Ὅσα περὶ ὦτα
Συγγραφέας:
Προβλήματα
Bekker, Aristoteles Opera Omnia, 960a-961b


ΛΒ. ΟΣΑ ΠΕΡΙ ΩΤΑ.



Διὰ τί τὰ ὦτα ὄντα ἀναιμότατα τοῦ προσώπου, ὅταν
αἰσχύνωνται, ἐρυθριᾷ μάλιστα; πότερον ὅτι εἰς τὸ κενὸν
μάλιστα πορεύεσθαι πέφυκε τὸ ἀλλότριον ὑγρόν, ὥστε ὅταν
διαλυθῇ ὑπὸ τῆς θερμότητος, ἣ γίνεται αἰσχυνομένοις, συν-
έρχεται εἰς ταῦτα; ἢ διότι ἐπὶ τοῖς κροτάφοις ἐπίκεινται,
εἰς οὓς τὸ ὑγρὸν ἀθροίζεται μάλιστα; αἰσχυνομένων δὲ εἰς
τὸ πρόσωπον ἔρχεται ἡ ὑγρότης· διὸ καὶ ἐρυθριῶσιν. τοῦ δὲ
προσώπου ἥκιστα βάθος ἔχει τὰ ὦτα· καὶ φύσει θερμότατα
καὶ εὔχροα, ἐὰν μὴ ἀπηρτημένα πόρρωθεν ᾖ τῷ ψύχει.
διὸ καὶ εὐχρούστατον τῶν ἐν τῷ προσώπῳ μορίων. ὥστε ὅταν
σκεδασθῇ ἡ θερμότης, μάλιστα ἐπιπολῆς οὖσα ἐν τούτοις ποιεῖ
ἐρυθριᾶν.

Διὰ τί τὰ ὦτα ἐν τῇ θαλάττῃ ῥήγνυται τοῖς κολυμ-
βῶσιν; πότερον διὰ τὸ κατέχειν τὸ πνεῦμα πληρούμενον βιά-
ζεται; ἢ εἰ τοῦτ' αἴτιον, ἔδει καὶ ἐν τῷ ἀέρι. ἢ ὅτι μὴ ὑπεῖ-
κον διακόπτεται θᾶττον, καὶ ἀπὸ σκληροτέρου ἢ μαλακοῦ;
τὸ οὖν πεφυσημένον ἧττον ὑπείκει. τὰ δὲ ὦτα, ὥσπερ εἴρη-
ται, ὑπὸ τοῦ κατέχεσθαι τὸ πνεῦμα ἐμφυσᾶται, ὥστε τὸ
ὕδωρ, σκληρότερον ὂν τοῦ ἀέρος, προσπῖπτον διακόπτει.

Διὰ τί οἱ κολυμβηταὶ σπόγγους περὶ τὰ ὦτα κατα-
δοῦνται; ἢ ἵνα ἡ θάλαττα βίᾳ ἰοῦσα μὴ ῥηγνύῃ τὰ ὦτα.
οὕτω μὲν γὰρ οὐ γίνεται, ὥσπερ ἀφῃρημένων, πλήρη.

Διὰ τί ὁ ἐν τοῖς ὠσὶ ῥύπος πικρός ἐστιν; ἢ διότι ἱδρώς
ἐστι σαπρός; ἔστιν οὖν ἁλμυρὸν σαπρόν. τὸ δὲ σαπρὸν ἁλ-
μυρὸν πικρόν.

Διὰ τί οἱ σπογγεῖς διατέμνονται τὰ ὦτα καὶ τοὺς
μυκτῆρας; ἢ ὅπως εὐπνούστεροι ὦσι; ταύτῃ γὰρ ἐξιέναι δο-
κεῖ τὸ πνεῦμα. ἀνατέμνουσι δὲ καὶ τὸν τόπον καὶ πρὸς
εὔπνοιαν· πονεῖν γὰρ δή φασι μᾶλλον αὐτοὺς ἐν τῇ δυς-
πνοίᾳ, τῷ μὴ δύνασθαι προΐεσθαι θύραζε· ὅταν δὲ ὥσπερ
ἐξεράσωσι, κουφίζονται. ἄτοπον οὖν εἰ μὴ δύνανται τυγχά-
νειν ἀναπνοῆς καταψύξεως χάριν· ἀλλ' ἔοικε τοῦτο ἀναγ-
καιότερον εἶναι. ἢ εὐλόγως ὁ πόνος πλείων κατέχουσιν, ὀγ-
κουμένων καὶ διατεινομένων; φαίνεται δὲ καὶ αὐτόματός τις
εἶναι φορὰ τοῦ πνεύματος ἔξω· εἰ δὲ καὶ εἴσω, σκεπτέον.
ἔοικε δέ· ὁμοίως γὰρ ἀναπνοὴν ποιοῦσι τοῖς κολυμβηταῖς
λέβητα καταφέντες. οὐ πίμπλαται γὰρ οὗτος τοῦ ὕδατος,
ἀλλὰ τηρεῖ τὸν ἀέρα. μετὰ βίας γὰρ ἡ κάθεσις. ὀρθὸν
γὰρ ὁτιοῦν παρεγκλιθὲν εἰσρεῖ.

Διὰ τί ἔνιοι τὰ ὦτα σκαλεύοντες βήττουσιν; ἢ ὅτι ἐπὶ
τοῦ αὐτοῦ πόρου τῷ πνεύμονι καὶ τῇ ἀρτηρίᾳ ἡ ἀκοή; σημεῖον
δέ, ὅτι ἀναπηροῦνται καὶ γίνονται ἐνεοί. θερμαινομένου οὖν τῇ
τρίψει συντήκεται ἐπὶ τὴν ἀρτηρίαν ἀπὸ τοῦ πόνου κάτωθεν
ὑγρόν· ὃ ποιεῖ τὴν βῆχα.

Διὰ τί τὸ ἀριστερὸν οὖς θᾶττον συμφύεται ὡς ἐπὶ τὸ
πολύ, ὅταν τρυπηθῇ; διὸ καὶ αἱ γυναῖκες τὸ μὲν ἄρρεν τὸ
δὲ θῆλυ καλοῦσι τῶν ὤτων. ἢ ὅτι τὰ ἀριστερὰ ὑγρὰ καὶ
θερμὰ μᾶλλον, συμφύεται δὲ τὰ τοιαῦτα μάλιστα. διὸ
καὶ ἐν φυτοῖς τοῖς χλωροῖς ἡ σύμφυσις· καὶ τὰ τῶν νέων
δὲ ἕλκη μᾶλλον συμφύεται ἢ τὰ τῶν πρεσβυτέρων. ση-
μεῖον δὲ ὅτι ὑγρὰ μᾶλλον καὶ ὅλως θηλυκώτερα τὰ ἀρι-
στερά.

Διὰ τί τοῖς μὲν αἰσχυνομένοις ἄκρα τὰ ὦτα ἐπιφοι-
νίσσεται, τοῖς δὲ ὀργιζομένοις οἱ ὀφθαλμοί; ἢ ὅτι ἡ μὲν
αἰδὼς ἐν ὀφθαλμοῖς κατάψυξίς τις μετὰ φόβου, ὥστε εἰκό-
τως ἀπολείπει τὸ θερμὸν τοὺς ὀφθαλμούς· χωριζόμενον δὲ εἰς
τὸν δεκτικώτατον φέρεται τόπον. τοιοῦτος δὲ ὁ ἐν τοῖς ἄκροις
τῶν ὤτων· ὁ γὰρ ἄλλος ὀστώδης. ὀργιζομένοις δ' ἐπανέρ-
χεται τὸ θερμόν. μάλιστα δὲ γίνεται φανερὸν ἐν τοῖς
ὀφθαλμοῖς διὰ τὴν χρόαν οὖσαν λευκήν.

Διὰ τί ὁ ἦχος ὁ ἐν τοῖς ὠσίν, ἐάν τις ψοφήσῃ, παύε-
ται; ἢ ὅτι ὁ μείζων ψόφος τὸν ἐλάττω ἐκκρούεται;

Διὰ τί, ἐὰν εἰς τὸ οὖς ὕδωρ ἐγχυθῇ, ἔλαιον προσεγ-
χέονται, οὐ δυναμένου τοῦ ἐνόντος ὑγροῦ ἐξελθεῖν δι' ἄλλου ὑγροῦ;
πότερον διὰ τὸ ἐπιπολῆς γίνεσθαι τὸ ἔλαιον τοῦ ὕδατος, καὶ
διὰ γλισχρότητα αὐτοῦ ἔχεσθαι τὸ ὕδωρ ἐξιόντος τοῦ ἐλαίου,
ἵνα συνεξίῃ τὸ ὕδωρ; ἢ ἵνα ὀλισθηροῦ τοῦ ὠτὸς γενομένου
ἐξέλθη τὸ ὕδωρ; τὸ γὰρ ἔλαιον λεῖον ὂν ποιεῖ ὀλισθαίνειν.

Διὰ τί ἧττον ὦτα ῥήγνυται τοῖς κολυμβῶσιν, ἐὰν
προσεγχέωσιν εἰς τὰ ὦτα ἔλαιον; ἢ τοῦ μὲν ῥήγνυσθαι τὰ
ὦτα εἴρηται πρότερον ἡ αἰτία, τὸ δὲ ἔλαιον ἐγχυθὲν εἰς τὰ
ὦτα τὴν ὕστερον θάλατταν ἀπολισθαίνειν ποιεῖ, καθάπερ ἐπὶ
τῶν ἔξω τοῦ σώματος συμβαίνει τοῖς ἀληλιμμένοις. ὀλι-
σθαίνουσα δὲ πληγὴν οὐ ποιεῖ εἰς τὸ ἐντὸς τοῦ ὠτός, διόπερ οὐ
ῥήγνυσιν.

Διὰ τί τῶν ὤτων ἀναίμων ὄντων μάλιστα οἱ αἰσχυνό-
μενοι ἐρυθριῶσιν; ἢ ἕκαστον εἰς τὸ κενὸν ἑκάστου μάλιστα φέ-
ρεται; δοκεῖ δὲ τοῦ αἰσχυνομένου ἄνω θερμὸν φέρεσθαι τὸ
αἷμα. εἰς οὖν τὸ κενώτατον ἐρυθριᾶν ποιεῖ. τὸ δ' αὐτὸ τοῦτο
καὶ ἐπὶ τῶν γνάθων. ἔτι δὲ καὶ ὅτι λεπτότατον τὸ δέρμα
τὸ περιτεταμένον, μάλιστα δὴ φαίνεται δι' αὐτά.

Διὰ τί οὐδεὶς χασμώμενος τὸ οὖς σκαλεύει; ἢ ὅτι ὅτε
χασμᾶται, ἐμφυσᾶται καὶ ἡ μῆνιγξ, δι' ἧς ἀκούει; σημεῖον
δέ· ἥκιστα γὰρ ἀκούουσι χασμώμενοι. τὸ γὰρ πνεῦμα, ὥσπερ
καὶ κατὰ τὸ στόμα, καὶ εἰς τὰ ὦτα ἐντὸς πορευόμενον, ἐξω-
θεῖται τὸν ὑμένα καὶ κωλύει τὸν ψόφον εἰσιέναι. ἐὰν οὖν
οὕτως ἔχοντος ἅψηται τῆς ἀκοῆς ὡς σκαλεύειν, μάλιστ' ἂν
βλάψειεν· πρὸς ἀντιπῖπτον γὰρ ἡ πληγὴ γίνεται, καὶ οὐ
πρὸς ὑπεῖκον τὸ τοῦ πνεύματος. τὸ δὲ δέρμα καὶ τὴν μή-
νιγγα ἀφεστάναι τῶν στερεῶν δῆλον. ὥστε πόνον μάλιστα
οὕτω ποιεῖ, καὶ τραυματίζοι ἄν.