Συγγραφέας:Λεωνίδας ο Ταραντίνος

Συγγραφείς: Λεωνίδας ο Ταραντίνος
(ήκμασε μεταξύ 300 και 250 π.Χ.)
Δείτε επίσης βιογραφία.


Επιγράμματα στην Παλατινή Ανθολογία


VII 173 Διοτίμου, οι δε Λεωνίδου

Επεξεργασία
Αὐτόμαται δείλῃ ποτὶ ταὐλίον αἱ βόες ἦλθον ἐξ ὄρεος, πολλῇ νιφόμεναι χιόνι,
αἰαῖ, Θηρίμαχος δὲ παρὰ δρυῒ τὸν μακρὸν εὕδει ὕπνον, ἐκοιμήθη δ' ἐκ πυρὸς οὐρανίου.


VII 452 Λεωνίδα του Ταραντίνου

Επεξεργασία
Μνήμης Εὐβούλοιο σαόφρονος, ὦ παριόντες, πίνωμεν· κοινὸς πᾶσι λιμὴν Ἀΐδης.
Τόν μυαλωμένον Εύβουλο, διαβάτες, νά θυμάστε. Άς πίνουμε• γιά όλους μας λιμάνι ο Άδης είναι.

VII 658 Λεωνίδα του Ταραντίνου ή Θεοκρίτου

Επεξεργασία
Γνώσομαι, εἴ τι νέμεις ἀγαθοῖς πλέον, ἢ καὶ ὁ δειλὸς ἐκ σέθεν ὡσαύτως ἶσον ὁδοιπόρ᾽ ἔχει.
"χαιρέτω οὗτος ὁ τύμβος" ἐρεῖς "ἐπεὶ Εὐρυμέδοντος κεῖται τῆς ἱερῆς κοῦφος ὑπὲρ κεφαλῆς."

VII 660 Λεωνίδα του Ταραντίνου

Επεξεργασία
Ξεῖνε, Συρακόσιός τοι ἀνὴρ τόδ᾽ ἐφίεται ῎Ορθων: χειμερίας μεθύων μηδαμὰ νυκτὸς ἴοις.
καὶ γὰρ ἐγὼ τοιοῦτον ἔχω πότμον: ἀντὶ δὲ πολλᾶς πατρίδος ὀθνείαν κεῖμαι ἐφεσσάμενος.

VII 661 Εὐσθένεος τὸ μνῆμα: φυσιγνώμων ὁ σοφιστής

Επεξεργασία
Εὐσθένεος τὸ μνῆμα: φυσιγνώμων ὁ σοφιστής, δεινὸς ἀπ᾽ ὀφθαλμοῦ καὶ τὸ νόημα μαθεῖν.
εὖ μιν ἔθαψαν ἑταῖροι ἐπὶ ξείνης ξένον ὄντα: χὑμνοθέτης αὐτοῖς δαιμονίως φίλος ἦν.
πάντων ὧν ἐπέοικεν ἔχειν τεθνεὼς ὁ σοφιστὴς καίπερ ἄκικυς ἐὼν εἶχ᾽ ἄρα κηδεμόνας.

VII 662 ῾Η παῖς ᾤχετ᾽ ἄωρος ἐν ἑβδόμῳ ἥδ᾽ ἐνιαυτῷ

Επεξεργασία
῾Η παῖς ᾤχετ᾽ ἄωρος ἐν ἑβδόμῳ ἥδ᾽ ἐνιαυτῷ εἰς ᾿Αίδην πολλοῖς ἡλικίης προτέρη,
δειλαίη, ποθέουσα τὸν εἰκοσάμηνον ἀδελφόν, νήπιον ἀστόργου γευσάμενον θανάτου.
αἰαῖ ἐλεινὰ παθοῦσα Περιστερί, ὡς ἐν ἑτοίμῳ ἀνθρώποις δαίμων θῆκε τὰ λυγρότατα.

VII 663 Λεωνίδα του Ταραντίνου

Επεξεργασία
῾Ο μικκὸς τόδ᾽ ἔτευξε τᾷ Θραΐσσᾳ Μήδειος τὸ μνᾶμ᾽ ἐπὶ τᾷ ὁδῷ κἠπέγραψε Κλείτας.
ἑξεῖ τὰν χάριν ἁ γυνὰ ἀντὶ τήνων, ὧν τὸν κοῦρον ἔθρεψε. τί μάν; ἔτι χρησίμα καλεῖται.

X 1 Λεωνίδα του Ταραντίνου

Επεξεργασία
Ὁ πλόος ὡραῖος• καὶ γὰρ λαλαγεῦσα χελιδὼν ἤδη μέμβλωκεν χὠ χαρίεις ζέφυρος•
λειμῶνες δ' ἀνθεῦσι, σεσίγηκεν δὲ θάλασσα κύμασι καὶ τρηχεῖ πνεύματι βρασσομένη.
ἀγκύρας ἀνέλοιο καὶ ἐκλύσαιο γύαια, ναυτίλε, καὶ πλώοις πᾶσαν ἐφεὶς ὀθόνην.
ταῦθ' ὁ Πρίηπος ἐγὼν ἐπιτέλλομαι, ὁ λιμενίτας, ὤνθρωφ', ὡς πλώοις πᾶσαν ἐπ' ἐμπορίην.
Ωραία τά θαλασσινά ταξίδια τώρα πού ήρθε η χελιδόνα η φλύαρη κι ο Ζέφυρος φυσάει.
Τό κύμα κ’ οι άγριοι άνεμοι έχουνε πάψει τώρα τόν πόντο νά ταράζουνε καί τά λειβάδια ανθούνε.
Τράβα λοιπόν τίς άγκυρες, τούς κάβους λύσε, ναύτη, καί μέ πανιά ολάνοιχτα ξεκίνα τό ταξίδι.
Αυτά προστάζω ο Πρίαπος εγώ, πού ’μαι προστάτης τών καραβιών• ξεκίνησε γιά κάθε εμπορία.