Ρωμαϊκή Αρχαιολογία/ζ/31
←Κεφάλαια 21–30 | Κεφάλαια 31–40 Συγγραφέας: Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ζ΄ |
Κεφάλαια 41–50→ |
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. |
- ΚΕΦΑΛΑΙΟΝ ΛΑ΄
[1] ἵνα δὲ μᾶλλον ὑμῖν γένηται φανερόν, ὅτι οὐθὲν οὔτε μέτριον οὔτε δίκαιον ἀξιοῦσιν οἱ δημαγωγοί, ἀλλὰ παρανόμων τε καὶ ἀδυνάτων ἐφίενται μετενέγκαντες τὸ πρᾶγμα ἐφ᾽ ἑαυτούς, οὕτω σκοπεῖτε καὶ ὑπολάβετε τοὺς μετέχοντας τοῦ συνεδρίου τοῖς ἐν ὑμῖν [p. 47] πολιτευομένοις ἐγκαλεῖν, ὅτι πονηροὺς κατὰ τῆς βουλῆς διατίθενται λόγους ἐν ὑμῖν καὶ καταλύουσι τὴν πάτριον ἀριστοκρατίαν, καὶ διαστασιάζουσι τὴν πόλιν, ἅπαντα ταῦτα λέγοντας ἀληθῆ· ποιοῦσι γὰρ ταῦτα· καὶ τὸ πάντων χαλεπώτατον, ὅτι δυναστείαν περιβάλλονται μείζονα τῆς συγκεχωρημένης αὐτοῖς ἄκριτον ἀποκτείνειν ἐπιχειροῦντες ὃν ἂν ἐθέλωσιν ἐξ ἡμῶν, καὶ ὅτι δεῖ [2] τοὺς ταῦτα ποιοῦντας τεθνάναι νηποινί. πῶς ἂν ὑμεῖς ἐνέγκαιτε τὴν αὐθάδειαν τοῦ συνεδρίου; καὶ τί ἂν εἴποιτε; ἆρ᾽ οὐκ ἂν ἀγανακτήσαιτε καὶ δεινὰ φαίητε πάσχειν, εἰ τὴν παρρησίαν ἀφαιρήσεταί τις ὑμᾶς καὶ τὴν ἐλευθερίαν, τὸν ὑπὲρ τῶν ἐσχάτων κίνδυνον ἐπιθεὶς τοῖς ἐλευθέραν φωνὴν ὑπὲρ τοῦ δήμου φθεγξαμένοις; [3] οὐκ ἔνεστ᾽ ἄλλως εἰπεῖν. ἔπειθ᾽ ἃ παθεῖν οὐκ ἂν ὑπομείναιτε αὐτοί, ταῦθ᾽ ἑτέρους πάσχοντας ἀνέχεσθαι δικαιοῦτε; πολιτικά γ᾽, ὦ δημόται, καὶ μέτρια ὑμῶν τὰ βουλεύματα. τοιαῦτ᾽ ἀξιοῦντες οὐκ αὐτοὶ βεβαιοῦτε τὰς καθ᾽ ἑαυτῶν διαβολὰς ἀληθεῖς εἶναι, καὶ τοὺς συμβουλεύοντας τὴν παράνομον ὑμῶν δυναστείαν μὴ περιορᾶν αὐξομένην, τὰ δίκαια τῷ κοινῷ [4] φρονοῦντας ἀποδείκνυτε; ἐμοὶ μὲν γὰρ δοκεῖ. ἀλλ᾽ εἴ γε τἀναντία βούλεσθε ὧν διαβέβλησθε ποιεῖν, ἐμοὶ συμβούλῳ χρησάμενοι μετριάσατε καὶ τοὺς λόγους, ἐφ᾽ οἷς ἄχθεσθε, πολιτικῶς καὶ μὴ δυσοργήτως ἐνέγκατε. [p. 48] περιέσται γὰρ ὑμῖν μέν, εἰ τοῦτο ποιήσετε, ἀγαθοῖς εἶναι δοκεῖν, τοῖς δ᾽ ἀπεχθῶς διακειμένοις πρὸς ὑμᾶς μετανοεῖν.
- ΚΕΦΑΛΑΙΟΝ ΛΒ΄
[1] δίκαια μὲν δὴ ταῦτα προεχόμενοι πρὸς ὑμᾶς μεγάλα, ὥς γ᾽ οὖν οἰόμεθα, πείθομεν ὑμᾶς μηδὲν ἐξαμαρτάνειν· χρηστὰ δὲ καὶ φιλάνθρωπα ἔργα, οἷς χρησόμεθα οὐκ ὀνειδίσαι βουλόμενοι ὑμᾶς, ἀλλ᾽ ἐπιεικεστέρους ποιῆσαι, — χωρὶς τῶν παλαιῶν τὰ νεωστὶ γενόμενα περὶ τὴν κάθοδον ὑμῶν, — ὧν ἡμεῖς μὲν ἐπιλελῆσθαι βουλόμεθα, ὑμεῖς δὲ δίκαιοί ἐστε μεμνῆσθαι. [2] ἀναγκαζόμεθα δ᾽ αὐτὰ παραφέρειν νυνὶ χρῄζοντες ἀντὶ πολλῶν καὶ μεγάλων, ὧν ὑμῖν δεομένοις ἐχαρισάμεθα, ταύτην παρ᾽ ὑμῶν ἀντιλαβεῖν τὴν χάριν, μήτ᾽ ἀποκτεῖναι μήτ᾽ ἐκβαλεῖν τῆς πόλεως ἄνδρα φιλόπολιν καὶ τὰ πολέμια πάντων κράτιστον. ζημιωσόμεθα γὰρ οὐ μικρά, εὖ ἴστε, ὦ δημόται, τοιαύτης ἀποστερήσαντες ἀρετῆς τὴν πόλιν. μάλιστα μὲν οὖν δι᾽ αὐτὸν ἐκεῖνον ὑφεῖναι τῆς ὀργῆς δίκαιοί ἐστε μνησθέντες, ὅσους ὑμῶν ἔσωσεν ἐν τοῖς πολέμοις, καὶ μὴ λόγων μνησικακεῖν φαύλων, ἀλλ᾽ ἔργων μεμνῆσθαι καλῶν. [3] ὁ μὲν γὰρ λόγος ὑμᾶς τοῦ ἀνδρὸς οὐδὲν ἔβλαψεν, αἱ δὲ πράξεις αὐτοῦ μεγάλα ὠφέλησαν. εἰ δὲ πρὸς τοῦτον ἀδιαλλάκτως ἔχετε, ἡμῖν γέ τοι καὶ τῇ βουλῇ χαρίσασθε αὐτὸν δεομένοις, καὶ διαλλάγητε ἤδη ποτὲ βεβαίως τήν τε πόλιν, ὥσπερ ἐξ ἀρχῆς εἶχε, μίαν [p. 49] εἶναι ποιήσατε. εἰ δὲ πείθουσιν ἡμῖν οὐ συγχωρήσετε, εὖ ἴστε, ὅτι οὐδ᾽ ἡμεῖς βιαζομένοις ὑμῖν εἴξομεν, ἀλλ᾽ ἤτοι φιλότητος ἀδόλου καὶ χαρίτων ἔτι μειζόνων ἥδε ἡ πεῖρα τοῦ δήμου πᾶσιν αἰτία ἔσται, ἢ πολέμου ἐμφυλίου αὖθις ἄρξει καὶ κακῶν ἀνηκέστων.
- ΚΕΦΑΛΑΙΟΝ ΛΓ΄
[1] τοιαῦτα τοῦ Μηνυκίου διεξελθόντος ὁρῶντες οἱ δήμαρχοι τῇ τε μετριότητι τῶν λόγων καὶ τῇ φιλανθρωπίᾳ τῶν ὑποσχέσεων ἐπαγόμενον τὸ πλῆθος ἤχθοντο καὶ χαλεπῶς ἔφερον, μάλιστα δὲ Γάιος Σικίννιος Βελλοῦτος, ὁ πείσας τοὺς πένητας ἀποστῆναι τῶν πατρικίων καὶ στρατηγὸς ἀποδειχθεὶς ὑπ᾽ αὐτῶν, ἕως ἦσαν ἐν τοῖς ὅπλοις, ἔχθιστος ἀνὴρ ἀριστοκρατίᾳ καὶ διὰ τοῦτο προηγμένος ὑπὸ τῶν πολλῶν εἰς ἐπιφάνειαν τήν τε δημαρχικὴν ἐξουσίαν δεύτερον ἤδη παρειληφώς, ἁπάντων ἥκιστα τῶν δημαγωγῶν ἑαυτῷ συμφέρειν ὁμονοῆσαι οἰόμενος τὴν πόλιν καὶ τὸν ἀρχαῖον ἀναλαβεῖν κόσμον. [2] οὐ γὰρ ὅσον τὰς τιμὰς καὶ τὰς δυνάμεις ἕξειν ἔτι τὰς αὐτὰς ὑπελάμβανεν ἀριστοκρατίας πολιτευομένης, γεγονώς τε κακῶς καὶ τεθραμμένος ἀδόξως καὶ λαμπρὸν οὐθὲν ἀποδειξάμενος οὔτε κατὰ πολέμους οὔτ᾽ ἐν εἰρήνῃ, ἀλλὰ καὶ περὶ τῶν ἐσχάτων κινδυνεύσειν, ὡς διεστασιακὼς τὴν πόλιν καὶ πολλῶν αὐτῇ κακῶν γεγονὼς αἴτιος. [3] ἐνθυμηθεὶς δὴ ὅσα [p. 50] χρῆν λέγειν τε καὶ πράττειν καὶ μετὰ τῶν συναρχόντων βουλευσάμενος, ἐπειδὴ κἀκείνους ἔσχεν ὁμογνώμονας, ἀνέστη καὶ μικρὰ περὶ τῆς κατεχούσης τὸν δῆμον ἀτυχίας ἀποδυράμενος τούς θ᾽ ὑπάτους ἐπῄνεσεν, ὅτι λόγον ἠξίωσαν ὑποσχεῖν τοῖς δημόταις οὐχ ὑπεριδόντες αὐτῶν τῆς ταπεινότητος, καὶ τοῖς πατρικίοις εἰδέναι χάριν ἔφησεν, εἴ τις αὐτοῖς ἤδη ποτὲ φροντὶς εἰσέρχεται τῆς σωτηρίας τῶν πενήτων· καὶ ἔτι μᾶλλον ἔφη μετὰ πάντων ἐκμαρτυρήσειν, ἐὰν ὅμοια παράσχωνται τοῖς λόγοις τὰ ἔργα.
- ΚΕΦΑΛΑΙΟΝ ΛΔ΄
[1] εἰπὼν δὲ ταῦτα καὶ δόξας μέτριος ὀργὴν εἶναι καὶ διαλλακτικὸς ἐπιστρέφει πρὸς τὸν Μάρκιον παρεστηκότα τοῖς ὑπάτοις καὶ λέγει· σὺ δέ, τί οὐκ ἀπολογῇ πρὸς τοὺς σαυτοῦ πολίτας, ὦ γενναῖε, περὶ ὧν εἶπας ἐν τῇ βουλῇ; μᾶλλον δὲ τί οὐκ ἀντιβολεῖς καὶ παραιτῇ τὰς ὀργὰς αὐτῶν, ἵνα μετριωτέραν ἐπιθῶσί σοι ζημίαν; ἀρνεῖσθαι μὲν γὰρ οὐκ ἂν ἀξιώσαιμί σε τοσούτων ἀνδρῶν εἰδότων οὐδ᾽ εἰς ἀναισχύντους καταφεύγειν ἀπολογίας, Μάρκιον ὄντα καὶ φρόνημα μεῖζον ἢ κατ᾽ ἰδιώτην ἔχοντα· εἰ μὴ ἄρα τοῖς μὲν ὑπάτοις καὶ τοῖς πατρικίοις καλῶς ἔχει πείθειν ὑπὲρ σοῦ τὸν δῆμον, σοὶ δ᾽ οὐκ ἄρα καλῶς ἕξει ταὐτὸ [2] τοῦτο περὶ σεαυτοῦ ποιήσαντι; ταῦτα δ᾽ ἔλεγεν οὐκ [p. 51] ἀγνοῶν, ὅτι μεγαλόφρων ἀνὴρ οὐχ ὑπομενεῖ κατήγορος ἑαυτοῦ γενόμενος ὡς ἡμαρτηκὼς ἄφεσιν αἰτεῖσθαι τῆς τιμωρίας, οὐδ᾽ εἰς ὀλοφυρμοὺς καὶ δεήσεις καταφεύξεται παρὰ τὸν ἑαυτοῦ τρόπον, ἀλλ᾽ ἤτοι καὶ τὸ παράπαν ἀπαξιώσει τὴν ἀπολογίαν, ἢ τὴν ἔμφυτον αὐθάδειαν φυλάττων οὐθὲν ὑποθωπεύσει τὸν δῆμον μετριάσας περὶ τοὺς λόγους· ὅπερ καὶ συνέβη. [3] γενομένης γὰρ ἡσυχίας καὶ πολλῆς ἐμπεσούσης ὀλίγου δεῖν πᾶσι τοῖς δημοτικοῖς προθυμίας ἀπολύειν αὐτόν, εἰ τὸν παρόντα θεραπεύσειε καιρόν, τοιαύτην αὐθάδειαν ἐπεδείξατο λόγων, καὶ τοσοῦτον αὐτῶν κατεφρόνησεν, ὥστε παρελθὼν ἔξαρνος μὲν ὑπὲρ οὐθενὸς ἦν τῶν πρὸς τὴν βουλὴν εἰρημένων κατὰ τοῦ πλήθους, οὐδ᾽ ὡς μεταγινώσκων ἐπ᾽ αὐτοῖς εἰς οἴκτους καὶ παραιτήσεις ἐτρέπετο· ἀρχὴν δ᾽ οὐδὲ δικασταῖς αὐτοῖς ἠξίου χρῆσθαι περὶ οὐδενὸς πράγματος, ὡς οὐδεμίαν ἔχουσιν ἐξουσίαν νόμιμον· εἰ δὲ βουλήσεταί τις ἐπὶ τῶν ὑπάτων αὐτοῦ κατηγορεῖν εἴτ᾽ ἔργων εὐθύνας ἀπαιτῶν εἴτε λόγων, [4] ἔνθα νόμος ἐστὶν ἕτοιμος εἶναι δίκην ὑπέχειν. παρεληλυθέναι δὲ πρὸς τοὺς δημότας ἔλεγεν, ἐπειδὴ καλοῦσιν αὐτοί, τὰ μὲν ἐπιτιμήσων ταῖς παρανομίαις αὐτῶν καὶ πλεονεξίαις, αἷς ἐχρήσαντο περί τε τὴν ἀπόστασιν καὶ μετὰ τὴν κάθοδον· τὰ δὲ συμβουλεύσων ἐπισχεῖν ἤδη ποτὲ καὶ συστεῖλαι τὰς ἀδίκους ἐπιθυμίας. [5] καὶ μετὰ τοῦτ᾽ ἐπιστρεφῶς πάνυ καὶ θρασέως ἁπάντων αὐτῶν καθήπτετο καὶ μάλιστα τῶν δημάρχων. προσῆν δ᾽ αὐτοῦ τοῖς λόγοις οὐχ ὡς πολίτου δῆμον ἀναδιδάσκοντος εὐλόγιστος αἰδώς, οὐδ᾽ ὡς ἰδιώτου [p. 52] πολλοῖς ἀπεχθομένου σώφρων εὐλάβεια πρὸς τὰς τοῦ κρατοῦντος ὀργάς, ἀλλ᾽ ὡς ἐχθροῦ προπηλακίζοντος ἀδεῶς τοὺς ὑπὸ χεῖρας ἄκρατός τις χολὴ καὶ βαρεῖα τοῦ κακῶς πάσχοντος ὑπεροψία.
- ΚΕΦΑΛΑΙΟΝ ΛΕ΄
[1] τοιγάρτοι λέγοντός τ᾽ αὐτοῦ μεταξὺ πολὺς θόρυβος ἐγίνετο τῇδε καὶ τῇδε θαμινὰ μεθελκομένοις, ὡς ἐν διαφόροις, πλήθεσι καὶ οὐ ταὐτὰ βουλομένοις, τῶν μὲν ἡδομένων ἐπὶ τοῖς λόγοις αὐτοῦ, τῶν δὲ πάλιν ἀχθομένων. καὶ ἐπειδὴ ἐπαύσατο λέγων, ἔτι πλείων ἀνέστη βοὴ καὶ θόρυβος. [2] οἱ μὲν γὰρ πατρίκιοι κράτιστον ἀνδρῶν λέγοντες ἐπῄνουν αὐτὸν ἐπὶ τῇ παρρησίᾳ καὶ μόνον ἀπέφαινον ἐξ ἁπάντων σφῶν ἐλεύθερον, ὃς οὔτε πολεμίων ἔδεισεν ἐπιόντων ὄχλον οὔτε πολιτῶν αὐθάδεις καὶ παρανόμους ἐκολάκευσεν ὁρμάς· οἱ δὲ δημοτικοὶ δυσανασχετοῦντες ἐπὶ τοῖς ὀνειδισμοῖς βαρὺν καὶ πικρὸν καὶ πολεμίων ἁπάντων ἔχθιστον αὐτὸν ἀπεκάλουν. [3] προθυμίαν δὲ πολλὴν εἶχόν τινες ἤδη, οἷς πολὺ προσῆν τὸ εὐχερές, ἐν χειρῶν αὐτὸν διαφθεῖραι νόμῳ. συνήργουν δ᾽ αὐτοῖς εἰς τοῦτο καὶ συνελάμβανον οἱ δήμαρχοι, καὶ μάλιστα Σικίννιος ἐνεδίδου τοῖς βουλήμασι τὰς ἡνίας. τελευτῶν γοῦν, ἐπειδὴ πολλὴν αὐτοῦ καταδρομὴν ἐποιήσατο καὶ τοὺς θυμοὺς ἐξέκαυσε τῶν δημοτῶν, πολὺς ἐμπνεύσας τῇ κατηγορίᾳ τέλος ἐξήνεγκεν, ὅτι θάνατον αὐτοῦ καταψηφίζεται τὸ [p. 53] ἀρχεῖον τῆς εἰς τοὺς ἀγορανόμους ὕβρεως ἕνεκεν, οὓς τῇ προτέρᾳ τῶν ἡμερῶν ἄγειν αὐτὸν κελευσθέντας ὑφ᾽ αὑτῶν τύπτων ἀπήλασεν· οὐ γὰρ ἑτέρων τινῶν εἶναι τὸν προπηλακισμὸν τὸν εἰς τοὺς ὑπηρέτας σφῶν γενόμενον ἢ τῶν κελευσάντων. [4] καὶ ταῦτ᾽ εἰπὼν ἐπέταξεν ἄγειν αὐτὸν ἐπὶ τὸν ὑπερκείμενον τῆς ἀγορᾶς λόφον· ἔστι δὲ τὸ χωρίον κρημνὸς ἐξαίσιος, ὅθεν αὐτοῖς ἔθος ἦν βάλλειν τοὺς ἐπιθανατίους. οἱ μὲν οὖν ἀγορανόμοι προσῄεσαν ὡς ἐπιληψόμενοι τοῦ σώματος, οἱ δὲ πατρίκιοι μέγα ἐμβοήσαντες ὥρμησαν ἐπ᾽ αὐτοὺς ἀθρόοι· ἔπειθ᾽ ὁ δῆμος ἐπὶ τοὺς πατρικίους· καὶ ἦν πολλὴ μὲν ἔργων ἀκοσμία, πολλὴ δὲ λόγων ὕβρις παρ᾽ ἀμφοῖν, [5] ὠθισμοί τε καὶ χειρῶν ἐπιβολαί. κατελήφθη δὲ καὶ σωφρονεῖν ἠναγκάσθη τὰ παρακινοῦντα ὑπὸ τῶν ὑπάτων βιασαμένων εἰς μέσους καὶ τοῖς ῥαβδούχοις ἀναστέλλειν κελευσάντων τοὺς ὄχλους· τοσαύτη ἄρα τῆς ἀρχῆς αἰδὼς ἦν τοῖς τότε ἀνθρώποις, καὶ οὕτω τίμιον τὸ τῆς βασιλικῆς ἐξουσίας μίμημα. ἐφ᾽ οἷς ὁ Σικίννιος ἀδημονῶν καὶ διαταραττόμενος εὐλαβείας τε μεστὸς ὤν, μὴ προσαναγκάσῃ τοὺς διαφόρους τοῖς βιαίοις τὰ βίαια λῦσαι, ἀποστῆναι τ᾽ οὐκ ἀξιῶν τοῦ ἐγχειρήματος, ἐπειδὴ ἅπαξ ἐπεβάλετο, καὶ μένειν ἐφ᾽ οἷς ἔκρινεν οὐ δυνατὸς ὤν, πολὺς ἐν τῷ σκοπεῖν, ὅ τι πρακτέον ἦν.
- ΚΕΦΑΛΑΙΟΝ ΛΣΤ΄
[1] κατιδὼν δ᾽ αὐτὸν ἀμηχανοῦντα Λεύκιος Ἰούνιος Βροῦτος, ἐκεῖνος ὁ δημαγωγὸς ὁ τεχνησάμενος, [p. 54] ἐφ᾽ οἷς ἔσονται δικαίοις αἱ διαλλαγαί, δεινὸς ἀνὴρ τά τ᾽ ἄλλα καὶ πόρους εὑρεῖν ἐν ἀπόροις, προσέρχεται μόνος μόνῳ καὶ ὑποτίθεται μὴ φιλονεικεῖν ἐγχειρήματι θερμῷ καὶ παρανόμῳ συναγωνιζόμενον, ὁρῶντα τούς τε πατρικίους ἅπαντας ἠρεθισμένους καὶ ἑτοίμους ὄντας, εἰ κληθεῖεν ὑπὸ τῶν ὑπάτων, ἐπὶ τὰ ὅπλα χωρεῖν, τοῦ δὲ δήμου τὸ καρτερώτατον μέρος ἐνδοιάζον καὶ οὐκ ἀγαπητῶς δεχόμενον ἀνδρὸς ἐπιφανεστάτου τῶν ἐν τῇ πόλει παράδοσιν ἐπὶ θανάτῳ καὶ ταῦτ᾽ ἀκρίτου. [2] συνεβούλευε δ᾽ αὐτῷ τότε μὲν εἶξαι καὶ μὴ χωρεῖν ὁμόσε τοῖς ὑπάτοις, μή τι μεῖζον κακὸν ἐργάσηται, προθεῖναι δὲ τῷ ἀνδρὶ δίκην ὁρίσαντα χρόνον ὅσον δή τινα, καὶ ψῆφον ἀναδοῦναι τοῖς πολίταις ὑπὲρ αὐτοῦ κατὰ φυλάς· ὅ τι δ᾽ ἂν αἱ πλείους ψῆφοι καθαιρῶσι, τοῦτο ποιεῖν· τυραννικὸν μὲν γὰρ εἶναι καὶ βίαιον, ὃ νῦν ἐπειρᾶτο διαπράττεσθαι, τὸν αὐτὸν ὑπάρχειν καὶ κατήγορον καὶ δικαστὴν καὶ τοῦ μέτρου τῆς τιμωρίας κύριον· πολιτικὸν δὲ τὸ κατὰ νόμους ἀπολογίας τυχόντα τὸν ὑπαίτιον, ὅ τι ἂν τοῖς πλείοσι δικασταῖς δόξῃ, τοῦτο παθεῖν. [3] πείθεται τούτοις ὁ Σικίννιος μηδὲν ὁρῶν βούλευμα κρεῖττον καὶ παρελθὼν ἔφη· τὴν μὲν σπουδὴν ὁρᾶτε τῶν πατρικίων τὴν εἰς τὰ φονικὰ καὶ βίαια ἔργα, ὦ δημόται, ὡς ἑνὸς ἀνδρὸς αὐθάδους ὅλην ἀδικοῦντος τὴν πόλιν ἧττον τίθενται τὸ πλῆθος τὸ ὑμέτερον. οὐ μὴν ὁμοίους γ᾽ αὐτοῖς γίνεσθαι χρὴ [p. 55] καὶ ἐπὶ κεφαλὴν ὠθεῖσθαι οὔτ᾽ ἄρχοντας πολέμου οὔτ᾽ ἀμυνομένους· ἀλλ᾽ ἐπειδὴ πρόφασιν εὐπρεπῆ προβάλλονταί τινες τὸν νόμον, ᾧ βοηθοῦντες αὐτὸν ἀφαιροῦνται τῆς κολάσεως, ὃς οὐκ ἐᾷ τῶν πολιτῶν οὐθέν᾽ ἀποκτεῖναι ἄκριτον, συγχωρήσωμεν αὐτοῖς τὸ δίκαιον τοῦτο, καίπερ οὐδὲ νόμιμα πάσχοντες οὐδὲ δίκαια ὑπ᾽ αὐτῶν, καὶ δείξωμεν, ὅτι τοῖς εὐγνώμοσι μᾶλλον ἢ τοῖς βιαίοις περιεῖναι τῶν ἀδικούντων ἡμᾶς πολιτῶν βουλόμεθα. [4] ὑμεῖς μὲν οὖν ἄπιτε καὶ τὸν μέλλοντα καιρὸν ἐκδέχεσθε οὐ πολὺν ἐσόμενον· ἡμεῖς δὲ παρασκευασάμενοι τὰ κατεπείγοντα προθήσομεν χρόνον τῷ ἀνδρὶ εἰς ἀπολογίαν καὶ τὴν δίκην ἐφ᾽ ὑμῶν συντελέσομεν. ὅταν δὲ γένησθε τῆς ψήφου κατὰ τὸν νόμον κύριοι, τιμήσατε αὐτῷ ἧς ἂν ἄξιον εὕρητε ζημίας. καὶ περὶ μὲν τούτου τοσαῦτα. τῆς δὲ τοῦ σίτου διαπράσεώς τε καὶ διαθέσεως, ἵν᾽ ἐκ τοῦ δικαιοτάτου γένηται, εἰ μή τις ἔσται τούτοις καὶ τῇ βουλῇ φροντίς, αὐτοὶ ἐπιμελησόμεθα. ταῦτ᾽ εἰπὼν διέλυσε τὴν ἐκκλησίαν.
- ΚΕΦΑΛΑΙΟΝ ΛΖ΄
[1] μετὰ τοῦθ᾽ οἱ μὲν ὕπατοι συναγαγόντες τὴν βουλὴν ἐσκόπουν ἐφ᾽ ἡσυχίας, τίς ἂν γένοιτο τῆς παρούσης ταραχῆς λύσις. καὶ ἔδοξεν αὐτοῖς πρῶτον μὲν ἀποθεραπεῦσαι τοὺς δημότας, εὐώνους πάνυ καὶ λυσιτελεῖς ποιήσαντας αὐτοῖς τὰς ἀγοράς· ἔπειτα πείθειν [p. 56] τοὺς προεστηκότας αὐτῶν χάριτι τῆς βουλῆς παύσασθαι καὶ μὴ παράγειν τὸν Μάρκιον, εἰ δὲ μὴ πείθοιεν εἰς μακροτάτους ἀναβάλλεσθαι χρόνους, ἕως ἂν μαρανθῶσιν αἱ τῶν πολλῶν ὀργαί. [2] ταῦτα ψηφισάμενοι τὸ μὲν ὑπὲρ τῆς ἀγορᾶς δόγμα εἰς τὸν δῆμον ἐξήνεγκαν καὶ πάντων ἐπαινεσάντων ἐκύρωσαν. ἦν δὲ τοιόνδε· τὰς τιμὰς εἶναι τῶν ὠνίων τῶν πρὸς τὸν καθ᾽ ἡμέραν βίον, αἵτινες ἐγένοντ᾽ ἐλάχισται πρὸ τῆς ἐμφυλίου στάσεως. παρὰ δὲ τῶν δημάρχων πολλὰ λιπαρήσαντες τὴν μὲν ὁλοσχερῆ πάρεσιν οὐχ εὕροντο, τὴν δ᾽ εἰς χρόνον ὅσον ἠξίουν ἀναβολὴν ἔλαβον· αὐτοί τε προσεμηχανήσαντο διατριβὴν ἑτέραν ἀφορμῇ τοιᾷδε χρησάμενοι. [3] τοὺς ἐκ Σικελίας ἀποσταλέντας ὑπὸ τοῦ τυράννου πρέσβεις καὶ παρακομίσαντας τῷ δήμῳ τὴν τοῦ σίτου δωρεὰν ἀποπλέοντας οἴκαδε Ἀντιάται πειρατήριον στείλαντες κατήγαγον ἀποσαλεύοντας οὐ πρόσω τῶν λιμένων καὶ τά τε χρήματ᾽ αὐτῶν ὡς πολεμίων δἰ ὠφελείας ἔθεντο, καὶ τὰ σώματα κατακλείσαντες εἶχον ἐν φυλακῇ. [4] ταῦτα μαθόντες οἱ ὕπατοι ἔξοδον ἐψηφίσαντο ἐπὶ τοὺς Ἀντιάτας, ἐπειδὴ πρεσβευομένοις αὐτοῖς οὐδὲν ἠξίουν τῶν δικαίων ποιεῖν· καὶ ποιησάμενοι τῶν ἐν ἀκμῇ κατάλογον ἐξῄεσαν ἀμφότεροι, ψήφισμα κυρώσαντες ὑπὲρ ἀναβολῆς τῶν τ᾽ ἰδίων καὶ τῶν δημοσίων δικῶν, ὅσον ἂν χρόνον ὦσιν ἐν τοῖς ὅπλοις. [5] ἐγένετο δ᾽ οὗτος οὐχ ὅσον ὑπέλαβον, ἀλλὰ [p. 57] πολλῷ ἐλάττων. οἱ γὰρ Ἀντιάται μαθόντες ἐξεστρατευμένους πανδημεὶ Ῥωμαίους οὐδὲ τὸν ἐλάχιστον ἀντέσχον χρόνον, δεόμενοι δὲ καὶ λιπαροῦντες τά τε σώματα τῶν ἁλόντων Σικελιωτῶν ἀπέδοσαν καὶ τὰ χρήματα, ὥστ᾽ ἠναγκάσθησαν οἱ Ῥωμαῖοι εἰς τὴν πόλιν ἀναστρέψαι.
- ΚΕΦΑΛΑΙΟΝ ΛΗ΄
[1] διαλυθείσης δὲ τῆς στρατιᾶς ὁ μὲν Σικίννιος ὁ δήμαρχος συναγαγὼν τὸ πλῆθος εἰς ἐκκλησίαν προεῖπεν ἡμέραν, ἐν ᾗ συντελεῖν ἔμελλε τὴν περὶ τοῦ Μαρκίου κρίσιν· καὶ παρεκάλει τούς τε κατὰ πόλιν ὑπάρχοντας ἀθρόους ἥκειν ἐπὶ τὴν διάγνωσιν τῆς δίκης καὶ τοὺς ἐπὶ τῶν ἀγρῶν διατρίβοντας ἀφεμένους τῶν ἔργων εἰς τὴν αὐτὴν ἡμέραν ἀπαντᾶν, ὡς ὑπὲρ ἐλευθερίας καὶ σωτηρίας ὅλης τῆς πόλεως τὴν ψῆφον ἀναληψομένους· παρήγγελλε δὲ καὶ τῷ Μαρκίῳ παρεῖναι πρὸς τὴν ἀπολογίαν ὡς οὐδενὸς ἀτυχήσοντι τῶν περὶ [2] τὰς κρίσεις νομίμων. τοῖς δ᾽ ὑπάτοις ἐδόκει βουλευσαμένοις μετὰ τοῦ συνεδρίου μὴ περιορᾶν τὸν δῆμον ἐξουσίας τηλικαύτης κύριον γενόμενον. εὕρητο δ᾽ αὐτοῖς τῆς κωλύσεως ἀφορμὴ δικαία καὶ νόμιμος, ᾗ χρώμενοι πάντα διαλύσειν ᾤοντο τὰ τῶν ἀντιδίκων βουλεύματα. καὶ μετὰ τοῦτο παρεκάλεσαν εἰς λόγους ἐλθεῖν τοὺς προεστηκότας τοῦ δήμου συνόντων αὐτοῖς τῶν ἐπιτηδείων. [3] καὶ ἔλεξε Μηνύκιος τοιάδε· ἡμῖν, ὦ δήμαρχοι, δοκεῖ χρῆναι τὴν στάσιν ἐξελαύνειν ἐκ τῆς πόλεως ἁπάσῃ δυνάμει καὶ μὴ φιλονεικεῖν ἐναντία τῷ [p. 58] δήμῳ περὶ μηδενὸς χρήματος· μάλιστα δ᾽ ὅταν ὁρῶμεν ὑμᾶς ἀπὸ τῶν βιαίων ἐπὶ τὰ δίκαια καὶ τοὺς λόγους ἥκοντας. ταύτης μέντοιγε τῆς γνώμης ἐπαινοῦντες ὑμᾶς τὴν βουλὴν οἰόμεθα δεῖν ἄρξαι προβούλευμα ποιησαμένην, ὥσπερ ἐστὶν ἡμῖν πάτριον. δύναισθε δ᾽ ἂν καὶ [4] αὐτοὶ τοῦτο μαρτυρεῖν, ὅτι, ἐξ οὗ τήνδε τὴν πόλιν ἔκτισαν ἡμῶν οἱ πρόγονοι, τοῦτο τὸ γέρας ἔχουσα ἡ βουλὴ διατετέλεκε, καὶ οὐθὲν πώποτε ὁ δῆμος, ὅ τι μὴ προβουλεύσειεν ἡ βουλή, οὔτ᾽ ἐπέκρινεν οὔτ᾽ ἐπεψήφισεν, οὐχ ὅτι νῦν, ἀλλ᾽ οὐδ᾽ ἐπὶ τῶν βασιλέων τὰ δ᾽, ἀλλ᾽ ὅσα τῷ συνεδρίῳ δόξειε, ταῦθ᾽ οἱ βασιλεῖς εἰς τὸν δῆμον ἐκφέροντες ἐπεκύρουν. μὴ δὴ τοῦτ᾽ ἀφαιρεῖσθε τὸ δίκαιον ἡμῶν, μηδὲ ἀρχαῖον καλὸν ἔθος ἀφανίζετε· διδάξαντες δὲ τὸ συνέδριον, ὅτι δικαίου δεῖσθε καὶ μετρίου πράγματος, ὅτι ἂν ἐκείνῳ δοκῇ, τούτου τὸν δῆμον ἀποδείξατε κύριον.
- ΚΕΦΑΛΑΙΟΝ ΛΘ΄
[1] ταῦτα τῶν ὑπάτων λεγόντων ὁ μὲν Σικίννιος οὐκ ἠνείχετο τῶν λόγων οὐδὲ ἠξίου τὴν βουλὴν οὐδενὸς ποιεῖν κυρίαν· οἱ δὲ τὴν αὐτὴν ἔχοντες ἐξουσίαν ἐκείνῳ Δεκίου γνώμῃ χρησάμενοι συνεχώρουν γενέσθαι τὸ προβούλευμα, δικαίαν τινὰ καὶ αὐτοὶ ποιησάμενοι πρόκλησιν, ἣν οὐχ οἷόν τ᾽ ἦν μὴ [2] δέξασθαι τοῖς ὑπάτοις. ἠξίουν γὰρ τοὺς βουλευτὰς λόγον ἀποδόντας αὐτοῖς τε τοῖς ὑπὲρ τοῦ δήμου πράττουσι [p. 59] καὶ τοῖς συναγορεύειν ἢ τἀναντία λέγειν βουλομένοις, ἐπειδὰν ἀκούσωσιν ἁπάντων τῶν βουλομένων, ὅ τι ἂν αὐτοῖς φανῇ δίκαιόν τε καὶ τῷ κοινῷ συμφέρον ἀποφήνασθαι, φέρειν δὴ τὴν γνώμην ἅπαντας ὥσπερ ἐν δικαστηρίῳ τὸν νόμιμον ὅρκον ὀμόσαντας· ὅ τι δ᾽ ἂν αἱ πλείους γνῶμαι καθαιρῶσι, τοῦτ᾽ εἶναι κύριον. [3] συγχωρησάντων δὲ τῶν ὑπάτων ὥσπερ ἠξίουν οἱ δήμαρχοι τὸ προβούλευμα γενέσθαι, τότε μὲν διελύθησαν· τῇ δὲ κατόπιν ἡμέρᾳ παρῆν μὲν εἰς τὸ συνέδριον ἡ βουλή· οἱ δ᾽ ὕπατοι δηλώσαντες αὐτῇ τὰ συγκείμενα τοὺς δημάρχους ἐκάλουν, καὶ περὶ ὧν ἥκουσιν ἐκέλευον λέγειν. παρελθὼν δ᾽ ὁ Δέκιος ὁ συγχωρήσας τὸ προβούλευμα γενέσθαι τοιούτοις ἐχρήσατο λόγοις.
- ΚΕΦΑΛΑΙΟΝ Μ΄
[1] οὐ λανθάνει μὲν ἡμᾶς, ὦ βουλή, τὸ συμβησόμενον, ὅτι δι᾽ αἰτίας ἐσόμεθα παρὰ τῷ δήμῳ τῆς εἰς ὑμᾶς ἀφίξεως ἕνεκα, καὶ κατήγορον ἕξομεν τοῦ προβουλεύματος ἄνδρα τὴν αὐτὴν ἐξουσίαν ἔχοντα ἡμῖν, ὃς οὐκ ᾤετο δεῖν, ἃ δίδωσιν ἡμῖν ὁ νόμος, ταῦτα παρ᾽ ὑμῶν αἰτεῖν, οὐδ᾽ ἐν εὐεργεσίας μέρει τὸ δίκαιον λαμβάνειν. κίνδυνον δ᾽ οὐ τὸν ἐλάχιστον ἀναρρίψομεν εἰς δίκην ὑπαχθέντες, ἀλλ᾽ ὡς αὐτόμολοι καὶ προδόται καταγνωσθέντες τὰ αἴσχιστα πεισόμεθα. [2] ἀλλὰ καίπερ ἐπιστάμενοι ταῦτα, ὅμως ὑπεμείναμεν εἰς ὑμᾶς ἐλθεῖν [p. 60] τῷ τε δικαίῳ πεποιθότες καὶ τοῖς ὅρκοις ἐπιτρέψαντες, οἷς ὀμόσαντες οἴσετε τὰς γνώμας. φαῦλοι μὲν οὖν ἡμεῖς γ᾽ ὡς περὶ τηλικούτων καὶ τοσούτων λέγειν καὶ πολὺ τοῦ προσήκοντος ἐνδεέστεροι, τὰ δὲ πράγματα οὐ φαῦλα, ὑπὲρ ὧν λέξομεν. τούτοις οὖν προσέχετε τὸν νοῦν, καὶ ἐὰν ὑμῖν δόξῃ δίκαιά τε καὶ συμφέροντα τῷ κοινῷ, προσθήσω δ᾽ ὅτι καὶ ἀναγκαῖα, συγχωρήσατε ἡμῖν αὐτῶν τυχεῖν ἑκόντες.