὔχου.
Καύνιος ἔρως.
Κανθάρου σκιά.
Κἂν ἐπὶ νεκροῦ κερδαίνειν.
Καιρὸς ψυχὴ πράγματος.
Καλῶς πένεσθαι μᾶλλον, ἢ πλουτεῖν κακῶς.
Κατόπιν ἑορτῆς ἥκεις.
Κατὰ πυρὸς ξαίνεις.
Κατὰ πετρῶν σπείρεις.
Κασιωτικὸν ἅμμα.
Κακὴ πρόσοδος.
Κατὰ ποδὸς βάσιν.
Καὶ δρῦς μαινὰς ἐγένετο.
Καρκίνος ὀρθὰ βαδίζειν οὐ μεμάθηκεν.
Καὶ μία μείζων βία τῶν Μηνιάδων.
Καρικὸς τράγος.
Καρικὸς τάφος.
Κακά τοι φάμα κακκέχυται· ταύτην ἀπόθευ ἢ μὴ ἔσο.
Καθώσπερ αἱ τίτθαι σιτίζεις κακῶς.
Καρκίνον δασύποδι συγκρίνεις.
Κακὸν τὸ καλὸν, ἤ τι μὴ καιροῦ τύχηι.
Κακὸν δῶρον, ἴσον ζημίαι.
Κατὰ ῥοῦν φέρεται.
Κάτοπτρον εἴδους χαλκός ἐστιν, οἶνος δὲ νοῦ.
Καὶ τὸ ἄμεινον εἰς τοὐναντίον ἀποτελευτᾶι.
Κατ᾽ αἶγας ἀγρίας.
Κακὰ μὲν θρίπες, κακὰ δὲ ἴπες.
Κατὰ βῆμα τῆς ἀρετῆς μέμνησο.

Τὸ κʹ μετὰ τοῦ ε΄Επεξεργασία


Κερκωπίζειν.
Κέντει τόν πῶλον περὶ τὴν νύσσαν.
Κενὰ κενοὶ βουλεύονται.
Κεναῖσιν ἐλπίσι θερμαίνεται.
Κέρδος αἰσχύνης ἄμεινον.
Κερκυραία μάστιξ.
Κέσκων πόλις.
Κεραμέως πλοῦτος.
Κεραμεὺς ἄνθρωπος. #
Κενταύρων ὕβριν μεμίμηται.
Κεκύλισται ὁ πίθος.
Κερκιώνων ἐλευθερία.
Κεστρεὺς νηστεύει.

Τὸ κʹ μετὰ τοῦ ηʹΕπεξεργασία


Κηρὸν τοῖς ὠσὶν ἐπαλείφεις.
Κισσὸς μετ᾽ Ἀνθεστήρια.

Τὸ κʹ μετὰ τοῦ ιʹΕπεξεργασία


Κιλίκιοι τράγοι.
Κινεῖς τὸν ἀνάγυρον.
Κινήσω τὴν ἀφ᾽ ἱερᾶς.
Κινδυνώδης ἡ ἐν πρώραι σελλίς.
Κίγκλου πενέστερος.

Τὸ κʹ μετὰ τοῦ λʹΕπεξεργασία


Κλαίει ὁ νικήσας· ὁ δὲ νικηθεὶς ἀπόλωλεν.
Κλιτοριάζειν.

Τὸ κʹ μετὰ τοῦ νʹΕπεξεργασία


Κνὶψ ἐκ χώρας.

Τὸ κʹ μετὰ τοῦ οʹΕπεξεργασία


Κόσμει σπάρταν, ἣν ἔλαχες.
Κορώνη γράμμα κομίζει.
Κοινὰ τὰ τῶν φίλων.
Κοσκίνωι μαντεύεται.
Κόρακες ἀηδόνων αἰδεσιμώτεροι.
Κοσκίνωι ὕδωρ φέρει.
Κορυδέως εἰδεχθέστερος.
Κολοφῶνα κακῶν ἐπέθηκας.
Κολοφωνία ὕβρις.
Κουρήτων στόμα.
Κοινὸν ναυάγιον τοῖς πᾶσι παραμύθιον.
Κόκκος σίτου προυξένησε θάνατον.
Κόττου ἰσχυρότερος καὶ Βριάρεω.
Κρώνη τὸν σκορπίον.
Κόρκορος ἐν λαχάνοις.
Κοινὸς Ἑρμῆς.
Κομπᾶς Μάξιμος.
Κοροίβου ἠλιθιώτερος.

Τὸ κʹ μετὰ τοῦ ρʹΕπεξεργασία


Κραδίην δ᾽ ἐλάφοιο.
Κράτης ἀπολύει τὰ Κράτητος, ἵνα μὴ τὰ Κράτητος κρατήσηι τὸν Κράτητα.
Κρὴς πρὸς Αἰγινήτην.
Κρητίζειν.
Κριὸς τροφεῖα ἀπέτισεν.
Κριὸς ἀσελγόκερως
Κρείσσον᾽ ἃ παρέλιπες.
Κρόνου πυγή.
Κρεῖσσον ἐστὶ πολλοῦ ἄξιον εἶναι ἢ κεκτῆσθαι πολλοῦ ἄξια.
Κρεῖσσον ταῖς ἀλγηδόσι τελευτᾶν ἢ περίφωρον γενόμενον, διὰ μαλακίαν τὸ ζῆιν αἰσχρῶς περιποιήσασθαι.
Κρείσσων Ζώπυρος ἑκατὸν Βαβυλώνων.
Κρεῖσσον ὀλίγον φωτίζεσθαι, ἢ παντελῶς σκοτίζεσθαι.
Κριτὴς κάκιστος ὑπάρχεις, καὶ φίλων καὶ πολεμίων.
Κροκοδείλου δάκρυα.

Τὸ κʹ μετὰ τοῦ υʹΕπεξεργασία


Κύκνειον ἆισμα.
Κυλώνειον ἄγος.
Κυπαρίττου καρπός.
Κυρνία γῆ.
Κυνόσαργες.
Κύων ἐπισπεύδουσα τυφλὰ γεννᾶι.
Κυζικηνοὶ στατῆρες.
Κύων παρ᾽ ἐντέροις.
Κύων ἐπὶ δεσμά.
Κύρβεις κακῶν.
Κύκλος τὰ ἀνθρώπινα.
Κύνα δέρειν δεδαρμένην.
Κύων εἰς τὸν ἴδιον ἔμετον.
Κυνί δίδως ἄχυρα, ὄνωι δ᾽ ὀστέα.
Κύνες Ἰνδικοί.

Τὸ κʹ μετὰ τοῦ ωʹΕπεξεργασία


Κωφότερος κίχλης.
Κωφότερος τοῦ Τορωναίων λιμένος.
Κῶιος πρὸς Χῖον.
Κωφῶι ὁμιλεῖς.
Κώνωπος ἐλέφας Ἰνδὸς οὐκ ἀλεγίζει.