Συγγραφέας:Φιλόδημος ο επικούρειος

(Ανακατεύθυνση από Συγγραφέας:Φιλόδημος)
Συγγραφείς: Φιλόδημος
(110 π.Χ.-35 π.Χ.)
Δείτε επίσης βιογραφία.


Επιγράμματα στην Παλατινή Ανθολογία:


V4 Φιλοδήμου

Επεξεργασία
τὸν σιγῶντα, Φιλαινί, συνίστορα τῶν ἀλαλήτων λύχνον ἐλαιηρῆς ἐκμεθύσασα δρόσου,
ἔξιθι: μαρτυρίην γὰρ Ἔρως μόνος οὐκ ἐφίλησεν ἔμπνουν καὶ πηκτὴν κλεῖε, Φιλαινί, θύρην.
καὶ σύ, φίλη Ξανθώ, με: σὺ δ᾽, ὦ φιλεράστρια κοίτη, ἤδη τῆς Παφίης ἴσθι τὰ λειπόμενα.

V 13 Φιλοδήμου

Επεξεργασία
Ἑξήκοντα τελεῖ Χαριτὼ λυκαβαντίδας ὥρας, ἀλλ’ ἔτι κυανέων σύρμα μένει πλοκάμων
κἀν στέρνοις ἔτι κεῖνα τὰ λύγδινα κώνια μαστῶν ἕστηκεν, μίτρης γυμνὰ περιδρομάδος,
καὶ χρὼς ἀρρυτίδωτος ἔτ’ ἀμβροσίην, ἔτι πειθῶ πᾶσαν, ἔτι στάζει μυριάδας χαρίτων.
ἀλλὰ πόθους ὀργῶντας ὅσοι μὴ φεύγετ’ ἐρασταί, δεῦρ’, ἴτε, τῆς ἐτέων ληθόμενοι δεκάδος.

V 112 Φιλοδήμου

Επεξεργασία
Ἠράσθην· τίς δ΄ οὐχί; κεκώμακα· τίς δ΄ ἀμύητος κώμων; ἀλλ΄ ἐμάνην· ἐκ τίνος; οὐχὶ θεοῦ;
ἐρρίφθω· πολιὴ γὰρ ἐπείγεται ἀντὶ μελαίνης θρὶξ ἤδη͵ συνετῆς ἄγγελος ἡλικίης.
καὶ παίζειν ὅτε καιρός͵ ἐπαίξαμεν· ἡνίκα καιρὸς οὐκέτι͵ λωιτέρης φροντίδος ἁψόμεθα.

V 115 Φιλοδήμου

Επεξεργασία
Ἠράσθην Δημοῦς Παφίης γένος· οὐ μέγα θαῦμα· καὶ Σαμίης Δημοῦς δεύτερον· οὐχὶ μέγα·
καὶ πάλιν Ὑσιακῆς Δημοῦς τρίτον· οὐκέτι ταῦτα παίγνια· καὶ Δημοῦς τέτρατον Ἀργολίδος.
αὐταί που Μοῖραί με κατωνόμασαν Φιλόδημον͵ ὡς αἰεὶ Δημοῦς θερμὸς ἔχοι με πόθος.

(μετάφραση)

Δέν ήτανε παράξενο πού μιά Δημώ απ’ τήν Πάφο αγάπησα• καί μιά Δημώ από τήν Σάμο, τό ίδιο.
Καί μιά Δημώ απ’ τίς Υσιές• αυτό δέν είν’ αστείο. Καί μιά Δημώ γιά τέταρτη φοράν από τό Άργος.
Γι’ αυτό λοιπόν Φιλόδημο μ’ ονόμασαν οι Μούσες, πόθος θερμός για μια Δημώ να με κατέχει πάντα.

V 120 Φιλοδήμου

Επεξεργασία
Καὶ νυκτὸς μεσάτης τὸν ἐμὸν κλέψασα σύνευνον ἦλθον καὶ πυκινῇ τεγγομένη ψακάδι.
τοὔνεκ΄ ἐν ἀπρήκτοισι καθήμεθα κοὐχὶ λαλεῦντες εὕδομεν͵ ὡς εὕδειν τοῖς φιλέουσι θέμις;
Ξέφυγ’ από τόν άντρα μου καί μεσονύχτι ήρθα• τής μπόρας μέ μουσκέψανε οι στάλες οι πυκνές.
Γιατί λοιπόν έτσι άπρακτοι καθόμαστε, φλυαρούμε καί δέν γλυκοπλαγιάζουμε ως πρέπει σ’ εραστές ;

V 131 Φιλοδήμου

Επεξεργασία
Ψαλμὸς καὶ λαλιὴ καὶ κωτίλον ὄμμα καὶ ᾠδὴ Ξανθίππης καὶ πῦρ ἄρτι καταρχόμενον͵
ὦ ψυχή͵ φλέξει σε· τὸ δ΄ ἐκ τίνος ἢ πότε καὶ πῶς οὐκ οἶδα· γνώσῃ͵ δύσμορε͵ τυφομένη.

V 126 Φιλοδήμου

Επεξεργασία
Πέντε δίδωσιν ἑνὸς τῇ δεῖνα ὁ δεῖνα τάλαντα, καὶ βινεῖ φρίσσων, καὶ μὰ τὸν οὐδὲ καλήν·
πέντε δ᾿ ἐγὼ δραχμὰς τῶν δώδεκα Λυσιανάσσῃ, καὶ βινῶ πρὸς τῷ κρείσσονα καὶ φανερῶς.
πάντως ἤτοι ἐγὼ φρένας οὐκ ἔχω, ἢ τό γε λοιπὸν κείνου πελέκει δεῖ διδύμους ἀφελεῖν