Κεφάλαια 21–30
Συγγραφέας:
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ζ΄
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885.


ΚΕΦΑΛΑΙΟΝ ΚΑ΄

[1] τούτων ἦν τῶν ὀλιγαρχικῶν καὶ ὁ Μάρκιος ἐκεῖνος ὁ Κοριολάνος ἐπικληθείς, οὐχ ὥσπερ οἱ λοιποὶ κρύφα καὶ δι᾽ εὐλαβείας τὴν ἑαυτοῦ γνώμην ἀποφαινόμενος, ἀλλ᾽ ἄντικρυς καὶ θρασέως, ὥστε πολλοὺς ἀκοῦσαι καὶ τῶν δημοτικῶν. εἶχε γάρ τινας ἔξω τῶν κοινῶν ἐγκλημάτων καὶ ἰδίας προφάσεις νεωστὶ γενομένας, ἐξ ὧν εἰκότως ἐδόκει μισεῖν τοὺς δημοτικούς. [2] ὑπατείαν γὰρ αὐτῷ μετιόντι ταῖς ἔγγιστα γενομέναις ἀρχαιρεσίαις καὶ τοὺς πατρικίους ἔχοντι συναγωνιζομένους ὁ δῆμος ἐναντιωθεὶς οὐκ εἴασε δοῦναι τὴν ἀρχὴν τήν τε λαμπρότητα τοῦ ἀνδρὸς καὶ τὴν τόλμαν δἰ εὐλαβείας ἔχων, μή τι διὰ ταῦτα νεωτερίσῃ περὶ τὴν τῶν δημάρχων κατάλυσιν, καὶ μάλιστα δεδιώς, ὅτι συνελάμβανεν αὐτῷ πάσῃ προθυμίᾳ τὸ τῶν πατρικίων πλῆθος ὡς οὐδενὶ τῶν πρότερον. [3] ταύτης τ᾽ οὖν τῆς ὕβρεως ὀργῇ ἐπαρθεὶς ὁ ἀνὴρ καὶ τὴν μεταβολὴν τοῦ πολιτεύματος εἰς τὸν ἐξ ἀρχῆς κόσμον ἀποκαταστῆσαι προθυμούμενος αὐτός τ᾽ ἀναφανδόν, ὥσπερ καὶ πρότερον ἔφην, ἔπραττε τὴν τοῦ δήμου κατάλυσιν, καὶ [p. 35] τοὺς ἄλλους ἐνῆγεν. ἦν δὲ περὶ αὐτὸν ἑταιρία μεγάλη νέων εὐγενῶν, οἷς ἦν τὰ μέγιστα τιμήματα βίων καὶ πελάται συχνοὶ συνεστηκότες ἐπὶ ταῖς ἐκ τῶν πολέμων ὠφελείαις· οἷς ἐπαιρόμενος ἐφρυάττετο καὶ λαμπρὸς ἦν καὶ προῆλθεν ἐπὶ μήκιστον ἐπιφανείας. [4] οὐ μὴν εὐτυχοῦς γε διὰ ταῦτα καταστροφῆς ἔτυχε· συναχθείσης γὰρ ὑπὲρ τούτων βουλῆς καὶ τῶν πρεσβυτέρων, ὡς ἔθος ἦν αὐτοῖς, πρώτων ἀποφηναμένων τὰς ἑαυτῶν διανοίας, ἐν οἷς οὐ πολλοί τινες ἦσαν οἱ τὰς κατὰ τοῦ δήμου γνώμας ἄντικρυς ἀγορεύσαντες, ἐπειδὴ καθῆκεν εἰς τοὺς νεωτέρους ὁ λόγος, αἰτησάμενος ἐξουσίαν παρὰ τῶν ὑπάτων εἰπεῖν ὅσα βούλεται, καὶ τυχὼν ἐπισημασίας τε μεγάλης καὶ προσοχῆς λόγον διεξῆλθε κατὰ τοῦ δήμου τοιόνδε.

ΚΕΦΑΛΑΙΟΝ ΚΒ΄

[1] ὅτι μὲν οὐχ ὑπ᾽ ἀνάγκης τε καὶ ἀπορίας βιασθεὶς ὁ δῆμος ἐποιήσατο τὴν ἀπόστασιν, ὦ πατέρες, ἀλλὰ πονηρᾷ ἐλπίδι ἐπαρθεὶς ὡς καταλύσων τὴν ἀριστοκρατίαν ὑμῶν καὶ πάντων αὐτὸς ἐσόμενος τῶν κοινῶν κύριος, σχεδὸν οἶμαι πάντας ὑμᾶς ᾐσθῆσθαι τὰ περὶ τὰς διαλλαγὰς αὐτοῦ πλεονεκτήματα ὁρῶντας· ᾧ γ᾽ οὐκ ἀπέχρησε διαφθείραντι τὴν περὶ τὰ συμβόλαια πίστιν καὶ τοὺς ἐπὶ ταύτῃ κειμένους ἀνελόντι νόμους μηθὲν ἄλλο πολυπραγμονεῖν, καινὴν δὲ καταστησάμενος ἀρχὴν ἐπὶ τῷ καθελεῖν τὴν τῶν ὑπάτων ἱερὰν καὶ ἄσυλον ἐποίησεν αὐτὴν νόμῳ, καὶ νῦν τυραννικὴν ἐξουσίαν περιβαλλόμενος, ὦ βουλή, τῷ νεωστὶ κυρωθέντι νόμῳ λέληθεν ὑμᾶς. [2] ὅταν γὰρ ἐπ᾽ ἐξουσίας πολλῆς οἱ [p. 36] προεστηκότες αὐτοῦ πρόφασιν εὐπρεπῆ προβαλλόμενοι τὸ δὴ τοῖς ἀδικουμένοις τῶν δημοτῶν βοηθεῖν διὰ τῆς ἐξουσίας ταύτης ἄγωσι καὶ φέρωσιν, ὅσ᾽ ἂν αὐτοῖς δοκῇ, καὶ μηθεὶς ὁ κωλύσων τὰς παρανομίας αὐτῶν ᾖ, μήτ᾽ ἰδιώτης μήτ᾽ ἄρχων δεδοικὼς τὸν νόμον, ὃς ἀφαιρεῖται καὶ τὸν λόγον ἡμῶν ἅμα τοῖς ἔργοις θάνατον ἐπιτιθεὶς ζημίαν τοῖς ἐλευθέραν φωνὴν ἀφιεῖσι, τί προσῆκεν ὄνομα θέσθαι τῇ δυναστείᾳ ταύτῃ τοὺς νοῦν ἔχοντας ἕτερον, ἢ τοῦθ᾽, ὅπερ ἐστὶν ἀληθὴς καὶ πάντες ἂν ὁμολογήσετε, τυραννίδα; εἰ δ᾽ οὐχ ὑφ᾽ ἑνὸς ἀνδρός, ἀλλ᾽ ὑφ᾽ ὅλου τυραννούμεθα δήμου, τί τοῦτο διαφέρει; τὸ γὰρ ἔργον ἐξ ἀμφοῖν ταὐτό. [3] κράτιστον μὲν οὖν ἦν μηδὲ τὸ σπέρμα τῆς ἐξουσίας ταύτης ἐᾶσαι καταβαλλόμενον, ἀλλὰ πάντα ὑπομεῖναι πρότερον, ὡς Ἄππιος ὁ βέλτιστος ἐκ πολλοῦ τὰ δεινὰ προορώμενος ἠξίου, εἰ δὲ μή, νῦν γ᾽ ὁμοθυμαδὸν ἅπαντας ἐξορύξαντας αὐτὴν πρόρριζον ἐκ τῆς πόλεως ἐκβαλεῖν, ἕως [4] ἀσθενής ἐστι καὶ προσπολεμηθῆναι ῥᾳδία. καὶ τοῦτ᾽ οὐ πρώτοις ἡμῖν, ὦ βουλή, οὐδὲ μόνοις ἐξεγένετο παθεῖν, πολλοῖς δὲ καὶ πολλάκις ἤδη τοῖς εἰς ἀβουλήτους ἀνάγκας καταστᾶσι γνώμης ἁμαρτοῦσι τῆς ἀρίστης περὶ τὰ μέγιστα, ἐπειδὴ τὰς ἀρχὰς οὐκ ἐκώλυσαν τοῦ κακοῦ, τὰς αὐξήσεις πειρᾶσθαι καθαιρεῖν· καὶ ἡ μετάνοια τῶν ὀψὲ ἀρχομένων σωφρονεῖν ἥττων οὖσα τῆς προνοίας, καθ᾽ ἕτερον αὖ τρόπον οὐ χείρων οὖσα ἀναφαίνεται τῇ κωλύσει τοῦ τέλους ἀφανίζουσα τὸ ἐν τῇ ἀρχῇ ἀγνοηθέν. [p. 37]

ΚΕΦΑΛΑΙΟΝ ΚΓ΄

[1] εἰ δέ τισιν ὑμῶν δεινὰ μὲν τὰ τοῦ δήμου ἔργα εἶναι δοκεῖ, καὶ κωλύεσθαι αὐτὸν οἴονται δεῖν τὰ λοιπὰ ἐξαμαρτάνοντα, δέος δ᾽ εἰσέρχεται, μὴ δόξωσι λύειν τὰς ὁμολογίας πρότεροι καὶ παραβαίνειν τοὺς ὅρκους, γνώτωσαν, ὅτι οὐκ ἄρχοντες, ἀλλ᾽ ἀμυνόμενοι, οὐδ᾽ ἀναιροῦντες τὰς ὁμολογίας, ἀλλὰ τοὺς ἀνῃρηκότας τιμωρούμενοι αὐτὸ δρῶσιν, ἀναίτιοί τε πρὸς θεοὺς ἔσονται καὶ ἐπὶ τῷ σφετέρῳ συμφέροντι τὰ δίκαια πράξουσι. [2] μέγα δ᾽ ὑμῖν γενέσθω τεκμήριον, ὅτι τοῦ λύειν τὰς ὁμολογίας καὶ παρασπονδεῖν οὐχ ὑμεῖς, ἀλλὰ τὸ δημοτικὸν ἄρχει μέρος οὐκ ἀξιοῦν ἐμμένειν, ἐφ᾽ οἷς εὕρετο τὴν κάθοδον· οὐ γὰρ ἐπὶ τῷ κακῶς δρᾶσαι τὴν βουλήν, ἀλλ᾽ ἐπὶ τῷ μὴ ὑπ᾽ ἐκείνης κακοῦσθαι τὴν τῶν δημάρχων ἐξουσίαν ᾐτήσατο. χρῆται δ᾽ αὐτῇ οὐκέτι εἰς ἃ δεῖ οὐδ᾽ ἐφ᾽ οἷς εὕρετο, ἀλλ᾽ ἐπὶ διαφθορᾷ [3] καὶ συγχύσει τῆς πατρίου πολιτείας. μέμνησθε γὰρ δήπου τὴν νεωστὶ γενομένην ἐκκλησίαν καὶ τοὺς ὑπὸ τῶν δημαγωγῶν ῥηθέντας ἐν αὐτῇ λόγους, ὅσην ἐπεδείξαντο αὐθάδειάν τε καὶ ἀκοσμίαν, καὶ νῦν, ἐφ᾽ οἵου εἰσὶν αὐχήματος οἱ μηδὲν ὑγιὲς φρονοῦντες, ἐπειδὴ ἔγνωσαν, ὡς ἐν τῇ ψήφῳ ἐστὶν ἅπαν τὸ τῆς πόλεως κράτος, ἧς αὐτοὶ κρατήσουσι πλείους ἡμῶν ὄντες. [4] τί οὖν καταλείπεται ποιεῖν ἡμῖν ἀρξάντων ἐκείνων παρασπονδεῖν καὶ παρανομεῖν, εἰ μὴ τὸ ἀμύνεσθαι τοὺς ἄρξαντας, καὶ ἃ τέως ἀδίκως ἔχουσιν ἀφελέσθαι σὺν δίκῃ, καὶ εἰς τὸ λοιπὸν παῦσαι πλειόνων ἐφιεμένους· [p. 38] χάριν εἰδότας τοῖς θεοῖς, ὅτι οὐκ εἴασαν αὐτοὺς τὰ πρῶτα πλεονεκτήσαντας εἰς τὰ λοιπὰ σωφρονεῖν, ἀλλὰ ταύτην ἐνέβαλον αὐτοῖς τὴν ἀναισχυντίαν τε καὶ πολυπραγμοσύνην, ὑφ᾽ ἧς ὑμεῖς ἀναγκασθέντες τά τ᾽ ἀπολωλότα πειρᾶσθε ἀναλαβεῖν, καὶ τὰ λοιπὰ δι᾽ ἧς προσῆκε φυλακῆς λαβεῖν.

ΚΕΦΑΛΑΙΟΝ ΚΔ΄

[1] καιρὸς δ᾽ ὁ παρὼν οἷος οὐχ ἕτερος, εἴπερ γ᾽ ἄρχεσθαι μέλλετε σωφρονεῖν, ἐν ᾧ κεκάκωται αὐτῶν τὸ πλεῖστον μέρος ὑπὸ τοῦ λιμοῦ, καὶ τὸ λοιπὸν οὐκ ἂν ἔτι δύναιτο πολὺν ἀντισχεῖν χρόνον ὑπ᾽ ἀχρηματίας, εἰ σπανίους τε καὶ τιμίας ἔχοι τὰς ἀγοράς· ἀναγκασθήσονται δ᾽ οἱ μὲν κάκιστοι καὶ οὐδέποτε τῇ ἀριστοκρατίᾳ χαίροντες ἐκλιπεῖν τὴν πόλιν, οἱ δ᾽ ἐπιεικέστεροι πολιτεύεσθαι κοσμίως μηθὲν ἔτι ἐνοχλοῦντες ὑμῖν. [2] τάς τ᾽ οὖν ἀγορὰς διὰ φυλακῆς ἔχετε, καὶ τῆς τιμῆς τῶν ὠνίων μηθὲν ἀνίετε, ἀλλ᾽ ὅσου πλείστου ποτὲ ἦν τὰ ὤνια, τοσούτου καὶ νῦν αὐτὰ πωλεῖν ψηφίσασθε δικαίας ἀφορμὰς ἔχοντες καὶ προφάσεις εὐλόγους τήν τ᾽ ἀχάριστον τοῦ δήμου καταβοήν, ὡς ὐφ᾽ ἡμῶν κατασκευασθείσης τῆς σιτοδείας, ἣ διὰ τὴν ἀπόστασιν τὴν ἐκείνων ἐγένετο καὶ τὴν καταφθοράν, ἣν ἐποιήσαντο, τῆς γῆς, ἄγοντες αὐτὴν καὶ φέροντες ὥσπερ πολεμίαν, καὶ τὰς ἐξαιρεθείσας ἐκ τοῦ δημοσίου δαπάνας εἰς τοὺς ἀποσταλέντας ἐπὶ τὴν σιτωνίαν ἄνδρας, καὶ ἄλλα πολλά τιν᾽, ἃ ἠδίκησθε ὑπ᾽ αὐτῶν· ἵνα καὶ [p. 39] γνῶμεν ἤδη, τί ποτ᾽ ἐστὶν ἐκεῖνο τὸ δεινόν, ὃ διαθήσουσιν ἡμᾶς, ἂν μὴ ποιῶμεν ἅπαντα τῷ δήμῳ τὰ καθ᾽ ἡδονάς, ὡς οἱ δημαγωγοὶ αὐτῶν δεδιττόμενοι ἔλεγον. [3] εἰ δ᾽ ἀφήσετε καὶ τοῦτον ἐκ τῶν χειρῶν τὸν καιρόν, πολλάκις εὔξεσθε τοιούτου τυχεῖν ἑτέρου· καὶ εἰ γνοίη τοῦθ᾽ ὁ δῆμος, ὅτι βουληθέντες καταλύειν αὐτοῦ τὴν ἰσχὺν ἀπετράπεσθε, πολὺ μᾶλλον ὑμῖν βαρὺς ἐγκείσεται, πολέμιον μὲν τὸ βουλόμενον ὑμῶν ἡγούμενος, δειλὸν δὲ τὸ μὴ δυνάμενον.

ΚΕΦΑΛΑΙΟΝ ΚΕ΄

[1] τοιαῦτ᾽ εἰπόντος τοῦ Μαρκίου διέστησαν αἱ γνῶμαι τῶν συνέδρων, καὶ θόρυβος ἐν αὐτοῖς ἐγίνετο πολύς. οἱ μὲν γὰρ ἐξ ἀρχῆς ἐναντίοι τοῖς δημοτικοῖς καὶ τὰς διαλλαγὰς παρὰ γνώμην ὑπομείναντες, ἐν οἷς ἥ τε νεότης ὀλίγου δεῖν πᾶσα ἦν καὶ τῶν πρεσβυτέρων οἱ πλουσιώτατοί τε καὶ φιλοτιμότατοι, βαρέως φέροντες οἱ μὲν ἐπὶ ταῖς περὶ τὰ συμβόλαια βλάβαις, οἱ δ᾽ ἐπὶ τῇ περὶ τὰς τιμὰς ἐλαττώσει ἐπῄνουν τὸν ἄνδρα ὡς γενναῖον καὶ φιλόπολιν καὶ τὰ κράτιστα τῷ κοινῷ [2] λέγοντα· οἱ δὲ δημοτικὰς ἔχοντες τὰς προαιρέσεις τῶν τρόπων καὶ τὸν πλοῦτον οὐ πέρα τοῦ δέοντος ἐκτετιμηκότες τῆς τ᾽ εἰρήνης οὐδὲν ἀναγκαιότερον ὑπολαμβάνοντες ἤχθοντο τοῖς λεγομένοις ὑπ᾽ αὐτοῦ καὶ τὴν γνώμην οὐ προσίεντο· ἠξίουν τε μὴ τοῖς βιαίοις, ἀλλὰ τοῖς εὐγνώμοσι περιεῖναι τῶν ταπεινοτέρων, μηδ᾽ ἀπρεπές, ἀλλ᾽ ἀναγκαῖον ἡγεῖσθαι τὸ ἐπιεικές, ἄλλως τε καὶ πρὸς τοὺς συμπολιτευομένους ἐπ᾽ εὐνοίᾳ γινόμενον· [p. 40] μανίαν τ᾽ ἀπέφαινον αὐτοῦ τὴν συμβουλήν, οὐ παρρησίαν οὐδὲ ἐλευθερίαν. βραχὺ μὲν οὖν τοῦτο τὸ μέρος καὶ ἀσθενὲς ὂν περιεωθεῖτο ὑπὸ τοῦ βιαιοτέρου. [3] ταῦτα δ᾽ ὁρῶντες οἱ δήμαρχοι· παρῆσαν γὰρ τῷ συνεδρίῳ παρακληθέντες ὑπὸ τῶν ὑπάτων· ἐβόων τε καὶ ἤσπαιρον καὶ τὸν Μάρκιον λυμεῶνα καὶ ὄλεθρον τῆς πόλεως ἀπεκάλουν πονηροὺς διεξιόντα κατὰ τοῦ δήμου λόγους, καὶ εἰ μὴ κωλύσειαν αὐτὸν οἱ πατρίκιοι πόλεμον ἐμφύλιον εἰς τὴν πόλιν εἰσάγοντα θανάτῳ ζημιώσαντες ἢ φυγῇ, αὐτοὶ ποιήσειν τοῦτ᾽ ἔλεγον. [4] θορύβου δ᾽ ἔτι πλείονος ἐπὶ τοῖς λόγοις τῶν δημάρχων γενομένου, καὶ μάλιστ᾽ ἐκ τῶν νεωτέρων τὰς ἀπειλὰς δυσανασχετούντων ἐπαρθεὶς τούτοις ὁ Μάρκιος αὐθαδέστερον ἤδη καθήπτετο τῶν δημαρχων καὶ θρασύτερον· εἰ μὴ παύσεσθε μέντοι, λέγων, ταράττοντες τὴν πόλιν ὑμεῖς καὶ ἐκδημαγωγοῦντες τοὺς ἀπόρους, οὐκέτι λόγῳ διοίσομαι πρὸς ὑμᾶς, ἀλλ᾽ ἔργῳ.

ΚΕΦΑΛΑΙΟΝ ΚΣΤ΄

[1] ἠγριωμένης δὲ τῆς βουλῆς, ὡς ἔμαθον οἱ δήμαρχοι πλείους ὄντας τοὺς βουλομένους ἀφελέσθαι τὴν δοθεῖσαν ἐξουσίαν τῷ δήμῳ τῶν ἐμμένειν ταῖς ὁμολογίαις ἀξιούντων, ἐξέδραμον ἐκ τοῦ βουλευτηρίου κεκραγότες καὶ θεοὺς τοὺς ὁρκίους ἐπικαλούμενοι. καὶ μετὰ τοῦτο συναγαγόντες εἰς ἐκκλησίαν τὸν δῆμον ἐδήλωσαν αὐτῷ τοὺς ἐν τῇ βουλῇ ῥηθέντας λόγους ὑπὸ τοῦ Μαρκίου, καὶ τὸν ἄνδρα εἰς ἀπολογίαν ἐκάλουν. [2] ὡς δ᾽ οὐ προσεῖχεν αὐτοῖς, ἀλλὰ καὶ τοὺς ὑπηρέτας, ὑφ᾽ ὧν ἐκαλεῖτο, προπηλακίζων τοῖς λόγοις ἀνεῖρξεν, [p. 41] ἀγανακτήσαντες ἔτι μᾶλλον οἱ δήμαρχοι παραλαβόντες τούς τ᾽ ἀγορανόμους καὶ τῶν ἄλλων πολιτῶν συχνοὺς ὥρμησαν ἐπ᾽ αὐτόν· ὁ δ᾽ ἔτυχεν ἔτι διατρίβων πρὸ τοῦ βουλευτηρίου τῶν τε πατρικίων πολλοὺς ἐπαγόμενος καὶ τὴν ἄλλην ἑταιρίαν περὶ αὑτὸν ἔχων. [3] ὡς δὲ συνεῖδον αὐτὸν οἱ δήμαρχοι, προσέταξαν τοῖς ἀγορανόμοις ἐπιλαβέσθαι τοῦ σώματος καί, εἰ μὴ ἑκὼν βούλεται ἀκολουθεῖν, βίᾳ ἄγειν· εἶχον δὲ τότε τὴν ἀγορανομικὴν ἐξουσίαν Τῖτος Ἰούνιος Βροῦτος καὶ Γάιος Οὐισέλλιος Ῥοῦγας. οἱ μὲν δὴ προσῄεσαν ὡς ἐπιληψόμενοι τοῦ ἀνδρός, οἱ δὲ πατρίκιοι δεινὸν ἡγησάμενοι τοὖργον ὑπὸ τῶν δημάρχων πρὸ δίκης ἄγεσθαί τινα σφῶν βίᾳ προὔστησαν τοῦ Μαρκίου καὶ τύπτοντες τοὺς ὁμόσε χωροῦντας ἀπήλασαν. [4] διαβοηθέντος δὲ τοῦ πάθους ἀνὰ τὴν πόλιν ὅλην ἐξεπήδων ἅπαντες ἐκ τῶν οἰκιῶν· οἱ μὲν ἐν τοῖς ἀξιώμασιν ὄντες καὶ χρημάτων ἔχοντες εὖ τὸν Μάρκιον ὑπερασπιοῦντες ἅμα τοῖς πατρικίοις καὶ τὴν ἀρχαίαν ἀνακτησόμενοι πολιτείαν, οἱ δὲ ταπεινοὶ ταῖς τύχαις καὶ βίου σπανίζοντες ἀμύνειν παρεσκευασμένοι τοῖς δημάρχοις καὶ ποιεῖν, ὅ τι ἂν ἐκεῖνοι κελεύσωσιν· ἥ τ᾽ αἰδώς, ὑφ᾽ ἧς κρατούμενοι τέως οὐδὲν ἐτόλμων εἰς ἀλλήλους παρανομεῖν, τότ᾽ ἀνῄρητο ὑπ᾽ αὐτῶν. οὐ μὴν ἔδρασάν γ᾽ οὐδὲν ἀνήκεστον τὴν ἡμέραν ἐκείνην, ἀλλ᾽ εἰς τὴν ἐπιοῦσαν ἀνεβάλοντο, γνώμῃ τε καὶ παρακλήσει τῶν ὑπάτων εἴξαντες. [p. 42]

ΚΕΦΑΛΑΙΟΝ ΚΖ΄

[1] τῇ δ᾽ ἑξῆς ἡμέρᾳ πρῶτοι καταβάντες εἰς τὴν ἀγορὰν οἱ δήμαρχοι συνεκάλουν τὸν δῆμον εἰς ἐκκλησίαν καὶ παριόντες ἐκ διαδοχῆς πολλὰ μὲν τῶν πατρικίων κατηγόρουν ὡς ἐψευσμένων τὰς συνθήκας καὶ παραβεβηκότων τοὺς ὅρκους, οὓς ἐποιήσαντο πρὸς τὸν δῆμον ὑπὲρ ἀμνηστίας τῶν πάλαι, πίστεις παραφέροντες τοῦ μὴ βεβαίως αὐτοὺς διηλλάχθαι πρὸς τὸ δημοτικὸν τήν τε τοῦ σίτου σπάνιν, ἣν αὐτοὶ κατέσκευσαν, καὶ τὰς ἀποστολὰς τῶν κληρουχιῶν ἀμφοτέρων καὶ τἆλλα ὅσα ἐμηχανήσαντο μειώσεως τοῦ πλήθους ἕνεκα. [2] πολλὰ δὲ τοῦ Μαρκίου καθήπτοντο τοὺς ῥηθέντας ὑπ᾽ αὐτοῦ λόγους ἐν τῇ βουλῇ διεξιόντες, καὶ ὅτι καλούμενος εἰς ἀπολογίαν ὑπὸ τοῦ δήμου οὐ μόνον οὐκ ἠξίωσεν ἐλθεῖν, ἀλλὰ καὶ τοὺς ἀφικομένους ἐπ᾽ αὐτὸν ἀγορανόμους τύπτων ἀπήλασεν. ἐκάλουν δὲ μάρτυρας τῶν ἐν τῇ βουλῇ γενομένων τοὺς ἐντιμοτάτους τῶν ἐκεῖ, τῆς δὲ περὶ τοὺς ἀγορανόμους ὕβρεως ἅπαντας τοὺς τότε παρόντας κατὰ τὴν ἀγορὰν δημοτικούς. [3] ταῦτα δ᾽ εἰπόντες ἐδίδοσαν, εἰ βουλομένοις εἴη, τοῖς πατρικίοις ἀπολογίαν, κατέχοντες ἐπὶ τῆς ἐκκλησίας τὸν δῆμον, ἕως ἡ βουλὴ διαλυθείη. ἔτυχον γὰρ ὑπὲρ αὐτῶν τούτων συνεδρεύοντες οἱ πατρίκιοι διαποροῦντες, εἴτ᾽ ἀπολογητέον αὐτοῖς εἴη πρὸς τὸν δῆμον ὑπὲρ ὧν διεβλήθησαν, [4] εἴτε μενετέον ἐφ᾽ ἡσυχίας. ἐπεὶ δ᾽ αἱ πλείους γνῶμαι τὰ φιλανθρωπότερα τῶν αὐθαδεστέρων προείλοντο, διαλύσαντες οἱ ὕπατοι τὸν σύλλογον προῆλθον [p. 43] εἰς τὴν ἀγορὰν τάς τε κοινὰς ἀπολυσόμενοι διαβολὰς καὶ περὶ τοῦ Μαρκίου τὸν δῆμον ἀξιώσοντες μηθὲν βουλεῦσαι ἀνήκεστον. καὶ παρελθὼν ὁ πρεσβύτερος αὐτῶν Μηνύκιος ἔλεξε τοιάδε.

ΚΕΦΑΛΑΙΟΝ ΚΗ΄

[1] ἡ μὲν ὑπὲρ τῆς σιτοδείας ἀπολογία πάνυ βραχεῖά ἐστιν, ὦ δημόται, καὶ οὐκ ἄλλους τινὰς παρεξόμεθα ὧν ἂν λέγωμεν ἢ ὑμᾶς μάρτυρας. τήν τε γὰρ ἀφορίαν τῶν σιτικῶν καρπῶν ἐπίστασθε δήπου καὶ αὐτοὶ διὰ τὸν ἐκλειφθέντα σπόρον γενομένην· τήν τ᾽ ἄλλην καταφθορὰν τῆς χώρας οὐ παρ᾽ ἑτέρων ὑμᾶς δεῖ μαθεῖν, ἀφ᾽ ἧς αἰτίας συνέβη,. καὶ ὡς τελευτῶσα ἡ πλείστη τε καὶ ἀρίστη γὴ πάντων ἐσπάνικε καρπῶν τε καὶ ἀνδραπόδων καὶ βοσκημάτων τὰ μὲν ὑπὸ τῶν πολεμίων διαρπαζομένη, τὰ δ᾽ ὑμῖν μὴ ἐπιχορηγοῦσα τοσούτοις οὖσι καὶ μηδεμίαν ἄλλην ἀποστροφὴν ἔχουσιν. [2] ὥστ᾽ οὐκ ἐξ ὧν οἱ δημαγωγοὶ διαβάλλουσιν, ἀλλ᾽ ἐξ ὧν αὐτοὶ ἴστε, τὸν λιμὸν ἡγούμενοι γεγονέναι παύσασθε προσάπτοντες ἐπιβουλὴν ἡμετέραν τῷ πάθει καὶ [3] δἰ ὀργῆς ἔχοντες ἡμᾶς οὐθὲν ἀδικοῦντας. αἱ δ᾽ ἀποστολαὶ τῶν κληρούχων ἐκ τοῦ ἀναγκαίου ἐγένοντο, κοινῇ δόξαν ὑμῖν ἅπασι διὰ φυλακῆς ἔχειν χωρία εἰς πόλεμον ἐπιτήδεια, καὶ μεγάλα ὤνησαν ἐν καιρῷ σφόδρα ἀναγκαίῳ γενόμεναι τούς τ᾽ ἐξιόντας καὶ τοὺς ὑπολειπομένους ὑμῶν. οἱ μὲν γὰρ ἀφθονωτέρων εὐποροῦσιν [p. 44] ἐκεῖ τῶν ἐπιτηδείων· οἱ δ᾽ ἐνθάδε ὑπομείναντες ἧττον σπανίζουσι τῆς ἀγορᾶς· ἥ τ᾽ ἰσομοιρία τῆς τύχης ἧς μετέσχομεν ὑμῖν τοῖς δημοτικοῖς οἱ πατρίκιοι κλήρῳ ποιησάμενοι τὴν ἔξοδον, οὐ ψέγεται.

ΚΕΦΑΛΑΙΟΝ ΚΘ΄

[1] τί οὖν παθόντες οἱ δημαγωγοὶ περὶ τούτων ἡμῖν ἐγκαλοῦσιν, ὧν κοινὰς ἔσχομεν τὰς γνώμας καὶ τὰς τύχας, εἴτε δεινῶν ὄντων, ὡς οὗτοί φασιν, [2] εἴτ᾽ ὠφελίμων, ὥσπερ ἡμεῖς οἰόμεθ᾽; ἃ μὲν γὰρ ἐπὶ τῇ νεωστὶ βουλῇ γενομένῃ διαβεβλήμεθ᾽ ὑπ᾽ αὐτῶν ὡς οὐκ ἀξιοῦντες μετριάσαι περὶ τὰς τιμὰς τῆς ἀγορᾶς, ὡς ἐπιβουλεύοντες ἀφελέσθαι τὴν ἐξουσίαν τῶν δημάρχων, ὡς μνησικακοῦντες ὑμῖν τῆς ἀποστάσεως καὶ παντὶ τρόπῳ προθυμούμενοι κακῶσαι τὸ δημοτικόν, καὶ πάντα τὰ τοιαῦτ᾽ ἐγκλήματα ἔργοις ἀπολυσόμεθ᾽ οὐκ εἰς μακρὰν οὔτε κακὸν οὐθὲν ὑμᾶς ἐργασάμενοι τήν τ᾽ ἐξουσίαν τῶν δημάρχων, ἐφ᾽ οἷς τότε συνεχωρήσαμεν ὑμῖν ἔχειν, καὶ νῦν βεβαιοῦντες, τοῦ δὲ σίτου τὴν διάπρασιν ὡς ἂν ὑμῖν ἅπασι δόξῃ ποιησάμενοι. περιμείναντες οὖν, ἐάν τι μὴ γένηται τούτων, τότε κατηγορεῖτε ἡμῶν. [3] εἰ δὲ βουληθείητε ἀκριβῶς ἐξετάσαι τὰ διάφορα, δικαιότερον ἂν ἡμεῖς οἱ πατρίκιοι τοῦ δήμου κατηγοροίημεν, %5ἢ τὴν βουλὴν ὑμεῖς ἔχοιτε δι᾽ αἰτίας. ἀδικεῖτε γὰρ ἡμᾶς, ὦ δημόται, καὶ μηθὲν ἀχθεσθῆτε ἀκούοντες, εἴ γ᾽ οὐκ ἀναμείναντες τῆς γνώμης ἡμῶν μαθεῖν τὸ τέλος κατηγορεῖν ἤδη αὐτῆς ἀξιοῦτε. [p. 45] [4] καίτοι τίς οὐκ οἶδεν, ὅτι παντὶ τῷ βουλομένῳ ῥᾷστον ἔργον ἂν γένοιτο συγχέαι καὶ ἀνελεῖν ὁμόνοιαν ἐκ πόλεως τοιαῦτ᾽ ἐγκαλοῦντι, ὧν ἡ πίστις μέλλουσα καὶ ἐν ἀδήλῳ ἔτι οὖσα οὐ φυλακή ἐστι τοῦ μὴ παθεῖν τι κακόν, ἀλλὰ πρόφασις τοῦ ἀδικεῖν; [5] καὶ οὐ τοῖς προεστηκόσιν ὑμῶν μόνον ὧν διαβάλλουσι τὴν βουλὴν καὶ συκοφαντοῦσιν ἐπιτιμᾶν ἄξιον, ἀλλὰ καὶ ὑμῖν οὐχ ἧττον ὧν πιστεύετε αὐτοῖς καὶ πρὶν ἢ πειραθῆναι ἀγανακτεῖτε. χρῆν γὰρ ὑμᾶς, εἰ τὰ μέλλοντα ἐφοβεῖσθε ἀδικήματα, καὶ τὰς ἐπ᾽ αὐτοῖς ὀργὰς μελλούσας ἔχειν. νῦν δὲ φαίνεσθε ταχύτερα μᾶλλον ἢ φρονιμώτερα ἐγνωκέναι καὶ τὸ ἀσφαλέστερον ἐν τῷ κακουργοτέρῳ τιθέναι.

ΚΕΦΑΛΑΙΟΝ Λ΄

[1] περὶ μὲν δὴ τῶν κοινῶν ἀδικημάτων, ἐφ᾽ οἷς τὴν βουλὴν οἱ δήμαρχοι διέβαλον, ἀποχρῆν οἴομαι τοσαῦτ᾽ εἰρῆσθαι. ἐπεὶ δὲ καὶ καθ᾽ ἕνα ἕκαστον ἡμῶν, περὶ ὧν ἂν εἴπωμεν ἐν τῇ βουλῇ, συκοφαντοῦσι, καὶ διιστάναι τὴν πόλιν αἰτιῶνται, καὶ νῦν Γάιον Μάρκιον, ἄνδρα φιλόπολιν, ἐλευθέρᾳ φωνῇ χρησάμενον ὑπὲρ τῶν κοινῶν ἀποκτεῖναι ζητοῦσιν ἢ φυγάδα ποιῆσαι τῆς πατρίδος, βούλομαι καὶ περὶ τούτου τὰ δίκαια εἰπεῖν πρὸς ὑμᾶς· καὶ σκοπεῖτε, εἰ μετρίους καὶ ἀληθεῖς ἐρῶ· [2] τοὺς λόγους. ὑμεῖς, ὦ δημόται, διαλλαττόμενοι πρὸς τὴν βουλὴν ἀποχρῆν ὑμῖν ᾤεσθε τῶν δανείων ἀφεῖσθαι, καὶ βοηθείας ἕνεκα τῶν κατισχυομένων πενήτων ἄρχοντας ἐξ αὑτῶν ᾐτήσασθε ἀποδεικνύναι, καὶ ταῦτ᾽ [p. 46] ἀμφότερα πολλὴν εἰδότες ἡμῖν χάριν ἐλάβετε· καταλῦσαι δὲ τὴν ἀρχὴν τῶν ὑπάτων ἢ τὴν βουλὴν ἄκυρον ποιῆσαι τῆς ὑπὲρ τῶν κοινῶν προστασίας καὶ τὴν τάξιν ἀνατρέψαι τῆς πατρίου πολιτείας οὔτ᾽ ᾐτήσασθε οὔτε μέλλετε. [3] τί οὖν παθόντες ἐπιχειρεῖτε πάντα συγχεῖν ταῦτα νυνί; καὶ τίνι δικαίῳ πιστεύοντες τὰς τιμὰς ἡμῶν ζητεῖτε ἀφαιρεῖσθαι; εἰ γὰρ ἐν τοῖς μετέχουσι τῆς βουλῆς φοβερὸν ποιήσετε τὸ μὴ μετὰ παρρησίας ἃ φρονοῦσι λέγειν, τί ἂν εἴποιεν οἱ προεστηκότες ὑμῶν ἐπιεικές; ἢ ποίῳ χρησάμενοι νόμῳ θανάτῳ ζημιοῦν ἢ φυγῇ τῶν πατρικίων τινὰς ἀξιώσουσιν; οὔτε γὰρ οἱ παλαιοὶ νόμοι ταύτην διδόασιν ὑμῖν τὴν ἐξουσίαν, οὔθ᾽ αἱ νεωστὶ γενόμεναι πρὸς τὴν βουλὴν ὁμολογίαι. [4] τὸ δ᾽ ἐκβαίνειν τοὺς νομίμους ὅρους καὶ τὴν βίαν κρείττονα ποιεῖν τῆς δίκης οὐκέτι δημοτικόν ἐστιν, ἀλλ᾽ εἰ τἀληθῆ βούλεσθε ἀκούειν τυραννικόν. ἐγὼ δὴ παραινέσαιμ᾽ ἂν ὑμῖν, ὧν μὲν εὕρεσθε παρὰ τῆς βουλῆς φιλανθρώπων μηδενὸς ἀφίστασθαι, ὧν δ᾽ οὐκ ἠξιώσατε διαλυόμενοι τὴν ἔχθραν τότε τυχεῖν μηδὲ νῦν ἀντιποιεῖσθαι.