Κεφάλαια 51–60
Συγγραφέας:
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος ε΄
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885.


ΚΕΦΑΛΑΙΟΝ ΝΑ΄

[1] μετὰ τοῦτον Ἀρικηνοί τε λόγον αἰτησάμενοι κατηγόρουν τῶν Ῥωμαίων, ὅτι τὸν Τυρρηνικὸν πόλεμον ἐπήγαγον σφίσιν ὄντες συγγενεῖς καὶ παρέσχον ὅσον ἐφ᾽ ἑαυτοῖς ἁπάσας τὰς Λατίνων πόλεις ὑπὸ Τυρρηνῶν τὴν ἐλευθερίαν ἀφαιρεθῆναι· καὶ Ταρκύνιος ὁ βασιλεὺς ἀνανεούμενος τὰς γενομένας αὐτῷ πρὸς τὸ κοινὸν τῶν πόλεων συνθήκας περὶ φιλίας τε καὶ συμμαχίας, ἠξίου τὰς πόλεις ἐμπεδοῦν τοὺς ὅρκους, κατάγειν δ᾽ αὐτὸν ἐπὶ τὴν ἀρχήν· Καμαριναίων τε καὶ Φιδηναίων φυγάδες, οἱ μὲν τὴν ἅλωσιν καὶ τὴν φυγὴν τῆς πατρίδος, οἱ δὲ τὸν ἀνδραποδισμὸν καὶ τὴν κατασκαφὴν ὀδυρόμενοι, παρεκάλουν αὐτοὺς εἰς τὸν πόλεμον. [2] τελευταῖος δὲ πάντων ὁ Ταρκυνίου κηδεστὴς Μαμίλιος μέγιστον ἐν τοῖς τότε χρόνοις παρὰ τοῖς Λατίνοις δυνάμενος ἀναστὰς μακρὰν κατὰ τῆς πόλεως διεξῆλθε δημηγορίαν. ἀπολογουμένου δὲ πρὸς ἅπαντα τοῦ Οὐαλερίου καὶ δοκοῦντος περιεῖναι τοῖς δικαίοις, ἐκείνην μὲν τὴν ἡμέραν εἰς τὰ κατηγορήματα καὶ τὰς ἀπολογίας ἀναλώσαντες οὐδὲν ἐπέθηκαν τῇ βουλῇ τέλος· τῇ δὲ κατόπιν οὐκέτι τοὺς πρεσβευτὰς τῶν Ῥωμαίων οἱ πρόεδροι προαγαγόντες ἐπὶ τὸν σύλλογον, ἀλλὰ Ταρκυνίῳ τε καὶ Μαμιλίῳ καὶ Ἀρικηνοῖς καὶ τοῖς ἄλλοις τοῖς βουλομένοις τῆς πόλεως κατηγορεῖν ἀποδόντες λόγον, ἐπειδὴ πάντων διήκουσαν ψηφίζονται λελύσθαι τὰς σπονδὰς ὑπὸ Ῥωμαίων, καὶ τοῖς περὶ Οὐαλέριον πρέσβεσιν ἀπόκρισιν ἔδωκαν, ὅτι τὸ συγγενὲς ἐκείνων τοῖς ἀδικήμασι λελυκότων βουλεύσονται [p. 215] κατὰ σχολὴν ὅντινα τρόπον αὐτοὺς ἀμύνεσθαι χρή. [3] ἐν ᾧ δὲ ταῦτ᾽ ἐπράττετο χρόνῳ, συνωμοσία κατὰ τῆς πόλεως ἐγένετο δούλων συχνῶν συνειπαμένων τάς τ᾽ ἄκρας καταλαβέσθαι καὶ κατὰ πολλοὺς ἐμπρῆσαι τόπους τὴν πόλιν. μηνύσεως δὲ γενομένης ὑπὸ τῶν συνειδότων αἱ πύλαι τ᾽ ὑπὸ τῶν ὑπάτων εὐθὺς ἐκλείοντο, καὶ πάντα τὰ ἐρύματα τῆς πόλεως ὑπὸ τῶν ἱππέων κατείληπτο· καὶ αὐτίκα οἱ μὲν ἐκ τῶν οἰκιῶν συλληφθέντες, οἱ δ᾽ ἐκ τῶν ἀγρῶν ἀναχθέντες, ὅσους ἀπέφαινον οἱ μηνυταὶ μετασχεῖν τῆς συνωμοσίας, μάστιξι καὶ βασάνοις αἰκισθέντες ἀνεσκολοπίσθησαν ἅπαντες. ταῦτ᾽ ἐπὶ τούτων ἐπράχθη τῶν ὑπάτων.

ΚΕΦΑΛΑΙΟΝ ΝΒ΄

[1] Σερουιλίου δὲ Σολπικίου Καμερινοῦ καὶ Μανίου Τυλλίου Λόγγου τὴν ἀρχὴν παραλαβόντων Φιδηναίων τινὲς παρὰ Ταρκυνίων στρατιώτας μεταπεμψάμενοι τὴν ἄκραν καταλαμβάνονται, καὶ τῶν μὴ ταὐτὰ προαιρουμένων οὓς μὲν διαφθείραντες, οὓς δ᾽ ἐξελάσαντες, ἀφιστᾶσιν αὖθις ἀπὸ Ῥωμαίων τὴν πόλιν· πρεσβείας τε Ῥωμαικῆς ἀφικομένης ὥρμησαν μὲν ὡς πολεμίοις χρήσασθαι τοῖς ἀνδράσι, κωλυθέντες δ᾽ ὑπὸ τῶν πρεσβυτέρων ἐξέβαλον αὐτοὺς ἀπὸ τῆς πόλεως, [2] οὔτε δοῦναι λόγον ἀξιώσαντες οὔτε λαβεῖν. ταῦθ᾽ ἡ βουλὴ τῶν Ῥωμαίων μαθοῦσα πρὸς μὲν τὸ κοινὸν τῶν Λατίνων οὔπω τὸν πόλεμον ἐκφέρειν πρόθυμος ἦν, πυνθανομένη μὴ πᾶσιν εἶναι τὰ ψηφισθέντα ὑπὸ τῶν [p. 216] προβούλων κατὰ νοῦν, ἀλλ᾽ ἐν ἑκάστῃ πόλει τοὺς δημοτικοὺς ἀναδύεσθαι τὸν πόλεμον, καὶ πλείους εἶναι τοὺς ἀξιοῦντας μένειν τὰς σπονδὰς τῶν διαλελύσθαι λεγόντων· ἐπὶ δὲ τοὺς ἐν Φιδήνῃ τὸν ἕτερον ἐψηφίσαντο τῶν ὑπάτων Μάνιον Τύλλιον ἀποστεῖλαι στρατιὰν ἄγοντα πολλήν· ὃς ἐπειδὴ τὴν χώραν αὐτῶν ἐδῄωσε κατὰ πολλὴν· ὃς ἐπειδὴ τὴν χώραν αὐτῶν ἐδῄωσε κατὰ πολλὴν ἄδειαν οὐδενὸς ὑπὲρ αὐτῆς ἀμυνομένου, πλησίον τοῦ τείχους καταστρατοπεδευσάμενος ἐφύλαττε μήτ᾽ ἀγορὰς εἰσάγεσθαι τοῖς ἔνδον μήτε ὅπλα μήτε ἄλλην βοήθειαν μηδεμίαν. [3] Φιδηναῖοι μὲν δὴ τειχήρεις ἐγένοντο καὶ πρὸς τὰς Λατίνων ἐπρεσβεύοντο πόλεις δεόμενοι ταχείας συμμαχίας· οἱ δὲ προεστηκότες τῶν Λατίνων, ἀγορὰν ποιησάμενοι τῶν πόλεων, Ταρκυνίοις τε αὖθις ἀποδόντες λόγον καὶ τοῖς παρὰ τῶν πολιορκουμένων ἥκουσιν, ἐκάλουν τοὺς συνέδρους εἰς ἀπόφασιν γνώμης, τίνα χρὴ πολεμεῖν Ῥωμαίοις τρόπον, ἀπὸ τῶν πρεσβυτάτων τε καὶ ἐπιφανεστάτων ἀρξάμενοι. [4] πολλῶν δὲ ῥηθέντων λόγων καὶ περὶ αὐτοῦ τοῦ πολέμου πρῶτον, εἰ δέοι αὐτὸν ἐπικυρῶσαι, οἱ μὲν ταραχωδέστεροι τῶν συνέδρων τὸν βασιλέα κατάγειν ἐπὶ τὴν ἀρχὴν ἠξίουν καὶ Φιδηναίοις βοηθεῖν παρῄνουν· ἐν ἡγεμονίαις μὲν βουλόμενοι γενέσθαι στρατιωτικαῖς καὶ πραγμάτων ἐφάψασθαι μεγάλων, μάλιστα δ᾽ οἱ δυναστείας καὶ τυραννίδος ἐν ταῖς ἑαυτῶν πατρίσιν ἐρῶντες, ἣν συγκατασκευάσειν αὐτοῖς Ταρκυνίους ἐπείθοντο τὴν Ῥωμαίων ἀρχὴν ἀνακτησαμένους. οἱ δ᾽ εὐπορώτατοί τε καὶ ἐπιεικέστατοι μένειν ἐν ταῖς σπονδαῖς ἠξίουν τὰς πόλεις καὶ μὴ προχείρως ἐπὶ τὰ ὅπλα [p. 217] χωρεῖν· καὶ ἦσαν οὗτοι τῷ πλήθει πιθανώτατοι. [5] ἐξωθούμενοι δὴ πρὸς τῶν παραινούντων τὴν εἰρήνην ἄγειν οἱ τὸν πόλεμον ἐπισπεύδοντες, τοῦτό γε πείθουσι ποιῆσαι τὴν ἐκκλησίαν τελευτῶντες, πρεσβευτὰς εἰς Ῥώμην ἀποστεῖλαι τοὺς παρακαλέσοντας ἅμα καὶ συμβουλεύσοντας τῇ πόλει δέχεσθαι Ταρκυνίους καὶ τοὺς ἄλλους φυγάδας ἐπ᾽ ἀδείᾳ καὶ ἀμνηστίᾳ, καὶ περὶ τούτων ὅρκια τεμόντας τῇ πατρίῳ κοσμεῖσθαι πολιτείᾳ καὶ τῆς Φιδηναίων πόλεως ἀπανιστάναι τὸν στρατόν, ὡς σφῶν γε οὐχ ὑπεροψομένων συγγενεῖς καὶ φίλους ἀφαιρεθέντας τὴν πατρίδα· ἐὰν δὲ μηδέτερον τούτων ὑπομείνωσι πράττειν, τότε βουλεύσεσθαι περὶ τοῦ πολέμου· [6] οὐκ ἀγνοοῦντες μέν, ὅτι τούτων οὐδέτερον ὑπομενοῦσι Ῥωμαῖοι, προφάσεις δὲ τῆς ἔχθρας βουλόμενοι λαβεῖν εὐπρεπεῖς, καὶ τοὺς ἐναντιουμένους σφίσι θεραπείαις ἐν τῷ μεταξὺ χρόνῳ καὶ χάρισιν ἐπάξεσθαι νομίζοντες. ταῦτα ψηφισάμενοι καὶ χρόνον ὁρίσαντες ἐνιαύσιον Ῥωμαίοις μὲν βουλῆς, ἑαυτοῖς δὲ παρασκευῆς, καὶ πρεσβευτὰς ἀποδείξαντες, οὓς Ταρκύνιος ἐβούλετο, διέλυσαν τὸν σύλλογον.

ΚΕΦΑΛΑΙΟΝ ΝΓ΄

[1] διασκεδασθέντων δὲ τῶν Λατίνων κατὰ πόλεις, ὁρῶντες οἱ περὶ Μαμίλιόν τε καὶ Ταρκύνιον, ὅτι ταῖς σπουδαῖς ἀναπεπτώκασιν οἱ πολλοί, τὰς μὲν ὑπερορίους ἐλπίδας ὡς οὐ πάνυ βεβαίας ἀφίεσαν· μεταθέμενοι δὲ τὰς γνώμας τὸν πολιτικὸν καὶ ἀφύλακτον ἐμηχανῶντο πόλεμον ἐξ αὐτῆς ἀναστῆσαι τῆς [p. 218] Ῥώμης, στάσιν εἰσάγοντες τοῖς πένησι πρὸς τοὺς εὐπόρους. [2] ἤδη δ᾽ ὑπεκίνει τὸ πολὺ τοῦ δημοτικοῦ μέρος καὶ ἐνόσει, μάλιστα δὲ τὸ ἄπορον καὶ ὑπὸ δανείων ἠναγκασμένον μηκέτι τὰ κράτιστα τῷ κοινῷ φρονεῖν· οὐ γὰρ ἐμετρίαζον ἐν ταῖς ἐξουσίαις οἱ δανείζοντες, ἀλλ᾽ εἰς δεσμοὺς τὰ τῶν ὑποχρέων ἀπῆγον σώματα καὶ ὥσπερ ἀργυρωνήτοις αὐτοῖς ἐχρῶντο. [3] ταῦτα δὴ μαθὼν ἔπεμψεν ὁ Ταρκύνιος εἰς τὴν πόλιν ἅμα τοῖς πρέσβεσι τῶν Λατίνων ἀνυπόπτους τινὰς ἄνδρας φέροντας χρυσίον, οἳ συνιόντες εἰς λόγους τοῖς ἀπόροις καὶ θρασυτάτοις, καὶ τὰ μὲν ἤδη διδόντες αὐτοῖς, τὰ δ᾽, εἰ κατέλθοιεν οἱ βασιλεῖς, ἐπαγγελλόμενοι, πολλοὺς πάνυ τῶν πολιτῶν διέφθειραν· καὶ γίνεται συνωμοσία κατὰ τῆς ἀριστοκρατίας οὐ μόνον ἐλευθέρων ἀπόρων, ἀλλὰ καὶ δούλων πονηρῶν ἐλευθερίας ἐλπίσιν ὑπαχθέντων, οἳ διὰ τοὺς κολασθέντας ὁμοδούλους ἐν τῷ παρελθόντι ἐνιαυτῷ δυσμενῶς καὶ ἐπιβούλως διακείμενοι πρὸς τοὺς δεσπότας, ἀπιστούμενοί τε ὑπ᾽ αὐτῶν καὶ ἐν ὑποψίαις ὄντες ὡς καὶ αὐτοὶ σφίσιν ἐπιθησόμενοί ποτε εἰ καιρὸν λάβοιεν, ἄσμενοι τοῖς παρακαλοῦσι πρὸς τὴν ἐπίθεσιν ὑπήκουσαν. [4] ὁ δὲ τῆς συνωμοσίας αὐτῶν τοιόσδε ἦν λογισμός. τοὺς μὲν ἡγεμόνας τῆς ἐπιχειρήσεως ἔδει φυλάξαντας νύκτ᾽ ἀσέληνον τὰς ἄκρας καὶ τοὺς ἐρυμνοὺς τῆς πόλεως τόπους καταλαβέσθαι· τοὺς δὲ θεράποντας, ὅταν αἴσθωνται κρατοῦντας ἐκείνους τῶν ἐπικαίρων χωρίων· ἀλαλαγμῷ δὲ τοῦτ᾽ ἔμελλεν [p. 219] αὐτοῖς γενήσεσθαι φανερόν· ἀποκτεῖναι τοὺς δεσπότας καθεύδοντας, ταῦτα δὲ διαπραξαμένους τάς τε οἰκίας διαρπάσαι τῶν εὐπόρων καὶ τὰς πύλας τοῖς τυράννοις ἀνοῖξαι.

ΚΕΦΑΛΑΙΟΝ ΝΔ΄

[1] ἡ δ᾽ ἐν παντὶ καιρῷ σώζουσα τὴν πόλιν καὶ μέχρι τῶν κατ᾽ ἐμὲ χρόνων παραμένουσα θεία πρόνοια διεκάλυψεν αὐτῶν τὰ βουλεύματα μηνύσεως θατέρῳ τῶν ὑπάτων γενομένης Σολπικίῳ, ἣν ἐποίησαν ἀδελφοὶ δύο Ταρκύνιοι, Πόπλιος καὶ Μάρκος, ἐκ Λαυρέντου πόλεως, κορυφαιότατοι τῶν μετασχόντων τῆς συνωμοσίας, ὑπὸ θείας ἀνάγκης βιαζόμενοι. [2] ἐφίσταντο γὰρ αὐτοῖς, ὅτε κοιμηθεῖεν, ὄψεις ὀνείρων φοβεραὶ τιμωρίας ἐπαπειλοῦσαι μεγάλας, εἰ μὴ παύσαιντο καὶ ἀποσταῖεν τῆς ἐπιθέσεως, διώκεσθαί τε ὑπὸ δαιμόνων τινῶν καὶ παίεσθαι καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεσθαι καὶ ἄλλα πολλὰ καὶ σχέτλια πάσχειν τελευτῶντες ἐδόκουν· ὑφ᾽ ὧν περίφοβοι καὶ τρόμῳ παλλόμενοι διηγείροντο καὶ οὐδὲ καθεύδειν διὰ τὰ δείματα ταῦτ᾽ ἐδύναντο. [3] κατ᾽ ἀρχὰς μὲν οὖν ἀποτροπαίοις τισὶ καὶ ἐξακεστηρίοις θυσίαις ἐπειρῶντο παραιτεῖσθαι τοὺς ἐνισταμένους σφίσι δαίμονας· ὡς δ᾽ οὐδὲν ἐπέραινον, ἐπὶ μαντείας ἐτράποντο τὴν μὲν διάνοιαν τῆς ἐπιχειρήσεως ἀπόρρητον φυλάττοντες, τοῦτο δὲ μόνον ἀξιοῦντες μαθεῖν, εἰ καιρὸς ἤδη πράττειν, ἃ βούλονται. ἀποκριναμένου δὲ τοῦ μάντεως, ὅτι πονηρὰν καὶ ὀλέθριον [p. 220] βαδίζουσιν ὁδὸν καί, εἰ μὴ μεταθήσονται τὰ βουλεύματα, τὸν αἴσχιστον ἀπολοῦνται τρόπον, δείσαντες μὴ φθάσωσιν αὐτοὺς ἕτεροι τὰ κρυπτὰ εἰς φῶς ἐξενέγκαντες, αὐτοὶ μηνυταὶ γίνονται πρὸς τὸν ἐνδημοῦντα τῶν ὑπάτων. [4] ὁ δ᾽ ὕπατος ἐπαινέσας αὐτοὺς καὶ πολλὰ ὑποσχόμενος εὖ ποιήσειν, ἐὰν καὶ τὰ ἔργα ὅμοια τοῖς λόγοις ἐπιδείξωνται, τούτους μὲν ἔνδον παρ᾽ ἑαυτῷ κατεῖχεν οὐδενὶ φράσας· τοὺς δὲ τῶν Λατίνων πρέσβεις ἀναβαλλόμενος τέως καὶ παρέλκων τὴν ἀπόκρισιν τότε εἰσαγαγὼν εἰς τὸ βουλευτήριον τὰ [5] δόξαντα τοῖς συνέδροις ἀποκρίνεται πρὸς αὐτούς· ἄνδρες φίλοι τε καὶ συγγενεῖς ἀπαγγέλλετε ἀπιόντες πρὸς τὸ κοινὸν τῶν Λατίνων, ὅτι Ῥωμαίων ὁ δῆμος οὔτε πρότερον Ταρκυνιήταις ἀξιοῦσιν ἐχαρίσατο τὴν τῶν τυράννων κάθοδον, οὔθ᾽ ὕστερον ἅπασι Τυρρηνοῖς, οὓς ἦγε βασιλεὺς Πορσίνας, ὑπὲρ τῶν αὐτῶν δεομένοις καὶ πόλεμον ἐπάγουσιν ἁπάντων πολέμων βαρύτατον ἐνέκλινεν, ἀλλ᾽ ἠνέσχετο γῆν τε κειρομένην ὁρῶν καὶ αὐλὰς ἐμπιπραμένας, τειχήρης γενόμενος ὑπὲρ τῆς ἐλευθερίας καὶ τοῦ μηθὲν ὧν μὴ βούλεται πράττειν κελευσθείς· ὑμῶν τ᾽, ὦ Λατῖνοι, τεθαύμακεν, εἰ ταῦτ᾽ εἰδότες οὐδὲν ἧττον δέχεσθαι τοὺς τυράννους καὶ τὴν Φιδήνης πολιορκίαν λύειν ἐπιτάττοντες ἥκετε [p. 221] καὶ μὴ πειθομένοις πόλεμον ἀπειλεῖτε. παύσασθε δὴ ψυχρὰς καὶ ἀπιθάνους τῆς ἔχθρας παραβαλλόμενοι προφάσεις καὶ εἰ διὰ ταῦτα μέλλετε διαλύειν τὸ συγγενὲς καὶ τὸν πόλεμον ἐπικυροῦν, μηθὲν ἔτι ἀναβάλλεσθε.

ΚΕΦΑΛΑΙΟΝ ΝΕ΄

[1] ταῦτα τοῖς πρέσβεσιν ἀποκρινάμενος καὶ προπέμψας ἐκ τῆς πόλεως μετὰ τοῦτο φράζει τῇ βουλῇ περὶ τῆς ἀπορρήτου συνωμοσίας, ἃ παρὰ τῶν μηνυτῶν ἔμαθε· καὶ λαβὼν ἐξουσίαν παρ᾽ αὐτῶν αὐτοκράτορα τοῦ διερευνήσασθαι τοὺς μετασχόντας τῶν ἀπορρήτων βουλευμάτων καὶ τοῦ κολάσαι τοὺς ἐξευρεθέντας, οὐ τὴν αὐθάδη καὶ τυραννικὴν ἦλθεν ὁδόν, ὡς ἕτερος ἄν τις ἐποίησεν εἰς τοσαύτην κατακλεισθεὶς ἀνάγκην· ἀλλ᾽ ἐπὶ τὴν εὐλόγιστόν τε καὶ ἀσφαλῆ καὶ τῷ σχήματι τῆς καθεστώσης τότε πολιτείας ἀκόλουθον ἐτράπετο. [2] οὔτε γὰρ ἐκ τῶν οἰκιῶν συλλαμβανομένους ἄγεσθαι τοὺς πολίτας ἐπὶ τὸν θάνατον ἀποσπωμένους ἀπὸ γυναικῶν τε καὶ τέκνων καὶ πατέρων ἐβουλήθη, τόν τ᾽ οἶκτον ἐνθυμούμενος, οἷος ἔσται τῶν προσηκόντων ἑκάστοις παρὰ τὸν ἀποσπασμὸν τῶν ἀναγκαιοτάτων καὶ δεδοικώς, μή τινες ἀπονοηθέντες ἐπὶ τὰ ὅπλα τὴν ὁρμὴν λάβωσι, καὶ δι᾽ αἵματος ἐμφυλίου χωρήσῃ τὸ ἀναγκασθὲν παρανομεῖν· οὔτε δικαστήρια καθίζειν αὐτοῖς ᾤετο δεῖν, λογιζόμενος, ὅτι πάντες ἀρνήσονται καὶ οὐθὲν ἔσται βέβαιον τοῖς δικασταῖς τεκμήριον οὐδ᾽ ἀναμφίλεκτον ἔξω τῆς μηνύσεως, ᾧ πιστεύσαντες θάνατον τῶν πολιτῶν καταψηφιοῦνται· [3] καινὸν δέ τινα [p. 222] τρόπον ἀπάτης ἐξεῦρε τῶν νεωτεριζόντων, δι᾽ οὗ πρῶτον μὲν αὐτοὶ μηδενὸς ἀναγκάζοντες εἰς ἓν χωρίον ἥξουσιν οἱ τῶν ἀπορρήτων βουλευμάτων ἡγεμόνες, ἔπειτ᾽ ἀναμφιλέκτοις ἁλώσονται τεκμηρίοις, ὥστε μηδ᾽ ἀπολογίαν αὐτοῖς καταλείπεσθαι μηδεμίαν, πρὸς δὲ τούτοις οὐκ εἰς ἔρημον συναχθέντες τόπον οὐδ᾽ ἐν ὀλίγοις μάρτυσιν ἐξελεγχθέντες, ἀλλ᾽ ἐν ἀγορᾷ πάντων ὁρώντων γενόμενοι καταφανεῖς ἃ προσήκει πείσονται, ταραχή τ᾽ οὐδεμία γενήσεται κατὰ τὴν πόλιν οὐδ᾽ ἐπαναστάσεις ἑτέρων, οἷα συμβαίνειν φιλεῖ περὶ τὰς κολάσεις τῶν νεωτεριζόντων, καὶ ταῦτ᾽ ἐν ἐπισφαλέσι καιροῖς.

ΚΕΦΑΛΑΙΟΝ ΝΣΤ΄

[1] ἄλλος μὲν οὖν ἄν τις ἀποχρῆν ὑπέλαβεν αὐτὸ τὸ κεφάλαιον εἰπεῖν, ὅτι συλλαβὼν τοὺς μετασχόντας τῶν ἀπορρήτων βουλευμάτων ἀπέκτεινεν, ὡς ὀλίγης τοῖς πράγμασι δηλώσεως δέον· ἐγὼ δὲ καὶ τὸν τρόπον τῆς συλλήψεως τῶν ἀνδρῶν ἱστορίας ἄξιον εἶναι νομίσας ἔκρινα μὴ παρελθεῖν, ἐνθυμούμενος ὅτι τοῖς ἀναγινώσκουσι τὰς ἱστορίας οὐχ ἱκανόν ἐστιν εἰς ὠφέλειαν τὸ τέλος αὐτὸ τῶν πραχθέντων ἀκοῦσαι, ἀπαιτεῖ δ᾽ ἕκαστος καὶ τὰς αἰτίας ἱστορῆσαι τῶν γινομένων καὶ τοὺς τρόπους τῶν πράξεων καὶ τὰς διανοίας τῶν πραξάντων καὶ τὰ παρὰ τοῦ δαιμονίου συγκυρήσαντα, καὶ μηδενὸς ἀνήκοος γενέσθαι τῶν πεφυκότων τοῖς πράγμασι παρακολουθεῖν· τοῖς δὲ πολιτικοῖς καὶ [p. 223] πάνυ ἀναγκαίαν ὑπάρχουσαν ὁρῶν τὴν τούτων μάθησιν, ἵνα παραδείγμασιν ἔχοιεν πρὸς τὰ συμβαίνοντα χρῆσθαι. [2] ἦν δ᾽ ὁ τρόπος τῆς συλλήψεως τῶν συνωμοτῶν, ὃν ἐξεῦρεν ὁ ὕπατος, τοιόσδε. τῶν μετεχόντων τοῦ βουλευτικοῦ συνεδρίου τοὺς ἀκμαιοτάτους ἐπιλεξάμενος ἐκέλευσεν αὐτοῖς, ὅταν λάβωσι τὸ σύνθημα μετὰ τῶν πιστοτάτων φίλων τε καὶ συγγενῶν τοὺς ἐρυμνοὺς τῆς πόλεως καταλαβέσθαι τόπους, ἐν οἷς ἐτύγχανον ἕκαστοι τὰς οἰκήσεις ἔχοντες· τοῖς θ᾽ ἱππεῦσι προεῖπεν ἐν ταῖς ἐπιτηδειοτάταις τῶν περὶ τὴν ἀγορὰν οἰκιῶν περιμένειν ἔχουσι ξίφη καὶ ποιεῖν, ὅ τι ἂν αὐτοῖς κελεύῃ. [3] ἵνα δὲ μηθὲν ἐν τῇ συλλήψει τῶν πολιτῶν νεωτερίσωσιν οἱ προσήκοντες αὐτοῖς ἢ τῶν ἄλλων τινὲς πολιτῶν μηδ᾽ ἐμφύλιοι διὰ τὴν ταραχὴν ταύτην γένωνται φόνοι, γράμματα πέμψας πρὸς τὸν ἐπὶ τῆς πολιορκίας τῆς Φιδηναίων τεταγμένον ὕπατον ἐκέλευσεν ἀρχομένης τῆς νυκτὸς ἄγοντα τὸ κράτιστον τῆς στρατιᾶς ἥκειν ἐπὶ τὴν πόλιν καὶ πλησίον τοῦ τείχους ἐν ὀρεινῷ τόπῳ θέσθαι τὰ ὅπλα.

ΚΕΦΑΛΑΙΟΝ ΝΖ΄

[1] παρασκευασάμενος δὲ ταῦτα τοῖς μηνύσασι τὴν πρᾶξιν εἶπε ..., πρὸς τοὺς ἡγεμόνας τῶν συνωμοτῶν ἥκειν εἰς τὴν ἀγορὰν περὶ μέσας νύκτας, ἄγοντας οἷς μάλιστα πιστεύουσι τῶν ἑταίρων, ὡς ἐκεῖ τάξιν τε καὶ χώραν καὶ σύνθημα ληψομένους, καὶ ἃ δεῖ [p. 224] πράττειν ἑκάστους ἀκούσοντας. ἐγίγνετο ταῦτα· καὶ ἐπειδὴ συνήχθησαν οἱ προεστηκότες τῶν ἑταίρων ἅπαντες εἰς τὴν ἀγοράν, διὰ συνθημάτων ἀδήλων ἐκείνοις εὐθὺς αἵ τε ἄκραι πλήρεις ἐγίγνοντο τῶν ὑπὲρ τῆς πόλεως ἀνειληφότων τὰ ὅπλα καὶ τὰ περὶ τὴν ἀγορὰν ὑπὸ τῶν ἱππέων ἐφρουρεῖτο κύκλῳ, μία τε οὐ κατελείπετο τοῖς ἀπιέναι βουλομένοις ἔξοδος. [2] καὶ κατὰ τὸν αὐτὸν χρόνον ὁ ἕτερος τῶν ὑπάτων Μάνιος ἀπὸ τῆς Φιδήνης ἀναστὰς παρῆν εἰς τὸ πεδίον ἄγων τὴν δύναμιν. ὡς δ᾽ ἡμέρα τάχιστα διέλαμψεν, ὁπλίτας περὶ ἑαυτοὺς ἔχοντες οἱ ὕπατοι προῆλθον ἐπὶ τὸ βῆμα· καὶ διὰ πάντων τῶν στενωπῶν τοῖς κήρυξι περιαγγεῖλαι κελεύσαντες ἥκειν τὸν δῆμον εἰς ἐκκλησίαν, παντὸς τοῦ κατὰ τὴν πόλιν ὄχλου συνδραμόντος, δηλοῦσί τε αὐτοῖς τὴν γενομένην ἐπὶ τῇ καθόδῳ τοῦ τυράννου συνωμοσίαν καὶ τοὺς μηνυτὰς ἀναβιβάζονται. [3] καὶ μετὰ τοῦτ᾽ ἀπολογεῖσθαι συγχωρήσαντες, ἐάν τινες ἀμφισβητῶσι πρὸς τὴν μήνυσιν, ἐπειδὴ πρὸς ἄρνησιν οὐδεὶς ἐπεχείρησε τραπέσθαι, μεταστάντες ἐκ τῆς ἀγορᾶς εἰς τὸ βουλευτήριον γνώμας ὑπὲρ αὐτῶν διηρώτησαν τοὺς συνέδρους, καὶ γραψάμενοι τὰ δόξαντα αὐτοῖς ἧκον αὖθις ἐπὶ τὴν ἐκκλησίαν καὶ τὸ προβούλευμα ἀνέγνωσαν. ἦν δὲ τοιόνδε· Ταρκυνίοις μὲν τοῖς μηνύσασι τὴν ἐπίθεσιν πολιτείαν δεδόσθαι καὶ ἀργυρίου μυρίας ἑκατέρῳ δραχμὰς καὶ πλέθρα γῆς δημοσίας εἴκοσι· [p. 225] τοὺς δὲ μετασχόντας τῆς συνωμοσίας συλληφθέντας ἀποθανεῖν, ἐὰν καὶ τῷ δήμῳ ταὐτὰ δοκῇ. [4] τοῦ δὲ συνεληλυθότος ὄχλου κύρια ποιήσαντος τὰ δόξαντα τῇ βουλῇ, μεταστῆναι κελεύσαντες ἐκ τῆς ἀγορᾶς τοὺς ἐπὶ τὴν ἐκκλησίαν συνεληλυθότας, ἔπειτ᾽ ἐκάλεσαν τοὺς ὑπηρέτας ἔχοντας ξίφη, οἳ πάντας τοὺς ἐνόχους ταῖς αἰτίαις ἐν ᾧ συνεκλείσθησαν χωρίῳ περιστάντες κατεφόνευσαν. διαχρησάμενοι δὲ τούτους οὐκέτι παρεδέξαντο μήνυσιν οὐδεμίαν κατ᾽ οὐθενὸς τῶν ταὐτὰ βουλευσαμένων, ἀλλὰ πάντας ἀφῆκαν τῶν ἐγκλημάτων τοὺς διαφυγόντας τὴν ἐκ χειρὸς κόλασιν, ἵνα πᾶν ἐξαιρεθῇ τὸ ταραχῶδες ἐκ τῆς πόλεως. [5] οἱ μὲν δὴ συστήσαντες τὴν συνωμοσίαν τοιούτῳ τρόπῳ διεφθάρησαν· ἡ δὲ βουλὴ καθαρθῆναι ψηφισαμένη τοὺς πολίτας ἅπαντας, ὅτι περὶ πολιτικοῦ φόνου γνώμας ἠναγκάσθησαν ἀποδείξασθαι, ὡς οὐ θεμιτὸν αὐτοῖς ἐφ᾽ ἱερὰ παρεῖναι καὶ θυσιῶν κατάρχεσθαι, πρὶν ἀφοσιώσασθαι τὸ μίασμα καὶ τὴν συμφορὰν λῦσαι τοῖς εἰωθόσι καθαρμοῖς· ἐπειδὴ πᾶν ὅσον ἦν ὅσιον ὑπὸ τῶν ἐξηγουμένων τὰ θεῖα κατὰ τὸν ἐπιχώριον νόμον ἐπράχθη, θυσίας μετὰ τοῦτο χαριστηρίους καὶ ἀγῶνας ἔκρινεν ἐπιτελεσθῆναι, καὶ τρεῖς ἡμέρας ἔθηκεν εἰς ταῦτα ἱεράς. Μανίου δὲ Τυλλίου θατέρου τῶν ὑπάτων ἐν τοῖς ἱεροῖς καὶ ἐπωνύμοις τῆς πόλεως ἀγῶσι [p. 226] κατὰ τὴν πομπὴν ἐκ τοῦ ἱεροῦ πεσόντος ἅρματος κατ᾽ αὐτὸν τὸν ἱππόδρομον, καὶ τρίτῃ μετὰ τὴν πομπὴν ταύτην ἡμέρᾳ τελευτήσαντος, τὸν λειπόμενον χρόνον βραχὺν ὄντα τὴν ἀρχὴν μόνος ὁ Σολπίκιος κατέσχεν.

ΚΕΦΑΛΑΙΟΝ ΝΗ΄

[1] ὕπατοι δ᾽ εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ἀπεδείχθησαν Πόπλιος Οὐετούριος Γεμῖνος καὶ Πόπλιος Αἰβούτιος Ἔλβας. τούτων ὁ μὲν Αἰβούτιος ἐπὶ τῶν πολιτικῶν ἐτάχθη πραγμάτων φυλακῆς οὐ μικρᾶς δεῖσθαι δοκούντων, μή τις ἑτέρα νεωτερισθῇ πρᾶξις ἐκ τῶν πενήτων· Οὐετούριος δὲ τὴν ἡμίσειαν τῆς στρατιᾶς ἐπαγόμενος τὴν Φιδηναίων γῆν ἐδῄου κωλύοντος οὐδενὸς καὶ προσκαθεζόμενος τῇ πόλει προσβολὰς ἐποιεῖτο συνεχεῖς. οὐ δυνάμενος δὲ πολιορκίᾳ τὸ τεῖχος ἑλεῖν ἀπεχαράκου τὰ πέριξ καὶ ἀπετάφρευεν ὡς λιμῷ [2] τοὺς ἀνθρώπους παραστησόμενος. ἤδη δὲ κάμνουσι τοῖς Φιδηναίοις ἧκεν ἐπικουρία Λατίνων, ἣν ἀπέστειλε Σέξτος Ταρκύνιος, καὶ σῖτος καὶ ὅπλα καὶ τἆλλα τὰ εἰς τὸν πόλεμον ἐπιτήδεια. οἷς πιστεύσαντες ἐθάρρησαν προελθεῖν ἐκ τῆς πόλεως, δύναμις οὐ μικρά, καὶ ποιοῦνται στρατόπεδον ἐν ὑπαίθρῳ. ὁ μὲν δὴ περιτειχισμὸς οὐκέτι τοῖς Ῥωμαίοις χρήσιμος ἦν, ἐδόκει δ᾽ ἀγῶνος δεῖν· καὶ γίνεται πλησίον τῆς πόλεως μάχη μέχρι τινὸς ἀγχώμαλος· ἔπειτα ὑπὸ τοῦ ταλαιπώρου τῶν Ῥωμαίων, ὃ διὰ τὴν πολλὴν ἄσκησιν αὐτοῖς περιῆν, ἐκβιασθέντες οἱ Φιδηναῖοι πλείους ὄντες ὑπ᾽ ἐλαττόνων εἰς φυγὴν κατέστησαν. [3] φόνος δ᾽ οὐ πολὺς [p. 227] αὐτῶν ἐγένετο, τῆς ὑποχωρήσεως εἰς τὴν πόλιν οὐ διὰ μακροῦ γενομένης καὶ τῶν ἐπὶ τοῖς τείχεσι τοὺς διώξαντας ἀποκρουσαμένων. μετὰ τοῦτο τὸ ἔργον οἱ μὲν ἐπίκουροι διασκεδασθέντες ἀπῄεσαν οὐδὲν τοὺς ἔνδον ὠφελήσαντες· ἡ δὲ πόλις ἐν ταῖς αὐταῖς πάλιν ἐγεγόνει συμφοραῖς καὶ τῇ σπάνει τῶν ἀναγκαίων ἐπονεῖτο, [4] κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Σέξτος Ταρκύνιος ἄγων στρατιὰν Λατίνων ἐπὶ Σιγνίαν κατεχομένην ὑπὸ Ῥωμαίων ἐστράτευσεν, ὡς ἐξ ἐφόδου τὸ φρούριον παραληψόμενος. γενναίως δὲ τῶν ἔνδον ἀπομαχεσαμένων, παρεσκεύαστο μὲν ὡς λιμῷ τοὺς ἀνθρώπους τὸ χωρίον ἐκλιπεῖν ἀναγκάσων καὶ πολὺν αὐτόθι χρόνον οὐδὲν ἀξιόλογον πράττων διετέλει· ἀποτυχὼν δὲ καὶ ταύτης τῆς ἐλπίδος ἀφικομένης τοῖς φρουροῖς ἀγορᾶς τε καὶ βοηθείας ἀπὸ τῶν ὑπάτων, λύσας τὴν πολιορκίαν ἀπῆγε τὰς δυνάμεις.

ΚΕΦΑΛΑΙΟΝ ΝΘ΄

[1] τῷ δ᾽ ἑξῆς ἐνιαυτῷ Ῥωμαῖοι καθιστᾶσιν ὑπάτους Τῖτον Λάρκιον Φλάβον καὶ Κόιντον Κλοίλιον Σικελόν. τούτων ὁ μὲν Κλοίλιος τὰ πολιτικὰ πράττειν ἐτάχθη ὑπὸ τῆς βουλῆς τὴν ἡμίσειαν τῆς στρατιᾶς ἔχων φυλακῆς ἕνεκα τῶν νεωτεριζόντων, ἐπιεικὴς τὴν φύσιν εἶναι δοκῶν καὶ δημοτικός. ὁ δὲ Λάρκιος ἐπὶ τὸν κατὰ Φιδηναίων πόλεμον ἐξηρτυμένην στρατιὰν ἄγων καὶ τὰ εἰς πολιορκίαν ἐπιτήδεια παρασκευασάμενος ᾤχετο. [2] πονουμένοις τε τῷ μήκει τοῦ πολέμου καὶ πάντων σπανίζουσι τῶν ἀναγκαίων χαλεπὸς ἦν [p. 228] ὑπορύττων τε τοὺς θεμελίους τῶν τειχῶν καὶ χώματα ἐγείρων καὶ μηχανὰς προσφέρων καὶ οὔθ᾽ ἡμέρας οὔτε νυκτὸς τῆς πολιορκίας ἀφιστάμενος ὀλίγου τε χρόνου κατὰ κράτος αἱρήσειν τὴν πόλιν ὑπολαμβάνων. οὐδὲ γὰρ αἱ Λατίνων πόλεις, αἷς οἱ Φιδηναῖοι μόναις πιστεύοντες ἀνείλοντο τὸν πόλεμον, ἱκαναὶ σώζειν αὐτοὺς ἔτι τότ᾽ ἦσαν. [3] μία μὲν γὰρ οὐδεμία πόλις ἀξιόχρεως ἦν ἀπαλλάξαι τῆς πολιορκίας αὐτούς, κοινῇ δ᾽ ἐξ ὅλου τοῦ ἔθνους οὔπω συνειστήκει δύναμις, ἀλλὰ πολλάκις πρεσβευομένοις αὐτοῖς τὰς αὐτὰς ἐδίδοσαν οἱ προεστηκότες τῶν πόλεων ἀποκρίσεις, ὡς ἀφιξομένης σφίσιν ἐπικουρίας ἐν τάχει· ἔργον δ᾽ οὐδὲν ἐγίνετο ταῖς ὑποσχέσεσιν ὅμοιον, ἀλλὰ μέχρι λόγων αἱ περὶ τῆς συμμαχίας ἐλπίδες ἐχώρουν. [4] οὐ μὴν παντάπασί γε τὰ παρὰ τῶν Λατίνων ἀπεγνώκεσαν οἱ Φιδηναῖοι, ἀλλὰ διεκαρτέρουν ἐπὶ ταῖς ἐκεῖθεν ἐλπίσι πάντα τὰ δεινὰ ὑπομένοντες. ἦν δ᾽ ὑπὲρ πάντα ὁ λιμὸς ἄμαχον πρᾶγμα καὶ πολὺν οὗτος ἐποίησεν ἀνθρώπων φθόρον. ὡς δ᾽ ἀπειρήκεσαν ἤδη τοῖς κακοῖς, πρεσβευτὰς ἀπέστειλαν ὡς τὸν ὕπατον ἀνοχὰς αἰτοῦντες εἰς τεταγμένον τινὰ ἡμερῶν ἀριθμὸν ὡς ἐν τούτῳ βουλευσόμενοι τῷ χρόνῳ περὶ τῆς πρὸς Ῥωμαίους φιλίας, ἐφ᾽ οἷς αὐτὴν ποιήσονται δικαίοις. [5] ἦν δ᾽ οὐ βουλῆς χάριν αἰτούμενος ὑπ᾽ αὐτῶν ὁ χρόνος, ἀλλὰ παρασκευῆς τῶν συμμάχων, ὡς ἐδήλωσαν τῶν αὐτομόλων τινὲς ἔναγχος ἀφιγμένοι. τῇ γὰρ ἔμπροσθεν νυκτὶ τοὺς ἐπιφανεστάτους [p. 229] τῶν πολιτῶν καὶ πλεῖστον ἐν ταῖς Λατίνων πόλεσι δυναμένους ἀπεστάλκεσαν πρέσβεις πρὸς τὸ κοινὸν ἱκετηρίας φέροντας.

ΚΕΦΑΛΑΙΟΝ Ξ΄

[1] ταῦτα δὴ προεγνωκὼς ὁ Λάρκιος τοῖς μὲν αἰτοῦσι τὰς ἀνοχὰς ἐκέλευσε τὰ ὅπλα ἀποθεμένοις καὶ τὰς πύλας ἀνοίξασι, τότε διαλέγεσθαι πρὸς αὐτόν· ἄλλως δ᾽ οὔτε διαλλαγὰς οὔτε ἀνοχὰς οὔτε ἄλλο φιλάνθρωπον ἢ μέτριον οὐθὲν αὐτοῖς ὑπάρξειν ἔφη παρὰ τῆς Ῥωμαίων πόλεως· τοὺς δ᾽ ἀποσταλέντας ἐπὶ τὸ Λατίνων ἔθνος πρεσβευτὰς ἐφύλαττε μηκέτι παρελθεῖν ἐντὸς τείχους, ἁπάσας τὰς εἰς τὴν πόλιν ἀγούσας ὁδοὺς φρουραῖς ἐπιμελεστέραις διαλαβών, ὥστε ἠναγκάσθησαν οἱ πολιορκούμενοι τὰς συμμαχικὰς ἀπογνόντες ἐλπίδας ἐπὶ τὰς τῶν πολεμίων δεήσεις καταφυγεῖν. καὶ συνελθόντες εἰς ἐκκλησίαν ἔκριναν ὑπομένειν τὰς διαλλαγὰς, [2] ἐφ᾽ οἷς ὁ κρατῶν ἠξίου. οὕτως δ᾽ ἄρα πολιτικὰ ἦν τὰ τῶν τότε ἡγεμόνων ἤθη καὶ πλεῖστον ἀπέχοντα τυραννικῆς αὐθαδείας, ἣν σπάνιοί τινες τῶν καθ᾽ ἡμᾶς ἡγεμόνων ἴσχυσαν ἐξουσίας ἐπαρθέντες μεγέθει διαφυγεῖν, ὥστε παραλαβὼν τὴν πόλιν ὁ ὕπατος οὐθὲν ἀπὸ τῆς ἑαυτοῦ γνώμης ἔπραξεν, ἀλλ᾽ ἀποθέσθαι τοὺς ἀνθρώπους κελεύσας τὰ ὅπλα καὶ φρουρὰν ἐπὶ τὴν ἄκραν καταλιπὼν αὐτὸς εἰς τὴν Ῥώμην ἀπῄει, καὶ συναγαγὼν τὸ συνέδριον ἀπέδωκεν αὐτοῖς σκοπεῖν, [3] τίνα χρηστέον τοῖς παραδοῦσιν ἑαυτοὺς τρόπον. ἐφ᾽ οἷς ἀγασθέντες τὸν ἄνδρα τῆς πρὸς αὐτοὺς τιμῆς οἱ σύνεδροι τοὺς μὲν ἐπιφανεστάτους Φιδηναίων καὶ τῆς [p. 230] ἀποστάσεως ἄρξαντας ἐδικαίωσαν, οὓς ἂν ὁ ὕπατος ἀποφήνῃ ῥάβδοις μαστιγωθέντας ἀποκοπῆναι τὰς κεφαλάς· περὶ δὲ τῶν ἄλλων ἐπ᾽ ἐκείνῳ τὴν ἐξουσίαν ἐποίησαν ἅπαντα πράττειν, ὅσα προῃρεῖτο. [4] γενόμενος δ᾽ ὁ Λάρκιος ἁπάντων κύριος ὀλίγους μέν τινας τῶν Φιδηναίων κατηγορηθέντας ὑπὸ τῶν τἀναντία φρονούντων ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς ἀπέκτεινε καὶ τὰς οὐσίας αὐτῶν ἐδήμευσε, τοῖς δ᾽ ἄλλοις ἅπασιν ἀπέδωκε τήν τε πόλιν ἔχειν καὶ τὰ χρήματα, τῆς δὲ γῆς αὐτῶν ἀπετέμετο τὴν ἡμίσειαν, ἣν ἐκληρούχησαν οἱ καταλειφθέντες ἐν τῇ πόλει Ῥωμαίων φρουροὶ τῆς ἄκρας. ταῦτα διαπραξάμενος ἀπῆγεν ἐπ᾽ οἴκου τὴν στρατιάν.