Ρωμαϊκή Αρχαιολογία/ε/61
←Κεφάλαια 51–60 | Κεφάλαια 61–70 Συγγραφέας: Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ε΄ |
Κεφάλαια 71–77→ |
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. |
- ΚΕΦΑΛΑΙΟΝ ΞΑ΄
[1] ὡς δ᾽ ἀπηγγέλθη τοῖς Λατίνοις ἡ τῆς Φιδήνης ἅλωσις, ὀρθὴ καὶ περίφοβος πᾶσα πόλις ἦν, καὶ τοῖς προεστηκόσι τῶν κοινῶν ἅπαντες ἐχαλέπαινον ὡς προδεδωκόσι τοὺς συμμάχους. συναχθείσης δ᾽ ἀγορᾶς ἐν Φερεντίνῳ πολλὴν ἐποιοῦντο τῶν ἀποσπευδόντων τὸν πόλεμον κατηγορίαν οἱ τὰ ὅπλα πείθοντες αὐτοὺς ἀναλαβεῖν, μάλιστα δὲ Ταρκύνιός τε καὶ ὁ κηδεστὴς αὐτοῦ Μαμίλιος καὶ οἱ προεστηκότες τῆς Ἀρικηνῶν πόλεως. [2] ὑφ᾽ ὧν ἐκδημαγωγηθέντες, ὅσοι τοῦ Λατίνων μετεῖχον γένους, κοινῇ τὸν κατὰ Ῥωμαίων ἀναιροῦνται πόλεμον· καὶ ἵνα πόλις μηδεμία μήτε προδῷ τὸ κοινὸν μήτε προκαταλύσηται τὴν ἔχθραν [p. 231] ἄνευ τῆς ἁπάντων γνώμης ὅρκους ἔδοσαν ἀλλήλοις, καὶ τοὺς μὴ φυλάξοντας τὰς ὁμολογίας ἐκσπόνδους εἶναι καὶ καταράτους ἐψηφίσαντο καὶ πολεμίους ἁπάντων. [3] οἱ δ᾽ ἐγγραψάμενοι ταῖς συνθήκαις ταῦτα πρόβουλοι καὶ τοὺς ὅρκους ὀμόσαντες ἀπὸ τούτων τῶν πόλεων ἦσαν ἄνδρες, Ἀρδεατῶν, Ἀρικηνῶν, Βοϊλλανῶν, Βουβεντανῶν, Κόρνων, Καρυεντανῶν, Κιρκαιητῶν, Κοριολανῶν, Κορβιντῶν, Καβανῶν, Φορτινείων, Γαβίων, Λαυρεντίνων, Λανουινίων, Λαβινιατῶν, Λαβικανῶν, Νωμεντανῶν, Νωρβανῶν, Πραινεστίνων, Πεδανῶν, Κορκοτουλανῶν, Σατρικανῶν, Σκαπτηνίων, Σητίνων, Τιβουρτίνων, Τυσκλανῶν, Τοληρίνων, Τελληνίων, Οὐελιτρανῶν· ἐκ τούτων ἁπασῶν τῶν πόλεων τοὺς ἐν ἀκμῇ συστρατεύειν ὅσων ἂν δέῃ τοῖς ἡγεμόσιν Ὀκταουΐῳ Μαμιλίῳ καὶ Σέξτῳ Ταρκυνίῳ· τούτους γὰρ ἀπέδειξαν στρατηγοὺς αὐτοκράτορας. [4] ἵνα δ᾽ εὐπρεπεῖς δόξωσι ποιεῖσθαι τὰς τοῦ πολέμου προφάσεις, πρεσβευτὰς ἐξ ἑκάστης πόλεως τοὺς ἐπιφανεστάτους [p. 232] εἰς Ῥώμην ἀπέστειλαν, οἳ καταστάντες ἐπὶ τὴν βουλὴν ἔλεγον κατηγορεῖσθαι τὴν πόλιν αὐτῶν ὑπὸ τῆς πόλεως τῶν Ἀρικηνῶν, ὅτι πόλεμον ἐπιφερόντων Τυρρηνῶν Ἀρικηνοῖς οὐ μόνον ἀσφαλεῖς παρέσχον αὐτοῖς διὰ τῆς ἑαυτῶν χώρας τὰς διόδους, ἀλλὰ καὶ συνέπραξαν ὅσων αὐτοῖς εἰς τὸν πόλεμον ἔδει, καὶ τοὺς φυγόντας ἐκ τῆς τροπῆς ὑποδεξάμενοι τραυματίας καὶ ἀνόπλους ἅπαντας ὄντας ἔσωσαν, οὐκ ἀγνοοῦντες, ὅτι κοινὸν ἐπῆγον ἅπασι τοῖς ὁμοεθνέσι πόλεμον, καὶ εἰ τὴν Ἀρικηνῶν πόλιν ὑποχείριον ἔλαβον, οὐδὲν ἂν ἦν τὸ κωλῦσον αὐτοὺς καὶ τὰς ἄλλας καταδουλώσασθαι πόλεις ἁπάσας. [5] εἰ μὲν οὖν βουλήσονται δίκας Ἀρικηνοῖς ὑπέχειν ἐπὶ τὸ κοινὸν τῶν Λατίνων ἀφικόμενοι δικαστήριον καὶ στέρξουσι τοῖς ὑπὸ πάντων δικασθησομένοις, οὐδὲν αὐτοῖς ἔφασαν δεήσειν πολέμου· εἰ δὲ τὴν συνήθη φυλάξαντες αὐθάδειαν, οὐδὲν ἀξιώσουσι συγχωρεῖν τοῖς συγγενέσι τῶν δικαίων καὶ μετρίων, ἠπείλουν πολεμήσειν αὐτοῖς Λατίνους ἅπαντας ἀνὰ κράτος.
- ΚΕΦΑΛΑΙΟΝ ΞΒ΄
[1] ταῦτα προκαλουμένων τῶν πρεσβευτῶν οὐκ ἀξιοῦσα δίκην ὑποσχεῖν Ἀρικηνοῖς ἡ βουλή, περὶ ὧν οἱ κατηγοροῦντες ἔμελλον γίνεσθαι κριταί, καὶ οὐδὲ μέχρι τούτων κριτὰς ἔσεσθαι ὑπολαμβάνουσα τοὺς ἐχθρούς, ἀλλὰ προσθήσειν ἔτι βαρύτερα τούτων ἐπιτάγματα, δέχεσθαι τὸν πόλεμον ἐψηφίσαντο. τῆς μὲν οὖν ἀρετῆς ἕνεκα καὶ τῆς ἐμπειρίας τῶν ἀγώνων οὐδεμίαν [p. 233] ὑπελάμβανον καταλήψεσθαι τὴν πόλιν συμφοράν, τὸ δὲ πλῆθος ὠρρώδει τῶν πολεμίων· καὶ πολλαχῇ διαπέμπουσα πρέσβεις παρεκάλει τὰς πλησιοχώρους πόλεις ἐπὶ συμμαχίαν, ἀντιπρεσβευομένων εἰς τὰς αὐτὰς καὶ τῶν Λατίνων καὶ πολλὰ τῆς Ῥώμης κατηγορούντων. [2] Ἕρνικες μὲν οὖν κοινῇ συνελθόντες ὕποπτα καὶ οὐδὲν ὑγιὲς ἀμφοτέραις ταῖς πρεσβείαις ἀπεκρίναντο, συμμαχήσειν μὲν οὐδετέροις λέγοντες κατὰ τὸ παρόν, βουλεύσεσθαι δ᾽ ὁπότεροι δικαιότερα ἀξιοῦσι κατὰ σχολήν, τῇ δὲ βουλῇ χρόνον ἐνιαύσιον ἀποδώσειν. [3] Ῥότολοι δὲ Λατίνοις μὲν ἐπικουρίαν πέμψειν ἄντικρυς ὑπέσχοντο, Ῥωμαίοις δ᾽ ἐὰν βουληθῶσι καταλύσασθαι τὴν ἔχθραν, διὰ σφῶν μετριωτέρους παρέξειν Λατίνους ἔφασαν καὶ τὰς συμβάσεις αὐτοῖς διαιτήσειν. Οὐολοῦσκοι δὲ καὶ θαυμάζειν ἔλεγον τῆς Ῥωμαίων ἀναισχυντίας, ὅτι συνειδότες ἑαυτοῖς, ὅτι τά τ᾽ ἄλλα ἠδικηκότες ἦσαν αὐτοὺς καὶ τὰ τελευταῖα ὡς τῆς χώρας τὴν κρατίστην αὐτοὺς ἀφελόμενοι κατεῖχον, οὐδὲν ἧσσον ἐτόλμησαν ἐπὶ συμμαχίαν ἐχθροὺς ὄντας σφᾶς παρακαλεῖν, συνεβούλευόν τ᾽ αὐτοῖς ἀποδοῦσι τὴν χώραν τότε παρ᾽ αὐτῶν ὡς φίλων ἀπαιτεῖν τὰ δίκαια. Τυρρηνοὶ δ᾽ ἀμφοτέροις ἐμποδῶν ἐγίνοντο, Ῥωμαίοις μὲν σπονδὰς γεγονέναι λέγοντες οὐ πρὸ πολλοῦ, πρὸς δὲ Ταρκυνίους συγγένειαν εἶναι σφίσι καὶ φιλίαν. [p. 234] [4] τοιαῦτα τούτων ἀποκριναμένων οὐθὲν οἱ Ῥωμαῖοι ταπεινωθέντες, ὃ παθεῖν εἰκὸς ἦν τοὺς μέγαν τε πόλεμον αἰρομένους καὶ πάσας ἀπεγνωκότας τὰς συμμαχικὰς ἐλπίδας, ἀλλὰ ταῖς οἰκείαις δυνάμεσι πιστεύοντες μόναις πολλῷ προθυμότεροι πρὸς τὸν ἀγῶνα ἐγίνοντο, ὡς διὰ τὴν ἀνάγκην ἄνδρες ἀγαθοὶ παρὰ τοὺς κινδύνους ἐσόμενοι, καὶ ἐὰν κατὰ νοῦν πράξωσι ταῖς ἰδίαις ἀρεταῖς κατορθώσαντες τὸν πόλεμον οὐδενὶ κοινωσόμενοι τῆς δόξης. τοσοῦτον αὐτοῖς φρονήματος καὶ τόλμης ἐκ τῶν πολλῶν ἀγώνων περιῆν.
- ΚΕΦΑΛΑΙΟΝ ΞΓ΄
[1] παρασκευαζόμενοι δὲ τὰ εἰς τὸν πόλεμον ἐπιτήδεια καὶ τὰς δυνάμεις ἀρξάμενοι καταγράφειν, εἰς πολλὴν ἐνέπιπτον ἀμηχανίαν, οὐ τὴν αὐτὴν ἁπάντων προθυμίαν εἰς τὰ ἔργα παρεχομένων. οἱ γὰρ ἐνδεεῖς βίου καὶ μάλιστα οἱ τὰ χρέα τοῖς συμβαλοῦσι διαλῦσαι οὐ δυνάμενοι πολλοὶ σφόδρα ὄντες οὐχ ὑπήκουον ἐπὶ τὰ ὅπλα καλούμενοι οὐδ᾽ ἐβούλοντο κοινωνεῖν οὐδενὸς ἔργου τοῖς πατρικίοις, εἰ μὴ ψηψίσαιντο αὐτοῖς χρεῶν ἄφεσιν· ἀλλὰ καὶ καταλείψειν τινὲς αὐτῶν τὴν πόλιν ἔλεγον καὶ παρεκελεύοντο ἀλλήλοις μὴ φιλοχωρεῖν πόλει μηδενὸς αὐτοῖς ἀγαθοῦ μεταδιδούσῃ. [2] τέως μὲν οὖν παρακαλεῖν αὐτοὺς οἱ πατρίκιοι καὶ μεταπείθειν ἐπειρῶντο, ἐπεὶ δ᾽ οὐθὲν ἐγίνοντο μετριώτεροι πρὸς τὰς παρακλήσεις, οὕτω δὴ συνελθόντες εἰς τὸ βουλευτήριον ἐσκόπουν, τίς εὐπρεπεστέρα λύσις ἔσται τῆς κατεχούσης τὴν πόλιν ταραχῆς. ὅσοι μὲν οὖν [p. 235] ἐπιεικεῖς τὴν φύσιν καὶ μέτριοι τοῖς τιμήμασι τῶν βίων ἦσαν, παρῄνουν ἀφεῖναι τὰ χρέα τοῖς πένησι καὶ πρίασθαι πολιτικὴν εὔνοιαν ὀλίγου διαφόρου, μεγάλα μέλλοντας ἐξ αὐτῆς κερδανεῖν ἰδίᾳ τε καὶ δημοσίᾳ.
- ΚΕΦΑΛΑΙΟΝ ΞΔ΄
[1] ἦν δ᾽ ὁ ταύτης ἡγούμενος τῆς γνώμης Μάρκος Οὐαλέριος, υἱὸς Ποπλίου Οὐαλερίου, ἑνὸς τῶν καταλυσάντων τὴν τυραννίδα, τοῦ κληθέντος διὰ τὴν εἰς τὸ δημοτικὸν εὔνοιαν Ποπλικόλα, διδάσκων αὐτούς, ὅτι τοῖς μὲν ὑπὲρ τῶν ἴσων ἀγωνιζομένοις ἴσαι φιλοῦσιν ἐμφύεσθαι πρὸς τὰ ἔργα φιλοτιμίαι, τοῖς δὲ μηδὲν ἀπολαύειν μέλλουσιν ἀγαθὸν οὐδὲν ἐπέρχεται φρονεῖν γενναῖον· ἠρεθίσθαι τε λέγων ἅπαντας τοὺς ἀπόρους καὶ περιιόντας κατὰ τὴν ἀγορὰν λέγειν· [2] τί δ᾽ ἡμῖν ἔσται πλέον, ἐὰν νικήσωμεν τοὺς ἔξωθεν πολεμίους, εἰ τοῖς δανεισταῖς ἀγώγιμοι πρὸς τὰ χρέα γενησόμεθα καὶ τῇ πόλει τὴν ἡγεμονίαν κατασκευάσαντες αὐτοὶ μηδὲ τὴν ἐλευθερίαν τοῖς σώμασι φυλάξαι δυνησόμεθα; κίνδυνόν τ᾽ οὐ τοῦτον μόνον ἐπαχθῆναι σφίσιν ἀποφαίνων, ἐὰν ἐκπολεμωθῇ πρὸς τὴν βουλὴν ὁ δῆμος, μὴ καταλίπῃ τὴν πόλιν ἐν τοῖς κινδύνοις, ὃ πάντας ὀρρωδεῖν χρὴ τοὺς τὰ κοινὰ σώζεσθαι βουλομένους, ἀλλὰ κἀκεῖνον τὸν ἔτι τούτου χαλεπώτερον, μὴ ταῖς παρὰ τῶν τυράννων φιλανθρωπίαις ἐξαπατηθεὶς κατὰ τῶν πατρικίων ἄρηται τὰ ὅπλα [p. 236] [3] καὶ συγκαταγάγῃ Ταρκύνιον ἐπὶ τὴν ἀρχήν. ἕως οὖν ἔτι λόγους καὶ ἀπειλὰς εἶναι, πονηρὸν δ᾽ ἔργον μηδὲν ὑπὸ τοῦ δήμου γεγονέναι, φθάσαι τῇ βοηθείᾳ ταύτῃ τὸν δῆμον εἰς τὰ πράγματα προοικειωσαμένους παρῄνει, οὔτε πρώτους τὸ πολίτευμα τοῦτο καθισταμένους οὔτε αἰσχύνην τινὰ δι᾽ αὐτὸ μεγάλην ὀφλήσοντας, ἀλλὰ πολλοὺς ἔχοντας ἐπιδεῖξαι καὶ τοῦτο ὑπομείναντας καὶ ἄλλα πολλῷ τούτου χαλεπώτερα, ὅταν μηθὲν ἐξῇ πράττειν ἕτερον· τὰς γὰρ ἀνάγκας κρείττους εἶναι τῆς ἀνθρωπίνης φύσεως, καὶ τὸ εὐπρεπὲς τότε ἀξιοῦν ἅπαντας σκοπεῖν, ὅταν ἔχωσιν ἤδη τὸ ἀσφαλές.
- ΚΕΦΑΛΑΙΟΝ ΞΕ΄
[1] ἐξαριθμησάμενος δὲ πολλὰ καὶ ἐκ πολλῶν παραδείγματα πόλεων τελευταίαν παρέσχετο τὴν Ἀθηναίων πόλιν μεγίστου τότε τυγχάνουσαν ὀνόματος ἐπὶ σοφίᾳ, οὐ πρὸ πολλῶν χρόνων, ἀλλὰ κατὰ τοὺς πατέρας αὐτῶν ἄφεσιν χρεῶν ψηφισαμένην τοῖς ἀπόροις Σόλωνος καθηγησαμένου, καὶ οὐθένα τῇ πόλει τοῦ πολιτεύματος τούτου ἐπιτιμᾶν οὐδὲ τὸν εἰσηγησάμενον αὐτὸ δημοκόπον καὶ πονηρὸν ἀποκαλεῖν, ἀλλὰ καὶ τοῖς πεισθεῖσι πολλὴν φρόνησιν ἅπαντας μαρτυρεῖν, καὶ [2] τῷ πείσαντι μεγάλην σοφίαν. Ῥωμαίοις δ᾽, οἷς οὐ περὶ μικρῶν τὸν κίνδυνον εἶναι διαφορῶν, ἀλλ᾽ ὑπὲρ τοῦ μὴ παραδοθῆναι πάλιν ὠμῷ καὶ παντὸς χείρονι θηρίου τυράννῳ, τίς τῶν νοῦν ἐχόντων ἐπιτιμήσειεν ἄν, ἐὰν τῇ φιλανθρωπίᾳ ταύτῃ συμμάχους ἀντὶ πολεμίων [p. 237] τοὺς πένητας κατασκευάσωνται τῇ πόλει γενέσθαι; [3] διεξελθὼν δὲ τὰ ξενικὰ παραδείγματα τελευταῖον τὸν ἐκ τῶν ἐπιχωρίων ἔργων προσελάμβανε· λόγον ὑπομιμνήσκων τὰς ἔναγχος κατασχούσας αὐτοὺς ἀνάγκας, ὅτε κρατουμένης σφῶν τῆς χώρας ὑπὸ Τυρρηνῶν τειχήρεις γενόμενοι καὶ εἰς πολλὴν τῶν ἀναγκαίων καταστάντες ἀπορίαν οὐκ ἔσχον ἀνθρώπων μεμηνότων καὶ θανατώντων ἀνοήτους λογισμούς, ἀλλ᾽ εἴξαντες τοῖς κατέχουσι καιροῖς καὶ τὴν ἀνάγκην διδάσκαλον τῶν συμφερόντων λαβόντες, ὅμηρα τε δοῦναι βασιλεῖ Πορσίνᾳ τοὺς ἐπιφανεστάτους παῖδας ὑπέμειναν, οὔπω πρότερον τοῦτο ὑπομείναντες, καὶ μέρει τῆς χώρας ζημιωθῆναι, τῶν Ἑπτὰ πάγων Τυρρηνοῖς ἀποστάντες, καὶ δικαστῇ χρήσασθαι τῷ πολεμίῳ, περὶ ὧν αὐτοῖς ὁ τύραννος ἐνεκάλει, διδόντες καὶ ἀγορὰν καὶ ὅπλα καὶ τἆλλα, ὅσων ἐδέοντο Τυρρηνοὶ παρασχεῖν ἐπὶ τῇ [4] καταλύσει τοῦ πολέμου. τούτοις δὴ τοῖς παραδείγμασι χρησάμενος οὐ τῆς αὐτῆς φρονήσεως ἔργον ἀπέφαινεν εἶναι τοῖς μὲν πολεμίοις περὶ μηθενὸς ὧν ἠξίωσαν ἀντειπεῖν, τοῖς δ᾽ ἑαυτῶν πολίταις περὶ μικροῦ πολεμεῖν διαφόρου, οἳ πολέμους μὲν ἠγωνίσαντο καλοὺς καὶ πολλοὺς περὶ τῆς ἡγεμονίας, ὅτε κατεῖχον οἱ βασιλεῖς τὰ κοινά, μεγάλην δὲ προθυμίαν εἰς τὸ συνελευθερῶσαι τὴν πόλιν ἀπὸ τῶν τυράννων παρέσχοντο, ἔτι δὲ πλείονα παρέξεσθαι σπουδὴν ἔμελλον εἰς τὰ [p. 238] λοιπὰ ἔργα παρακληθέντες, βίων μὲν σπανίζοντες, τὰ δὲ σώματα καὶ τὰς ψυχάς, ἃ μόνα περιῆν αὐτοῖς, ἀφειδῶς εἰς τοὺς περὶ αὐτῆς κινδύνους ἐπιδιδόντες. ἔφη δὲ τελευτῶν ὡς εἰ καὶ μηδὲν ἐπεχείρουν ἐκεῖνοι τοιοῦτον ὑπ᾽ αἰσχύνης κρατούμενοι λέγειν, μηδὲ ἀπαγγέλλειν, τοὺς πατρικίους ἐχρῆν λογισμὸν τὸν προσήκοντα περὶ αὐτῶν λαβόντας, ὧν ᾔδεσαν δεομένους καὶ κοινῇ καὶ καθ᾽ ἕνα ἕκαστον, ταῦτ᾽ ἐξ ἑτοίμου χαρίζεσθαι, ἐνθυμουμένους, ὅτι πρᾶγμα ὑπερήφανον ποιοῦσιν αἰτοῦντες μὲν παρ᾽ ἐκείνων τὰ σώματα, μὴ χαριζόμενοι δ᾽ αὐτοῖς τὰ χρήματα, καὶ λέγοντες μὲν πρὸς ἅπαντας, ὅτι τῆς κοινῆς ἐλευθερίας ἕνεκα πολεμοῦσι, τῶν δὲ συγκατακτησαμένων αὐτὴν ἀφαιρούμενοι, οὐ πονηρίαν ἔχοντες αὐτοῖς ὀνειδίζειν, ἀλλ᾽ ἀπορίαν, ἣν οἰκτείρεσθαι μᾶλλον ἢ μισεῖσθαι προσῆκε.
- ΚΕΦΑΛΑΙΟΝ ΞΣΤ΄
[1] τοιαῦτα τοῦ Οὐαλερίου λέγοντος καὶ πολλῶν τὴν γνώμην ἐπαινούντων Ἄππιος Κλαύδιος Σαβῖνος ἐν τῷ προσήκοντι κληθεὶς τόπῳ τἀναντία παρῄνει διδάσκων, ὅτι τὸ στασιάζον οὐκ ἐξαιρεθήσεται τῆς πόλεως, ἐὰν ψηφίσωνται χρεῶν ἀποκοπάς, ἀλλ᾽ ἔτι πονηρότερον ἔσται μεταχθὲν ἀπὸ τῶν πενήτων εἰς τοὺς εὐπόρους. [2] δῆλον γὰρ δὴ πᾶσιν ὑπάρχειν, ὅτι χαλεπῶς οἴσουσιν οἱ μέλλοντες ἀποστερεῖσθαι τῶν χρημάτων πολῖταί τ᾽ ὄντες καὶ ἐπίτιμοι καὶ πάσας ἐστρατευμένοι τὰς ἐπιβαλούσας ὑπὲρ τῆς πόλεως στρατείας, [p. 239] οὐδ᾽ ἀξιοῦντες ἃ κατέλιπον αὐτοῖς οἱ πατέρες καὶ αὐτοὶ φιλεργοῦντες καὶ σωφρόνως ζῶντες ἐκτήσαντο δημεύεσθαι τοῖς πονηροτάτοις καὶ ἀργοτάτοις τῶν πολιτῶν. πολλῆς δ᾽ εἶναι μωρίας ἔργον τῷ χείρονι μέρει τοῦ πολιτεύματος χαρίζεσθαι βουλομένους τοῦ κρείττονος ὑπερορᾶν καὶ τοῖς ἀδικωτάτοις τῶν πολιτῶν τὰς ἀλλοτρίας δημεύοντας οὐσίας τῶν δικαίως αὐτὰς κτησαμένων ἀφαιρεῖσθαι. [3] ἐνθυμεῖσθαί τ᾽ αὐτοὺς ἠξίου, ὅτι οὐχ ὑπὸ τῶν πενήτων καὶ οὐδεμίαν ἰσχὺν ἐχόντων αἱ πόλεις ἀπόλλυνται τὰ δίκαια ποιεῖν ἀναγκαζομένων, ἀλλ᾽ ὑπὸ τῶν εὐπόρων καὶ τὰ πολιτικὰ πράττειν δυναμένων, ὅταν ὑπὸ τῶν χειρόνων ὑβρίζωνται καὶ τῶν δικαίων μὴ τυγχάνωσιν. εἰ δὲ μηδὲν ἀγανακτήσειν μέλλοιεν οἱ τῶν συμβολαίων ἀποστερούμενοι, πρᾴως δέ πως καὶ ῥᾳθύμως οἴσειν τὰς βλάβας, οὐδ᾽ οὕτως ἔφη καλῶς ἕξειν σφίσιν οὐδ᾽ ἀσφαλῶς δωρεὰν τοῖς πένησι χαρίζεσθαι τοιαύτην, δι᾽ ἣν ἀσυνάλλακτος ὁ κοινὸς ἔσται βίος καὶ μισάλληλος καὶ τῶν ἀναγκαίων χρειῶν, ὧν χωρὶς οὐκ ἔνεστιν οἰκεῖσθαι τὰς πόλεις, ἐνδεής, οὔτε τὴν χώραν σπειρόντων ἔτι καὶ φυτευόντων τῶν γεωργῶν, οὔτε τὴν θάλατταν πλεόντων καὶ διαμειβομένων τὰς διαποντίους ἀγορὰς τῶν ἐμπόρων, οὔτε ἄλλην ἐργασίαν οὐδεμίαν δικαίαν ποιουμένων τῶν πενήτων. [4] εἰς ἅπαντα γὰρ ταῦτα τοῖς δεομένοις ἀφορμῆς οὐδένα τῶν εὐπόρων τὰ ἑαυτοῦ χρήματα προήσεσθαι· ἐκ δὲ τούτων φθονήσεσθαι μὲν εὐπορίαν, καταλυθήσεσθαι δὲ φιλεργίαν, κρείττω δὲ μοῖραν ἕξειν [p. 240] τοὺς ἀκολάστους τῶν σωφρόνων, τοὺς δ᾽ ἀδίκους τῶν δικαίων καὶ τοὺς σφετεριζομένους τἀλλότρια τῶν φυλαττόντων τὰ ἴδια. ταῦτα δ᾽ εἶναι τὰ ποιοῦντα διχοστασίας ἐν ταῖς πόλεσι καὶ ἀλληλοφθορίας ἀπαύστους καὶ πᾶσαν ἄλλην κακῶν ἰδέαν, ὑφ᾽ ὧν αἱ μὲν εὐτυχέστατα πράξασαι τὴν ἐλευθερίαν ἀφῃρέθησαν, αἱ δὲ τῆς χείρονος μοίρας τυχοῦσαι πανώλεθροι διεφθάρησαν.
- ΚΕΦΑΛΑΙΟΝ ΞΖ΄
[1] παντὸς δὲ μάλιστα σκοπεῖν αὐτοὺς ἠξίου καινὴν καθισταμένους πολιτείαν, ὅπως μηθὲν εἰς αὐτὴν παρελεύσεται πονηρὸν ἔθος, πολλὴν ἀνάγκην εἶναι λέγων ὁποἶ ἄττ᾽ ἂν ᾖ τὰ κοινὰ τῶν πόλεων ἐπιτηδεύματα, τοιούτους γίνεσθαι τοὺς τῶν ἰδιωτῶν βίους. ἔθος δ᾽ εἶναι οὐδὲν κάκιον οὔτε πόλεσιν οὔτε οἴκοις τοῦ καθ᾽ ἡδονὰς ἀεὶ ζῆν ἕκαστον καὶ τοῦ πάντα συγχωρεῖσθαι τοῖς ἥττοσιν ὑπὸ τῶν κρειττόνων, εἴτε πρὸς χάριν εἴτε πρὸς ἀνάγκην· οὐ γὰρ ἀποπληροῦσθαι τὰς ἐπιθυμίας τῶν ἀφρόνων τυγχανούσας ὧν ἂν δεηθῶσιν, ἀλλ᾽ ἑτέρων εὐθὺς ὀρέγεσθαι μειζόνων καὶ εἰς ἄπειρον προβαίνειν· μάλιστα δὲ τοῦτο πάσχειν τοὺς ὄχλους· ἃ γὰρ καθ᾽ ἑαυτὸν ἕκαστος αἰσχύνεται πράττειν ἢ δέδιεν ὑπὸ τοῦ κρείττονος κατειργόμενος, ταῦτ᾽ ἐν κοινῷ γενομένους ἑτοιμότερον παρανομεῖν προσειληφότας ἰσχὺν ταῖς ἑαυτῶν γνώμαις ἐκ τῶν τὰ ὅμοια βουλομένων. [2] ἀπληρώτους δὲ καὶ ἀορίστους ὑπαρχούσας τὰς τῶν ἀνοήτων ὄχλων ἐπιθυμίας ἀρχομένας ἔφη δεῖν κωλύειν, ἕως εἰσὶν ἀσθενεῖς, οὐχ, ὅταν ἰσχυραὶ [p. 241] καὶ μεγάλαι δύνωνται, καθαιρεῖν. χαλεπωτέραν γὰρ ὀργὴν ἅπαντας ἔχειν τῶν συγχωρηθέντων στερομένους ἢ τῶν ἐλπιζομένων μὴ τυγχάνοντας. [3] παραδείγμασί τε πολλοῖς εἰς τοῦτ᾽ ἐχρήσατο πόλεων Ἑλληνίδων ἔργα διεξιών, ὅσαι μαλακισθεῖσαι δι᾽ ἀκαιρούς τινας ἀφορμὰς καὶ πονηρῶν ἐπιτηδευμάτων ἀρχὰς ἐφεῖσαι παρελθεῖν οὐκέτι παῦσαι καὶ ἀνελεῖν αὐτὰ δύναμιν ἔσχον· ἐξ ὧν εἰς αἰσχρὰς καὶ ἀνηκέστους ἠναγκάσθησαν προελθεῖν συμφοράς. ἐοικέναι τε τῷ καθ᾽ ἕνα τὸ κοινὸν ἔφη, ψυχῇ μὲν ἀνδρὸς ἀνάλογον ἐχούσης τι τῆς βουλῆς, [4] σώματι δὲ τοῦ δήμου. ἐὰν μὲν οὖν τῆς βουλῆς τὸν ἄφρονα δῆμον ἄρχειν ἐῶσιν, ὅμοια πείσεσθαι αὐτοὺς ἔφη τοῖς ὑποτάττουσι τὴν ψυχὴν τῷ σώματι καὶ μὴ κατὰ τὸν λογισμόν, ἀλλὰ κατὰ τὰ πάθη ζῶσιν. ἐὰν δ᾽ ἄρχεσθαί τε καὶ ἄγεσθαι τὸν δῆμον συνεθίζωσιν ὑπὸ τῆς βουλῆς, ταὐτὸ ποιήσουσι τοῖς ὑποτάττουσι τῇ ψυχῇ τὸ σῶμα καὶ πρὸς τὸ βέλτιστον, ἀλλὰ μὴ [5] πρὸς τὸ ἥδιστον τοὺς βίους ἄγουσι. βλάβην δὲ μεγάλην οὐδεμίαν ἀπέφαινε συμβήσεσθαι τῇ πόλει, ἐὰν οἱ πένητες ἀγανακτοῦντες ἐπὶ τῷ μὴ συγχωρηθῆναι σφίσι τὴν χρεοκοπίαν μὴ θελήσωσιν ὑπὲρ αὐτῆς τὰ ὅπλα ἀναλαβεῖν, ὀλίγους τινὰς εἶναι λέγων παντάπασι τοὺς μηδὲν ὑπολειπομένους ἑαυτοῖς ἔξω τοῦ σώματος, οὓς οὔτ᾽ ὠφέλειάν τινα παρέξεσθαι τῷ κοινῷ θαυμαστὴν [p. 242] ὅσην παρόντας ταῖς στρατείαις, οὔτε βλάβην ἀπόντας· ὑπομιμνήσκων αὐτούς, ὅτι τὴν ἐσχάτην ἀπελάμβανον ἐν τοῖς πολέμοις χώραν οἱ τοὐλάχιστον ἔχοντες τοῦ βίου τίμημα, καὶ ὅτι προσθήκης μοῖραν ἐπεῖχον οὗτοι τοῖς ἐν φάλαγγι τεταγμένοις, καταπλήξεως ἕνεκα τῶν πολεμίων συνόντες, οἷα δὴ μηδὲν φέροντες ὅπλον ὅτι μὴ σφενδόνας, ὧν ἐλάχιστον ἐν ταῖς μάχαις εἶναι ὄφελος.
- ΚΕΦΑΛΑΙΟΝ ΞΗ΄
[1] τούς τ᾽ οἰκτείρειν τὴν πενίαν τῶν πολιτῶν ἀξιοῦντας καὶ βοηθεῖν τοῖς μὴ δυναμένοις διαλῦσαι τὰ χρέα παραινοῦντας ἔφη δεῖν ἐξετάζειν, τί ποτε τὸ πεποιηκὸς ἦν αὐτοὺς ἀπόρους κλήρους τε παραλαβόντας, οὓς οἱ πατέρες αὐτῶν κατέλιπον, καὶ ἀπὸ τῶν στρατειῶν πολλὰ ὠφεληθέντας, καὶ τὰ τελευταῖα ἐκ τῆς δημευθείσης τῶν τυράννων οὐσίας τὴν ἐπιβαλοῦσαν μοῖραν λαβόντας· ἔπειθ᾽ οὓς μὲν ἂν ὁρῶσι τῇ γαστρὶ καὶ ταῖς αἰσχίσταις ἐζηκότας ἡδοναῖς καὶ διὰ ταῦτ᾽ ἐκπεπτωκότας ἐκ τῶν βίων, αἰσχύνας τῆς πόλεως νομίζειν καὶ βλάβας, καὶ μέγα τῷ κοινῷ κέρδος ὑπολαμβάνειν, ἐὰν ἑκόντες ἀπὸ τῆς πόλεως ἀποφθαρῶσιν· οὓς δ᾽ ἂν αἰσθάνωνται διὰ πονηρὰν τύχην ἀπολωλεκότας τοὺς βίους, ἐκ τῶν ἰδίων τούτους [p. 243] [2] εὖ ποιεῖν. ἄριστα δὲ τοῦτο καὶ γινώσκειν καὶ ποιήσειν ἔφησε τοὺς συμβεβληκότας αὐτοῖς καὶ βοηθήσειν αὐτῶν ταῖς τύχαις αὐτοὺς ἐκείνους οὐκ ἀναγκασθέντας ὑφ᾽ ἑτέρων, ἀλλ᾽ ἑκόντας, ἵν᾽ αὐτοῖς ἡ χάρις ἀντὶ τῶν χρημάτων καλὸν ὀφείλημα περιῇ. κοινὴν δὲ ποιεῖν τὴν βοήθειαν ἅπασιν, ἧς ἐξ ἴσου μεθέξουσιν οἱ πονηροὶ τοῖς χρηστοῖς, καὶ μὴ ἐκ τῶν ἰδίων, ἀλλ᾽ ἐκ τῶν ἀλλοτρίων τινὰς εὖ ποιεῖν, καὶ ὧν τὰ χρήματα ἀφαιροῦνται, τούτοις μηδὲ τὰς ὑπὲρ τῶν εὐεργεσιῶν καταλιπεῖν χάριτας, ἥκιστα τῇ Ῥωμαίων ἀρετῇ προσήκειν. [3] ὑπὲρ ἅπαντα δὲ ταῦτα καὶ τἆλλα, δεινόν τι καὶ οὐκ ἀνεκτὸν εἶναι Ῥωμαίοις τῆς ἡγεμονίας ἀντιποιουμένοις, ἣν διὰ πολλῶν πόνων οἱ πατέρες αὐτῶν κτησάμενοι τοῖς ἐκγόνοις κατέλιπον, μὴ κατὰ προαίρεσιν μηδὲ πεισθέντας μηδ᾽ ἐν ᾧ προσῆκε καιρῷ τὰ βέλτιστα καὶ τῷ κοινῷ συμφέροντα πράττειν, ἀλλ᾽ ὥσπερ ἑαλωκυίας τῆς πόλεως ἢ προσδοκώσης τοῦτο πείσεσθαι παρὰ τὸ δοκοῦν ἑαυτοῖς πράττειν, ἐξ ὧν ὠφέλειαν μὲν οὐδεμίαν ἢ μικράν τινα κομιδῇ λήψονται, κακῶν δὲ κινδυνεύσουσι τὰ ἔσχατα παθεῖν. [4] μακρῷ γὰρ αὐτοῖς εἶναι κρεῖττον ἃ κελεύουσι Λατῖνοι πράττειν ὡς μετριώτερα ὄντα καὶ μηδ᾽ εἰς πεῖραν ἐλθεῖν πολέμου, ἢ τοῖς μηδαμῇ μηδὲν χρησίμοις συγχωρήσαντας ἃ παρακαλοῦσιν ἀνελεῖν τὴν πίστιν ἐκ τῆς πόλεως, ἣν ἱεροῦ κατασκευῇ [p. 244] καὶ θυσίαις διετησίοις οἱ πατέρες αὐτῶν ἔταξαν γεραίρεσθαι, μέλλοντας σφενδονητῶν συμμαχίαν ἐπὶ τὸν πόλεμον προσλαμβάνειν. [5] κεφάλαιον δὲ τῆς γνώμης ἦν αὐτῷ τόδε· τοὺς μὲν θέλοντας τῶν πολιτῶν κοινωνεῖν τῆς ἐκ τοῦ πολέμου τύχης ἐπὶ τοῖς αὐτοῖς δικαίοις, οἷς καὶ τῶν ἄλλων ἕκαστος, παραλαμβάνειν ἐπὶ τὰ πράγματα· τοὺς δὲ κατὰ συνθήκας ὁποίας δήποτε ἀξιοῦντας ἀναλαμβάνειν τὰ ὅπλα περὶ τῆς πατρίδος, ὡς οὐδὲν εἰ λάβοιεν ὠφελήσοντας, χαίρειν ἐᾶν. εἰ γὰρ τοῦτο μάθοιεν, εἴξειν αὐτοὺς ἔφη, καὶ παρέξειν σφᾶς αὐτοὺς τοῖς τὰ κράτιστα περὶ τοῦ κοινοῦ βουλεύουσιν εὐπειθεῖς. εἰωθέναι γὰρ ἀεί πως τὸ ἀνόητον ἅπαν, ὅταν μέν τις αὐτὸ κολακεύῃ μεγάλα φρονεῖν, ὅταν δὲ δεδίττηται σωφρονεῖν.
- ΚΕΦΑΛΑΙΟΝ ΞΘ΄
[1] αὗται μὲν αἱ πλεῖστον ἀλλήλων διαφέρουσαι γνῶμαι ἐλέχθησαν, ἕτεραι δέ τινες αἱ τὴν μεταξὺ τούτων ἔχουσαι χώραν συχναί. οἱ μὲν γὰρ αὐτοὺς μόνον ἀφεῖσθαι τῶν χρεῶν τοὺς μηδὲν κεκτημένους ἠξίουν, τὰ χρήματα ποιοῦντες ἀγώγιμα τοῖς δανεισταῖς, οὐ τὰ σώματα· οἱ δὲ τὸ δημόσιον ὑπὲρ τῶν ἀδυνάτων διαλῦσαι τὰ συμβόλαια συνεβούλευον, ἵνα ἥ τε πίστις τῶν πενήτων ὑπὸ τῆς δημοσίας φυλαχθῇ χάριτος καὶ οἱ συμβεβληκότες αὐτοῖς μηθὲν ἀδικηθῶσιν. ἐδόκει δέ τισι καὶ τῶν ἤδη κατεχομένων [p. 245] πρὸς τὰ χρέα καὶ τῶν μελλόντων ἀφαιρεθήσεσθαι τὴν ἐλευθερίαν ῥύσασθαι τὰ σώματα, ἐκ τῶν αἰχμαλώτων ἕτερα τοῖς δανεισταῖς διαμειψαμένους ὑπὲρ αὐτῶν σώματα. [2] τοιούτων δέ τινων λεχθέντων ἡ νικῶσα ἦν γνώμη, μηθὲν ἐν τῷ παρόντι γενέσθαι περὶ αὐτῶν προβούλευμα· ὅταν δὲ τὸ κράτιστον τέλος οἱ πόλεμοι λάβωσι, τότε προθεῖναι τοὺς ὑπάτους λόγον καὶ ψῆφον ἀναδοῦναι τοῖς συνέδροις· τέως δὲ μηδεμίαν εἴσπραξιν εἶναι μήτε συμβολαίου μηθενὸς μήτε καταδίκης μηδεμιᾶς, ἀφεῖσθαι δὲ καὶ τὰς ἄλλας ἀμφισβητήσεις πάσας, καὶ μήτε τὰ δικαστήρια καθίζειν μήτε τὰς ἀρχὰς διαγινώσκειν περὶ μηθενὸς ἔξω τῶν εἰς τὸν πόλεμον ἀνηκόντων. [3] τοῦτο τὸ προβούλευμα εἰς τὸν δῆμον ἐξενεχθὲν ἐμείωσε μέν τι τῆς πολιτικῆς ταραχῆς, οὐ μὴν ἅπαν γε τὸ στασιάζον ἐξεῖλεν ἐκ τῆς πόλεως. ἦσαν γάρ τινες ἐκ τοῦ θητικοῦ πλήθους, οἷς οὐκ ἐφαίνετο ἀποχρῶσα εἶναι βοήθεια ἡ παρὰ τῆς βουλῆς ἐλπὶς φανερὸν οὐδὲ βέβαιον ἔχουσα οὐδέν· ἀλλὰ δυεῖν θάτερον αὐτὴν ἠξίουν ποιεῖν, ἢ διδόναι σφίσιν ἤδη τὴν ἄφεσιν τῶν χρεῶν, εἰ βούλεται κοινωνοὺς τῶν κινδύνων ἔχειν, ἢ μὴ φενακίζειν εἰς ἑτέρους ἀναβαλλομένην χρόνους· οὐ γὰρ ὁμοίας εἶναι τὰς διανοίας τῶν ἀνθρώπων δεομένων τε καὶ ἀποπληρωθέντων, ὅτου ἂν δεηθῶσιν.
- ΚΕΦΑΛΑΙΟΝ Ο΄
[1] ἐν τοιαύτῃ δὴ καταστάσει τῶν κοινῶν ὑπαρχόντων σκοποῦσα ἡ βουλή, δι᾽ οὗ μάλιστα διαπράξεται τρόπου μηθὲν ἔτι νεωτερίσαι τοὺς δημοτικούς, ἔκρινε [p. 246] τὴν μὲν ὑπατικὴν ἐξουσίαν ἀνελεῖν κατὰ τὸ παρόν, ἑτέραν δέ τινα ἀρχὴν ἀποδεῖξαι πολέμου τε καὶ εἰρήνης καὶ παντὸς ἄλλου πράγματος κυρίαν, αὐτοκράτορα καὶ ἀνυπεύθυνον, ὧν ἂν βουλεύσηται καὶ πράξῃ. [2] χρόνου δ᾽ εἶναι μέτρον τῇ νέᾳ ἀρχῇ μῆνας ἕξ, μετὰ δὲ τὴν ἑξάμηνον αὖθις ἄρχειν τοὺς ὑπάτους. τὰ δ᾽ ἀναγκάσαντα αὐτὴν ἐπὶ τῷ καταλῦσαι τὸ τυραννικὸν πόλεμον αὐθαίρετον ὑπομεῖναι τυραννίδα πολλὰ μὲν καὶ ἄλλα ἦν, ὑπὲρ ἅπαντα δ᾽ ὁ κυρωθεὶς ὑφ᾽ ἑνὸς τῶν ὑπάτων Ποπλίου Οὐαλερίου τοῦ κληθέντος Ποπλικόλα νόμος, ὑπὲρ οὗ κατ᾽ ἀρχὰς ἔφην, ὅτι τὰς τῶν ὑπάτων γνώμας ἀκύρους ἐποίησε, μὴ τιμωρεῖσθαι Ῥωμαίων τινὰ πρὸ δίκης, ἐπιτρέψας τοῖς ἀγομένοις ἐπὶ τὰς κολάσεις ὑπ᾽ αὐτῶν προκαλεῖσθαι τὴν διάγνωσιν ἐπὶ τὸν δῆμον, καὶ τέως ἂν ἡ πληθὺς ἐνέγκῃ ψῆφον ὑπὲρ αὐτῶν σώμασί τε καὶ βίοις τὸ ἀσφαλὲς ἔχειν· τὸν δὲ παρὰ ταῦτά τι ποιεῖν ἐπιχειροῦντα νηποινὶ τεθνάναι κελεύων. [3] ἐλογίζετο δὴ μένοντος μὲν κυρίου τοῦ νόμου τοῦδε μηθὲν ὑπηρετήσειν ἀναγκαζομένους ταῖς ἀρχαῖς τοὺς πένητας καταφρονοῦντας ὡς εἰκὸς τῶν τιμωριῶν, ἃς οὐ παραχρῆμα ὑφέξειν ἔμελλον, ἀλλ᾽ ὅταν ὁ δῆμος αὐτῶν καταψηφίσηται, ἀναιρεθέντος δ᾽ αὐτοῦ κατὰ πολλὴν ἀνάγκην τὰ κελευόμενα ποιήσειν ἅπαντας. ἵνα δὲ μηθὲν ἐναντιωθεῖεν οἱ πένητες, εἴ τις αὐτὸν καταλύοι τὸν νόμον ἐκ τοῦ φανεροῦ, τὴν ἰσοτύραννον ἀρχὴν ἔκρινεν ἐπὶ τὰ πράγματα παραγαγεῖν, [p. 247] ἣ πάντας ἔμελλεν ἕξειν ὑφ᾽ ἑαυτῇ τοὺς νόμους. [4] καὶ γράφει προβούλευμα, δι᾽ οὗ παρακρουσαμένη τοὺς πένητας καὶ τὸν βεβαιοῦντα τὴν ἐλευθερίαν αὐτοῖς νόμον ἀνελοῦσα ἔλαθεν. ἦν δὲ τὸ προβούλευμα τοιόνδε· Λάρκιον μὲν καὶ Κλοίλιον τοὺς τότε ὑπατεύοντας ἀποθέσθαι τὴν ἐξουσίαν, καὶ εἴ τις ἄλλος ἀρχήν τινα εἶχεν ἢ πραγμάτων τινῶν κοινῶν ἐπιμέλειαν· ἕνα δ᾽ ἄνδρα, ὃν ἂν ἥ τε βουλὴ προέληται καὶ ὁ δῆμος ἐπιψηφίσῃ, τὴν ἁπάντων ἐξουσίαν παραλαβόντα ἄρχειν μὴ πλείονα χρόνον ἑξαμήνου, κρείττονα ἐξουσίαν ἔχοντα τῶν ὑπάτων. [5] τοῦτ᾽ ἀγνοήσαντες, ἣν ἔχει δύναμιν, οἱ δημοτικοὶ ψηφίζονται κύρια εἶναι τὰ δόξαντα τῇ βουλῇ· ἦν δ᾽ ἄρα ἡ κρείττων ἀρχὴ τῆς κατὰ τοὺς νόμους τυραννίς· τήν τε αἵρεσιν τοῦ μέλλοντος ἄρχειν τοῖς ἐκ τοῦ συνεδρίου συνεχώρησαν αὐτοῖς ἐφ᾽ ἑαυτῶν βουλευομένοις ποιήσασθαι.