Προβλήματα/35
←Ὅσα περὶ τὸ στόμα καὶ τὰ ἐν αὐτῷ | Ὅσα περὶ τὰ ὑπὸ τὴν ἀφήν Συγγραφέας: Προβλήματα |
Ὅσα περὶ πρόσωπον→ |
Bekker, Aristoteles Opera Omnia, 964b-965a |
- ΛΕ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΥΠΟ ΤΗΝ ΑΦΗΝ.
Διὰ τί μᾶλλον φρίττομεν ἑτέρου θιγόντος πως ἢ αὐτοὶ
ἡμῶν; ἢ ὅτι αἰσθητικωτέρα ἡ ἁφὴ τοῦ ἀλλοτρίου ἢ ἡ τοῦ
οἰκείου; τὸ γὰρ συμφυὲς ἀναίσθητον. καὶ φοβερώτερον τὸ
λάθρᾳ καὶ ἐξαπιναίως γινόμενον, ὁ δὲ φόβος κατάψυξις·
ἡ δὲ ἀλλοτρία ἁφὴ πρὸς τὴν οἰκείαν ἄμφω ταῦτα ἔχει
καὶ ὅλως δὲ παθητικὸν ἕκαστον πέφυκεν ἢ μᾶλλον ἢ μόνον
ὑπ' ἄλλου ἢ ὑφ' αὑτοῦ, οἷον καὶ ἐπὶ τοῦ γαργαλίζεσθαι
συμβαίνει.
Διὰ τί γαργαλίζονται τὰς μασχάλας καὶ τὰ ἐντὸς
τῶν ποδῶν; ἢ διὰ τὴν λεπτότητα τοῦ δέρματος; καὶ ὧν
ἀσυνήθης ἡ ἁφή, οἷον τούτων καὶ τοῦ ὠτός;
Διὰ τί φρίττουσιν οὐκ ἐπὶ τοῖς αὐτοῖς πάντες; ἢ ὅτι οὐδ'
ἐπὶ τοῖς αὐτοῖς πάντες ἡδόμεθα, ὥσπερ οὐδὲ λυπούμεθα ἐπὶ
τοῖς αὐτοῖς πάντες; ὁμοίως δὴ οὐ φρίττομεν ἐπὶ τοῖς αὐτοῖς·
ἔστι γὰρ ἡ αὐτὴ κατάψυξίς τις. διὸ οἱ μὲν τοῦ ἱματίου δακνο-
μένου φρίττουσιν, οἱ δὲ πρίονος ἀκονουμένου ἢ ἑλκομένου, οἱ δὲ
κισήρεως τεμνομένης, οἱ δὲ ὄνου λίθον ἀλοῦντος.
Διὰ τί τοῦ μὲν θέρους ὄντος θερμοῦ, τοῦ δὲ χειμῶνος ψυ-
χροῦ, τὰ σώματα θιγγανόντων ψυχεινότερά ἐστι τοῦ θέρους ἢ
τοῦ χειμῶνος; πότερον ὅτι ὁ ἱδρὼς καὶ ἡ ἴδισις καταψύχει
τὰ σώματα, τοῦτο δ' ἐν μὲν τῷ θέρει γίνεται, ἐν δὲ τῷ
χειμῶνι οὔ. ἢ ὅτι ἀντιπεριίσταται ἐναντίως τὸ ψυχρὸν καὶ
τὸ θερμὸν τῇ ὥρᾳ, καὶ ἔσω φεύγει ἐν τῷ θέρει, διὸ καὶ
ἱδρῶτα ἀνίησιν· ἐν δὲ τῷ χειμῶνι ἀποστέγει τὸ ψῦχος καὶ
ἀτμίζει τὸ σῶμα ὥσπερ ἡ γῆ;
Διὰ τί φρίττουσιν αἱ τρίχες ἐν τῷ δέρματι; ἢ ὅταν
σπάσωσι τὸ δέρμα, εἰκότως ἐξανέστησαν; συσπῶσι δὲ καὶ
ὑπὸ ῥίγους καὶ ὑπ' ἄλλων παθῶν.
Διὰ τί αὐτὸς αὑτὸν οὐθεὶς γαργαλίζει; ἢ ὅτι καὶ
ὑπ' ἄλλου ἧττον, ἐὰν προαίσθηται, μᾶλλον δ', ἂν μὴ ὁρᾷ;
ὥσθ' ἥκιστα γαργαλισθήσεται, ὅταν μὴ λανθάνῃ τοῦτο πά-
σχων. ἔστι δὲ ὁ γέλως παρακοπή τις καὶ ἀπάτη. διὸ καὶ
τυπτόμενοι εἰς τὰς φρένας γελῶσιν· οὐ γὰρ ὁ τυχὼν τό-
πος ἐστὶν ᾧ γελῶσιν. τὸ δὲ λαθραῖον ἀπατητικόν. διὰ τοῦτο
καὶ γίνεται ὁ γέλως καὶ οὐ γίνεται ὑπ' αὐτοῦ.
Διὰ τί ποτε τὰ χείλη μάλιστα γαργαλιζόμεθα; ἢ
διότι δεῖ τὸ γαργαλιζόμενον μὴ πρόσω τοῦ αἰσθητικοῦ εἶναι;
ἔστι δὲ τὰ χείλη περὶ τὸν τόπον τοῦτον μάλιστα. διὰ τοῦτο
δὲ γαργαλίζεται τὰ χείλη τῶν περὶ τὴν κεφαλὴν τόπων,
ἅ ἐστιν εὔσαρκα. εὐκινητότατα οὖν μάλιστά ἐστιν.
Διὰ τί, ἐάν τις τὸν περὶ τὰς μασχάλας τόπον κνήσῃ,
ἐκγελῶσιν, ἐὰν δέ τινα ἄλλον, οὔ; ἢ διὰ τί πτερῷ τὰς
ῥῖνας κνήσαντες πτάρνυνται; ἢ τόποι εἰσὶ τῶν φλεβίων,
ὧν καταψυχομένων ἢ τοὐναντίον πασχόντων ὑγραίνονται;
ἢ εἰς πνεῦμα ἐκ τοῦ ὑγροῦ διαλύεται; ὥσπερ ἐὰν τὰς ἐπὶ
τοῦ τραχήλου πιέσῃ τις φλέβας, καθεύδουσιν. ἡ μὲν ἡδονὴ
θερμασία τίς ἐστιν· τοῦτο δέ, ὅταν πλέον τὸ πνεῦμα ἐγγέ-
νηται, ἀθρόον ἔξω ἀφίεμεν. ὡσαύτως καὶ ἐπὶ πταρμῷ
τῷ πτερῷ διαθερμάναντες καὶ κινήσαντες διελύσαμεν εἰς
πνεῦμα· πλέονος δὲ γενομένου ἐξεώσαμεν.
Διὰ τί μετὰ τὰ σιτία φρίττομεν πολλάκις; ἢ ὅτι
ψυχρὰ εἰσπορευόμενα ἀπὸ πρώτης κρατεῖ μᾶλλον τοῦ φυ-
σικοῦ θερμοῦ ἢ κρατεῖται;
Διὰ τί τὸ περιαγόμενον ἐναλλὰξ τοῖς δακτύλοις δύο
φαίνεται; ἢ διότι δυσὶν αἰσθητηρίοις ἁπτόμεθα; τοῖς γὰρ
ἐντὸς τῶν δακτύλων, κατὰ φύσιν ἔχοντες τὴν χεῖρα, ἀμ-
φοτέροις οὐ δυνατὸν εἰπεῖν.