Ὅσα περὶ τὸ στόμα καὶ τὰ ἐν αὐτῷ
Συγγραφέας:
Προβλήματα
Bekker, Aristoteles Opera Omnia, 963b-964b


ΛΔ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΣΤΟΜΑ ΚΑΙ ΤΑ ΕΝ ΑΥΤῼ.



Διὰ τί οἱ μανοὺς ἔχοντες τοὺς ὀδόντας οὐ μακρόβιοι; ἢ
ὅτι τὰ μακρόβια πλείους ἔχουσιν, οἷον τὰ ἄρσενα τῶν θηλειῶν,
ἄνδρες γυναικῶν, πρόβατα προβάτων. οἱ οὖν ἀραιώδοντες
ὥσπερ ἂν ἐλάττονας ἔχουσιν ὀδόντας ἐοίκασιν.

Διὰ τί οἱ ὀδόντες ἰσχυρότεροι τῶν σαρκῶν ὄντες ὅμως
τοῦ ψυχροῦ αἰσθάνονται μᾶλλον; ἢ ὅτι ἐπὶ τοὺς πόρους προς-
πεφύκασιν, ἐν οἷς ὀλίγον ὂν τὸ θερμὸν ταχὺ ὑπὸ τοῦ ψυχροῦ
κρατούμενον ποιεῖ τὴν ἀλγηδόνα;

Διὰ τί τοῦ ψυχροῦ μᾶλλον αἰσθάνονται οἱ ὀδόντες ἢ
τοῦ θερμοῦ, ἡ δὲ σὰρξ τοὐναντίον; πότερον ὅτι ἡ μὲν σὰρξ τοῦ
μέσου καὶ εὔκρατος, οἱ δὲ ὀδόντες ψυχροί, ὥστε τοῦ ἐναντίου
μᾶλλον αἰσθητικοί; ἢ διότι λεπτῶν πόρων εἰσίν, ἐν οἷς μι-
κρὸν τὸ θερμόν, ὥστε ταχὺ πάσχουσιν ὑπὸ τοῦ ἐναντίου; ἡ δὲ
σὰρξ θερμόν, ὥστε οὐδὲν πάσχει ὑπὸ τοῦ ψυχροῦ, τοῦ δὲ θερ-
μοῦ ταχὺ αἰσθάνεται· ὥσπερ γὰρ πῦρ ἐπὶ πυρὶ γίνεται.

Διὰ τί ἡ γλῶττα σημαντικὸν πολλῶν; καὶ γὰρ τῶν
πυρετῶν ἐν τοῖς ὀξέσι νοσήμασι, καὶ ἐὰν χάλαζαι ἐνῶσιν·
καὶ τῶν ποικίλων προβάτων ποικίλαι. ἢ ὅτι ὑγρότητος δεκτι-
κόν, καὶ ἐπὶ τῷ πνεύμονι ἐπίκειται, οὗ ἡ ἀρχὴ ἐπὶ τῶν πυρε-
τῶν. πολύχροα δὲ πάντα διὰ τὴν πολύχροιαν τῶν ὑγρῶν·
βάπτεται δὲ πρῶτον δι' οὗ πρῶτον ἠθεῖται· ἡ δὲ γλῶττα
τοιοῦτον. αἵ τε χάλαζαι διὰ τὸ σομφὴν εἶναι συλλέγονται·
ἔστι γὰρ ἡ χάλαζα οἱονεὶ ἴονθος ἄπεπτος ἐν τοῖς ἐντός.

Διὰ τί ἡ γλῶττα γλυκεῖα μὲν οὐ γίνεται, πικρὰ δὲ
καὶ ἁλμυρὰ καὶ ὀξεῖα; ἢ ὅτι διαφθοραὶ ταῦτ' ἐστί, τῆς δὲ
φύσεως οὐκ αἰσθάνεται;

Διὰ τί, ὅσας ἂν χρόας ἔχῃ τὸ δέρμα, τοσαύτας ἔχει
καὶ ἡ γλῶττα; πότερον ὅτι ἓν μέρος ἐστὶν ὥσπερ ἄλλο τι
τῶν ἔξωθεν, ἀλλ' ἐντὸς περιείληπται; διὰ δὲ τὸ λεπτὸν εἶναι
ταύτῃ τὸ δέρμα καὶ ἡ μικρὰ ποικιλία ἐμφαίνεται. ἢ διότι
τὸ ὕδωρ ἐστὶν ὃ ποιεῖ μεταβάλλειν τὰς χρόας; ἡ δὲ γλῶττα
μάλιστα πάσχει ὑπὸ τοῦ πόματος.

Διὰ τί ἐκ τοῦ στόματος καὶ θερμὸν καὶ ψυχρὸν πνέουσιν;
φυσῶσι μὲν γὰρ ψυχρόν, ἀάζουσι δὲ θερμόν. σημεῖον δὲ
ὅτι θερμαίνει, ἐὰν πλησίον προσάγῃ τις τὴν χεῖρα τοῦ στό-
ματος. ἢ ἀμφοτέρως ὁ ἀὴρ κινούμενος ψυχρός· ὁ δὲ φυ-
σῶν κινεῖ τὸν ἀέρα οὐκ ἀθρόως, ἀλλὰ διὰ στενοῦ τοῦ στόματος·
ὀλίγον οὖν ἐκπνέων πολὺν κινεῖ τὸν θύραθεν, ἐν ᾧ τὸ θερμὸν
ὂν τὸ ἐκ τοῦ στόματος οὐ φαίνεται δι' ὀλιγότητα. ὁ δὲ ἀάζων
ἀθρόον ἐκπνεῖ· διὸ θερμόν. ἔστι γὰρ φυσασμοῦ τῷ διαφέ-
ρειν τῇ συστροφῇ· ὁ δ' ἀασμὸς ἀθρόου ἔκπνευσις.

Διὰ τί, ἐὰν σφόδρα καὶ ἀθρόον ἐκπνεύσωσιν, ἀδυνα-
τοῦσι πάλιν ἐκπνεῦσαι; ὁμοίως δὲ ἔχει καὶ ἐπὶ τοῦ ἀναπνεῦ-
σαι· ἀδυνατοῦσι γὰρ δὶς ἐφεξῆς ποιεῖν αὐτό. ἢ ὅτι τὸ μὲν
δίωσίς τίς ἐστι, τὸ δὲ συναγωγὴ τόπου· ἃ ἄχρι τινός ἐστι
δυνατὰ γίνεσθαι. φανερὸν οὖν ὅτι ἐναλλὰξ ἀνάγκη ἄμφω
γίνεσθαι, καὶ ἀδύνατον δὶς ἐφεξῆς.

Διὰ τί ἑτέρου τόπου ὄντος ᾗ τὰ σῖτα καὶ τὸ ποτὸν διε-
ξέρχεται καὶ ᾗ ἀναπνέομεν, ἐὰν μείζω ψωμὸν καταπίω-
μεν, πνιγόμεθα; οὐδὲν δὴ ἄτοπον· οὐ γὰρ μόνον ἐάν τι ἐμ-
πέσῃ εἰς τὸν τόπον τοῦτον, ἀλλὰ κἂν ἔτι φραχθῇ, οὕτω μᾶλ-
λον πνιγόμεθα. ταῦτα δὲ παράλληλά ἐστι, καθ' ὅ τε τὰ
σιτία δεχόμεθα καὶ καθ' ὃ ἀναπνέομεν. ὅταν οὖν ἐμπέσῃ
μείζων ψωμός, καὶ ἡ ἀναπνοὴ συμφράττει, ὥστε μὴ εἶναι
τῷ πνεύματι ἔξοδον.

Διὰ τί, ὅσοι τὴν διὰ χειρὸς τομὴν ἔχουσι δι' ὅλης, μα-
κροβιώτατοι; ἢ διότι τὰ ἄναρθρα βραχύβια καὶ ἀσθενῆ;
σημεῖον δὲ τῆς μὲν ἀσθενείας τὰ νέα, τῆς δὲ βραχυβιότητος
τὰ ἔνυγρα. δῆλον ἄρα ὅτι τὰ ἠρθρωμένα τοὐναντίον. τοιαῦτα
δέ, ὧν καὶ τὰ φύσει ἄναρθρα μάλιστα ἤρθρωται. τῆς δὲ
χειρὸς τὸ ἔσω ἀναρθρότατον.

Διὰ τί ἐν τῷ μακρὸν ἀναπνεῖν ἑλκόντων μὲν εἴσω τὸ
πνεῦμα συμπίπτει ἡ κοιλία, ἐκπνεόντων δὲ πληροῦται; πι-
θανὸν δ' ἐστὶ τοὐναντίον συμβαίνειν. ἢ ὅτι τῶν μὲν ἀναπνεόν-
των συμπιεζουμένη ταῖς πλευραῖς κάτω, καθάπερ αἱ φῦσαι,
προσογκεῖν φαίνεται;

Διὰ τί ἀναπνέομεν; ἢ καθάπερ τὸ ὑγρὸν εἰς πνεῦμα
διαλύεται, οὕτω καὶ τὸ πνεῦμα εἰς τὸ πῦρ; τὸ τῆς φύσεως
οὖν θερμὸν ὅταν τὸ πολὺ τοῦ πνεύματος πῦρ ποιήσῃ, ἀλγη-
δόνα ἐμποιεῖ, τοῖς δὲ πόροις καὶ ὄγκον· διόπερ ἐξωθοῦμεν
τὸ πῦρ μετὰ τοῦ πνεύματος. ὅταν δὲ ἐξέλθῃ τὸ πνεῦμα καὶ
τὸ πῦρ, συμπιπτόντων τῶν πόρων καὶ καταψυχομένων ἀλ-
γηδόνες γίνονται· ἕλκομεν οὖν τὸ πνεῦμα πάλιν. εἶτα ἀνοί-
ξαντες τοῦ σώματος τοὺς πόρους καὶ βοηθήσαντες, πάλιν γί-
νεται τὸ πῦρ, καὶ πάλιν ἀλγοῦντες ἐκπέμπομεν, καὶ διὰ τέ-
λους τοῦτο πράττομεν, καθάπερ καὶ σκαρδαμύσσομεν κατὰ
τὸ καταψύχεσθαι τὸ περὶ τὸν ὀφθαλμὸν σῶμα καὶ ξηραί-
νεσθαι. καὶ βαδίζομεν οὖν προσέχοντες τῇ βαδίσει τὸν νοῦν,
κυβερνωμένης δὲ τῆς διανοίας αὐτοῖς .... τοῦτον οὖν τὸν
τρόπον καὶ τὰ περὶ τὴν ἀναπνοὴν ποιοῦμεν· μηχανώμενοι
γὰρ τὸν ἀέρα ἕλκειν ἀναπνέομεν, καὶ πάλιν ἕλκομεν.