Ὅσα περὶ μυκτῆρα
Συγγραφέας:
Προβλήματα
Bekker, Aristoteles Opera Omnia, 961b-963b


ΛΓ. ΟΣΑ ΠΕΡΙ ΜΥΚΤΗΡΑ.



Διὰ τί ὁ πταρμὸς λυγμὸν μὲν παύει, ἐρυγμὸν δὲ οὐ
παύει; ἢ διότι οὐ τοῦ αὐτοῦ τόπου τὸ πάθος ἑκάτερον, ἀλλ' ὁ
μὲν ἐρυγμὸς κοιλίας, ὁ δὲ λυγμὸς τοῦ περὶ τὸν πνεύμονα
κατάψυξις καὶ ἀπεψία πνεύματος καὶ ὑγροῦ; κοινωνοῦσι δὲ
οἱ περὶ τὸν ἐγκέφαλον τόποι τῷ πνεύμονι, οἷον τοῖς ὠσίν.
φανερὸν δέ· ἅμα γὰρ ἐνεοὶ καὶ κωφοὶ γίνονται, καὶ αἱ νό-
σοι ἀντιπεριίστανται αἱ τοῦ ὠτὸς εἰς τὰ τοῦ πνεύμονος πάθη.
ἐνίοις δὲ σκαλεύουσι τὸ οὖς βῆχες ἐγγίνονται. τὸ δὲ περὶ τὸν
πταρνύμενον τόπον εἶναι τῆς ῥινὸς κοινωνίαν τῷ πνεύμονι
δηλοῖ ἡ ἀναπνοὴ κοινὴ οὖσα. ὥστε πτάρνυται μὲν θερμαινο-
μένου αὐτοῦ· τῷ δὲ συμπάσχειν ὁ κάτω τόπος, ἐν ᾧ ἐστὶν ὁ
λυγμός. ἡ δὲ θερμασία πέττει. διὸ ὄξος τε παύει λυγμὸν
καὶ ἡ ἀπνευστία, ἐὰν ἠρεμαία ᾖ ἡ λύγξ. ἐκθερμαίνει γὰρ
τὸ πνεῦμα κατεχόμενον. ὥστε καὶ ἐν τῷ πταρμῷ ἡ ἀντι-
κατάσχεσις γενομένη τοῦ πνεύματος τοῦτο ποιεῖ, καὶ οἰκείως
ἡ ἔκπνευσις γίνεται, καὶ ἐκ τοῦ ἄνω τόπου· ἀδύνατον γὰρ
πτάρειν μὴ ἐκπνέοντα. ἡ οὖν ὁρμὴ ῥήγνυσι τὸ ἐγκατειλημ-
μένον πνεῦμα, ὃ ποιεῖ τὸν λυγμόν.

Διὰ τί, ἐάν τις μέλλων πτάρνυσθαι τρίψῃ τὸν ὀφθαλ-
μόν, ἧττον πτάρνυται; ἢ διότι τὸ ποιοῦν τὸν πταρμὸν θερμό-
της τίς ἐστιν, ἡ δὲ τρῖψις θερμότητα ποιεῖ, ἣ διὰ τὸ πλη-
σίον εἶναι τῶν ὀφθαλμῶν τὸν τόπον ᾧ πτάρνυται, ἀφανίζει
τὴν ἑτέραν, ὥσπερ τὸ ἔλαττον πῦρ ὑπὸ τοῦ πλείονος μαραι-
νόμενον.

Διὰ τί δὶς πτάρνυται ὡς ἐπὶ τὸ πολύ, καὶ οὐχ ἅπαξ
ἢ πλεονάκις; ἢ διότι δύο εἰσὶ μυκτῆρες; καθ' ἕτερον οὖν διέ-
σχισται τὸ φλέβιον, δι' οὗ πνεῦμα ῥεῖ.

Διὰ τί πρὸς τὸν ἥλιον βλέψαντες πτάρνυνται μᾶλλον;
ἢ διότι κινεῖ θερμαίνων· καθάπερ οὖν πτεροῖς θιγγάνοντες.
ἀμφότεροι γὰρ τὸ αὐτὸ ποιοῦσιν· τῇ γὰρ κινήσει θερμαίνον-
τες ἐκ τοῦ ὑγροῦ θᾶττον πνεῦμα ποιοῦσιν. τούτου δὲ ἡ ἔξοδος
πταρμός.

Διὰ τί λύγγα παύει πταρμὸς καὶ πνεύματος ἐπίσχε-
σις καὶ ὄξος; ἢ ὅτι ὁ μὲν πταρμός, διότι ἀντιπερίστασίς
ἐστι τοῦ κάτω πνεύματος, ὥσπερ αἱ ἄνω φαρμακεῖαι πρὸς
τὴν κάτω κοιλίαν; ἡ δὲ ἀπνευστία τὰς ἀσθενεῖς λύγγας,
ὅτι ἡ μικρὰ ὁρμὴ τοῦ πνεύματος ἡ ἀνιοῦσα, ὥσπερ περὶ τὴν
βῆχα, ἐάν τις κατάσχῃ, παύεται, οὕτω καὶ ἐνταῦθα καὶ
κατέσπασε καὶ κατέπνιξε καὶ συναπεβιάσατο. τὸ δὲ ὄξος
παύει, ὅτι τὸ περιεστὸς ὑγρὸν καὶ κωλῦον ἀπερυγεῖν ἐπνευ-
μάτωσε τῇ θερμασίᾳ. ἔστι γὰρ ἐρυγμὸς μέν, ὅταν πνευμα-
τωθῇ τὸ ἐν τῇ ἄνω κοιλίᾳ ὑγρὸν καὶ πεφθῇ, ἡ δὲ λύγξ,
ὅταν ὑπὸ ὑγροῦ κατέχηται πνεῦμα περιττὸν περὶ τὸν πνευ-
ματικὸν τόπον. τοῦτο γὰρ ὁρμῶν καὶ μὴ δυνάμενον διακό-
ψαι σπασμὸν ποιεῖ, ὁ δὲ σπασμὸς οὗτος καλεῖται λύγξ.
καὶ διὰ τοῦτο ῥιγώσαντας λὺγξ λαμβάνει, ὅτι τὸ ψῦχος
τὸ ὑγρὸν ποιεῖ συστὰν ἐκ τοῦ πνεύματος ἔτι· περιλαμβανό-
μενον δὲ τὸ ἄλλο πηδᾷ· οὗ ἡ κίνησις λυγμός ἐστιν.

Διὰ τί ἐνίοις ὕδωρ ψυχρὸν προσχέομεν [καὶ] πρὸς τὸ
πρόσωπον, ἡνίκα αἷμα ῥεῖ ἐκ τῶν μυκτήρων; ἢ ἀντιπεριίστα-
ται εἴσω τὸ θερμόν; ἂν οὖν ἐπιπολῆς τύχῃ αἷμα, ἐξυγραί-
νει μᾶλλον.

Διὰ τί τὸν μὲν πταρμὸν θεὸν ἡγούμεθα εἶναι, τὴν δὲ
βῆχα ἢ τὴν κόρυζαν οὔ; ἢ διότι ἐκ τοῦ θειοτάτου τῶν περὶ
ἡμᾶς τῆς κεφαλῆς, ὅθεν ὁ λογισμός ἐστι, γίνεται; ἢ ὅτι τὰ
μὲν ἄλλα ἀπὸ νοσούντων γίνεται, τοῦτο δὲ οὔ;

Διὰ τί τρίψαντες τὸν ὀφθαλμὸν παυόμεθα τῶν πταρ-
μῶν; ἢ ὅτι ἀνάπνοια ταύτῃ γίνεται τῷ ὑγρῷ; δακρύει γὰρ
ὁ ὀφθαλμὸς μετὰ τρῖψιν, ὁ δὲ πταρμὸς διὰ πλῆθος ὑγρό-
τητος. ἢ ὅτι τὸ ἔλαττον θερμὸν φθείρεται ὑπὸ τοῦ πλείονος,
ὁ δὲ ὀφθαλμὸς τριφθεὶς πλείω λαμβάνει θερμότητα τῆς ἐν
τῇ ῥινί. διὰ ταῦτα δὲ κἄν τις αὐτὴν τὴν ῥῖνα τρίψῃ, παύε-
ται ὁ πταρμός.

Διὰ τί τῶν μὲν ἄλλων πνευμάτων αἱ ἔξοδοι, οἷον φύ-
σης καὶ ἐρυγμοῦ, οὐχ ἱεραί, ἡ δὲ τοῦ πταρμοῦ ἱερά; πότερον
ὅτι τριῶν τόπων ὄντων, κεφαλῆς καὶ θώρακος καὶ τῆς κάτω
κοιλίας, ἡ κεφαλὴ θειότατον; ἔστι δὲ φῦσα μὲν ἀπὸ τῆς
κάτω κοιλίας πνεῦμα, ἐρυγμὸς δὲ τῆς ἄνω, ὁ δὲ πταρμὸς
τῆς κεφαλῆς. διὰ τὸ ἱερώτατον οὖν εἶναι τὸν τόπον καὶ τὸ
πνεῦμα τὸ ἐντεῦθεν ὡς ἱερὸν προσκυνοῦσιν. ἢ ὅτι ἅπαντα τὰ
πνεύματα σημαίνει τοὺς εἰρημένους τόπους βέλτιον ἔχειν ὡς
ἐπὶ τὸ πολύ; μὴ διαχωρούντων γὰρ κουφίζει τὸ πνεῦμα διε-
ξιόν, ὥστε καὶ ὁ πταρμὸς τὸν περὶ τὴν κεφαλὴν τόπον, ὅτι
ὑγιαίνει καὶ δύναται πέττειν. ὅταν γὰρ κρατήσῃ ἡ ἐν τῇ
κεφαλῇ θερμότης τὴν ὑγρότητα, τὸ πνεῦμα τότε γίνεται
πταρμός. διὸ καὶ τοὺς ἐκθνήσκοντας κινοῦσι πταρμικῷ, ὡς
ἐὰν μὴ τούτῳ δύνωνται πάσχειν, ἀσώτους ὄντας. ὥστε ὡς
σημεῖον ὑγείας τοῦ ἀρρώστου καὶ ἱερωτάτου τόπου προσκυνοῦσιν
ὡς ἱερόν, καὶ φήμην ἀγαθὴν ποιοῦνται.

Διὰ τί ἄνθρωπος πτάρνυται μάλιστα τῶν ἄλλων ζῴων;
πότερον ὅτι τοὺς πόρους εὐρεῖς ἔχει, δι' ὧν τὸ πνεῦμα καὶ ἡ
ῥύμη εἰσέρχεται; τούτοις γὰρ πληρουμένοις πνεύματος πτάρ-
νυται. ὅτι δ' εὐρεῖς, σημεῖον ὅτι ἥκιστα ὀσφραντικὸν τῶν
ζῴων. ἀκριβέστεροι δὲ οἱ λεπτοὶ πόροι. εἰ οὖν εἰς μὲν τοὺς
εὐρεῖς πλεῖον καὶ πλεονάκις εἰσέρχεται τὸ ὑγρόν, οὗ πνευ-
ματουμένου ὁ πταρμὸς γίνεται, τοιούτους δὲ μάλιστα τῶν ζῴων
οἱ ἄνθρωποι ἔχουσι, πλειστάκις ἂν πτάρνυντο εἰκότως, ὅσοις
ἐλάχιστοι οἱ μυκτῆρες, ὥστε τὸ θερμανθὲν ὑγρὸν ταχὺ ἐξιέ-
ναι δύναται πνεῦμα γενόμενον· ἐν δὲ τοῖς ἄλλοις διὰ μῆ-
κος καταψύχεται πρότερον.

Διὰ τί οἱ μὲν ἀπὸ μέσων νυκτῶν ἄχρι μέσης ἡμέρας
οὐκ ἀγαθοὶ πταρμοί, οἱ δὲ ἀπὸ μέσης ἡμέρας ἄχρι μέσων
νυκτῶν; ἢ ὅτι ὁ μὲν πταρμὸς μᾶλλον δοκεῖ ἐπισχεῖν τοὺς
ἀρχομένους καὶ ἐν τῇ ἀρχῇ; διὸ ὅταν μέλλωσιν ἀρχομένοις
συμβῆναι, μάλιστα ἀποτρεπόμεθα τοῦ πράττειν. ἡ μὲν οὖν
ἠὼς καὶ τὸ ἀπὸ μέσων νυκτῶν οἷον ἀρχή τις· διὸ εὐλαβού-
μεθα πτάρειν, μὴ κωλύσωμεν ὡρμημένον. πρὸς δείλης δὲ
καὶ ἐπὶ μέσας νύκτας οἷον τελευτή τις καὶ ἐναντίον ἐκείνῳ,
ὥστε ἐν τῷ ἐναντίῳ ταὐτὸν αἱρετέον.

Διὰ τί οἱ πρεσβῦται χαλεπῶς πτάρνυνται; πότερον οἱ
πόροι συμπεπτώκασι δι' ὧν τὸ πνεῦμα; ἢ ὅτι αἴρειν τὰ
ἄνω οὐκέτι δυνάμενοι ῥᾳδίως, εἶτα βίᾳ ἀφιᾶσι κάτω;
Διὰ τί, ἐάν τις ἀπνευστιάζῃ, ἡ λὺγξ παύεται; ἢ διότι
ἡ μὲν ὑπὸ καταψύξεως γίνεται (διὸ καὶ οἱ φοβούμενοι καὶ
οἱ ῥιγοῦντες λύζουσιν), κατεχόμενον δὲ τὸ πνεῦμα ἐκθερμαίνει
τὸν ἐντὸς τόπον;

Διὰ τί οἱ κωφοὶ ἐκ τῶν μυκτήρων διαλέγονται ὡς ἐπὶ
τὸ πολύ; ἢ ὅτι ὁ πνεύμων ἐστὶ τούτοις πεπονηκώς; τοῦτο γάρ
ἐστιν ἡ κωφότης, πλήρωσις τοῦ τόπου τοῦ πνευμονικοῦ. οὔκουν
ῥᾳδίως ἡ φωνὴ φέρεται, ἀλλ' ὥσπερ τὸ πνεῦμα τῶν πνευ-
στιώντων ἢ ἀσθμαινόντων δι' ἀδυναμίαν ἀθρόον, οὕτως ἐκείνοις
ἡ φωνή. βιάζεται οὖν καὶ διὰ τῶν μυκτήρων. βιαζομένη
δὲ τῇ τρίψει ποιεῖ τὸν ἦχον. ἔστι γὰρ ἡ διὰ τῶν ῥινῶν διά-
λεκτος γινομένη, ὅταν τὸ ἄνω τῆς ῥινὸς εἰς τὸν οὐρανόν, ᾗ
συντέτρηται, κοῖλον γένηται· ὥσπερ κώδων γὰρ ὑπηχεῖ, τοῦ
κάτωθεν στενοῦ ὄντος.

Διὰ τί μόνον ὁ πταρμὸς ἡμῖν καθεύδουσιν οὐ γίνεται,
ἀλλ' ὡς εἰπεῖν ἅπαντα ἐγρηγορόσιν; ἢ ὅτι ὁ μὲν πταρμὸς
γίνεται καὶ ὑπὸ θερμοῦ τινὸς κινήσαντος τὸν τόπον τοῦτον ἀφ'
οὗ γίνεται· διὸ καὶ ἀνακύπτομεν πρὸς τὸν ἥλιον, ὅταν βου-
λώμεθα πτάρειν· ὅτι καθευδόντων ἡμῶν ἀντιπεριίσταται τὸ
θερμὸν ἐντός. διὸ καὶ γίνεται τὰ κάτω θερμὰ τῶν καθευ-
δόντων, καὶ τὸ πνεῦμα τὸ πολὺ αἴτιόν ἐστι τοῦ ἐξονειρώττειν
ἡμᾶς. εἰκότως οὖν οὐ πταρνύμεθα· ἀπαλλαγέντος γὰρ τοῦ
θερμοῦ τοῦ ἐκ τῆς κεφαλῆς, ὃ κινεῖν πέφυκε τὸ ἐνταῦθα
ὑγρόν, οὗ ἐξαερουμένου γίνεται ὁ πταρμός, καὶ τὸ συμβαῖνον
πάθος εἰκὸς μὴ γίνεσθαι. ἀποψοφοῦσι δὲ μᾶλλον ἢ πτάρ-
νυνται, καὶ ἐρεύγονται καθεύδοντες ἢ ἐγρηγορότες, ὅτι ἐκ-
θερμαινομένου τοῦ περὶ τὴν κοιλίαν τόπου ἐν τοῖς ὕπνοις μᾶλ-
λον ἐκπνευματοῦσθαι συμβαίνει τὰ περὶ αὐτὴν ὑγρά, πνευ-
ματούμενα δὲ εἰς τοὺς ἔγγιστα τόπους φέρεσθαι. ἐνταῦθα γὰρ
καὶ συναπωθεῖται ὑπὸ τοῦ ἐν τῷ ὕπνῳ γινομένου πνεύματος.
καθεκτικώτερος γάρ ἐστιν ἢ προετικώτερος ὁ καθεύδων τοῦ
πνεύματος, διὸ καὶ συστέλλει τὸ θερμὸν ἐντός. ὁ δὲ κατέ-
χων τὸ πνεῦμα ὠθεῖ κάτω αὐτό· παρὰ φύσιν γάρ ἐστι τῷ
πνεύματι ἡ κάτω φορά, διὸ καὶ χαλεπόν ἐστι κατέχειν τὸ
πνεῦμα. τὸ δ' αὐτὸ αἴτιον καὶ τοῦ καθεύδειν ἡμῖν ἐστίν.
οὔσης γὰρ τῆς ἐγρηγόρσεως κινήσεως, ταύτης δ' ἐν τοῖς αἰσθη-
τηρίοις ἡμῶν γινομένης μάλιστα ἐν τῷ ἐγρηγορέναι ἡμᾶς,
δῆλον ὡς καὶ ἠρεμούντων ἡμῶν καθεύδοιμεν ἄν. ἐπεὶ δὲ τὸ
μὲν πῦρ κινητικόν ἐστι τῶν ἐν ἡμῖν μορίων, τοῦτο δ' ἐν τῷ
ὕπνῳ ἐντὸς περιίσταται, λιπὸν τὸν περὶ τὴν κεφαλὴν τόπον
οὗ ἐστὶ τὸ αἰσθητήριον, ἠρεμοίη ἂν μάλιστα ἡμῶν τότε τὰ
αἰσθητήρια· ὃ εἴη ἂν αἴτιον τοῦ καθεύδειν.

Διὰ τί πτάραντες καὶ οὐρήσαντες φρίττουσιν; ἢ ὅτι κε-
νοῦνται αἱ φλέβες ἀμφοτέροις τούτοις τοῦ πρότερον ἐνυπάρ-
χοντος ἀέρος θερμοῦ, κενωθέντων δὲ ἄλλος ἀὴρ ἔξωθεν εἰσέρ-
χεται ψυχρότερος τοῦ προϋπάρχοντος ἐν ταῖς φλεψίν· τοιοῦ-
τος δ' εἰσιὼν ποιεῖ φρίττειν.

Διὰ τί τοὺς λυγμοὺς οἱ πταρμοὶ παύουσιν; ἢ ὅτι ὁ
λυγμὸς οὐχ ὥσπερ οἱ ἐρυγμοὶ ἀπὸ τῆς τὰ σιτία δεχομένης
κοιλίας ἐστὶν ἀλλ' ἀπὸ τοῦ πνεύματος, συμβαίνει δὲ μάλιστα
ἀπὸ καταψύξεως ἐκ ῥίγους καὶ λύπης καὶ φαρμακείας τῆς
ἄνω μάλιστα γίνεσθαι. θερμὸς γὰρ ὢν φύσει ὁ τόπος, ὅταν
καταψυχθῇ, οὐ προσίεται τὸ πνεῦμα πᾶν, ἀλλ' ὥσπερ πομ-
φόλυγας ποιεῖ· διὸ καὶ τὸ πνεῦμα κατασχοῦσι παύεται
(ἐκθερμαίνεται γὰρ ὁ τόπος), καὶ τὸ ὄξος, θερμαντικὸν ὄν,
προσφερόμενον. τοῦ δὴ θερμοῦ συμβαίνοντος ἀπὸ θερμασίας
καὶ τοῦ ἐγκεφάλου, τῶν ἄνω τόπων εἰς τὸν πνεύμονα συντε-
τρημένων, θερμοῦ τοῦ πνεύμονος ὄντος, ἥ τε πρὸ τοῦ πταρμοῦ
κατοχὴ καὶ ἡ ἄνωθεν κατάκρουσις λύει τὸ πάθος.

Διὰ τί οἱ οὐλότριχες, καὶ οἷς ἐπέστραπται τὸ τρίχιον,
ὡς ἐπὶ τὸ πολὺ σιμότεροι; ἢ εἴπερ ἡ οὐλότης ἐν παχύτητι,
ἡ δὲ παχύτης μετὰ σκληρότητος, σκληρὸν δ' ὂν τὸ αἷμα
θερμόν, ἡ δὲ θερμότης οὐ ποιεῖ περίττωσιν, τὸ δὲ ὀστοῦν ἐκ
περιττώματος, ὁ δὲ χόνδρος ὀστοῦν, εὐλόγως ἂν ἔκλειψις
εἴη τοῦ μορίου; σημεῖον δὲ τὸ τὰ παιδία πάντα εἶναι σιμά.