Ὅσα περὶ πρόσωπον
Συγγραφέας:
Προβλήματα
Bekker, Aristoteles Opera Omnia, 965a-965a


ΛΣΤ. ΟΣΑ ΠΕΡΙ ΠΡΟΣΩΠΟΝ.



Διὰ τί τοῦ προσώπου τὰς εἰκόνας ποιοῦνται; πότερον
ὅτι τοῦτο δηλοῖ ποῖοί τινες; ἢ ὅτι μάλιστα γινώσκεται;

Διὰ τί τὸ πρόσωπον ἰδίουσι μάλιστα, ἀσαρκότατον ὄν;
ἢ διότι εὐΐδρωτα μὲν ὅσα ὕφυγρα καὶ ἀραιά, ἡ δὲ κε-
φαλὴ τοιαύτη; ὑγρότητα γὰρ οἰκείαν ἔχει πλείστην. δη-
λοῦσι δ' αἱ φλέβες τείνουσαι ἐντεῦθεν, καὶ οἱ κατάρροι γι-
νόμενοι ἐξ αὐτῆς, καὶ ὁ ἐγκέφαλος ὑγρός, καὶ οἱ πόροι
πολλοί· σημεῖον δ' αἱ τρίχες, ὅτι πολλοὶ πόροι εἰσὶ πε-
ραίνοντες ἔξω. οὔκουν ἐκ τῶν κάτω ὁ ἱδρώς, ἀλλ' ἐκ τῆς
κεφαλῆς γίνεται. διὸ ἰδίουσι καὶ πρῶτον μάλιστα τὸ μέ-
τωπον· ὑπόκειται γὰρ τὸ πρῶτον. τὸ δ' ὑγρὸν κάτω ῥεῖ,
ἀλλ' οὐκ ἄνω.

Διὰ τί ἐν τῷ προσώπῳ μάλιστα οἱ ἴονθοι; ἢ διότι
μανὸς ὁ τόπος καὶ ὑγρότητα ἔχει; σημεῖον δὲ ἥ τε τῶν
τριχῶν ἔκφυσις καὶ ἡ τῶν αἰσθήσεων δύναμις· ὁ δὲ ἴον-
θος ὥσπερ ἐξάνθημα ὑγρότητός τινος ἀπέπτου.