Ὅσα περὶ ὀφθαλμοῦς
Συγγραφέας:
Προβλήματα
Bekker, Aristoteles Opera Omnia, 957a-960a


ΛΑ. ΟΣΑ ΠΕΡΙ ΟΦΘΑΛΜΟΥΣ.



Διὰ τί τρίψαντες τὸν ὀφθαλμὸν παυόμεθα τῶν πταρ-
μῶν; ἢ ὅτι ἀναπνοὴ ταύτῃ γίνεται τῷ ὑγρῷ; δακρύει γὰρ
ὁ ὀφθαλμὸς μετὰ τὴν τρῖψιν· ὁ δὲ πταρμὸς διὰ πλῆθος
ὑγροῦ. ἢ ὅτι τὸ ἔλαττον θερμὸν φθείρεται ὑπὸ τοῦ πλείονος;
ὁ δὲ ὀφθαλμὸς τριφθεὶς πλείω λαμβάνει θερμότητα τῆς ἐν
τῇ ῥινί. διὰ τοῦτο δὲ κἄν τις αὐτὴν τὴν ῥῖνα τρίψῃ, παύε-
ται ὁ πταρμός.

Διὰ τί τῷ ἑνὶ ὀφθαλμῷ ἀκριβέστερον ὁρῶσιν ἢ τοῖν
δυοῖν; ἢ ὅτι πλείους οὖσαι κινήσεις τοῖν δυοῖν γίνονται, οἷον
τοῖς διεστραμμένοις; οὔκουν μία ἡ κίνησις, τοῦ δὲ ἑνὸς ἁπλῆ.
ἧττον οὖν ὁρῶσιν ἀκριβέστερον.

Διὰ τί ὀργιζόμενοι μὲν τοὺς ὀφθαλμοὺς μᾶλλον ἐπιδι-
δόασι πρὸς τὸ ἐρυθριᾶν, αἰσχυνόμενοι δὲ τὰ ὦτα; ἢ διότι
οἱ μὲν καταψύχονται ἐν τῇ αἰδοῖ (ἐν ὀφθαλμοῖς γὰρ αἰδώς)
ἀντιβλέπειν οὐ δύνανται; καὶ ἡ δειλία κατάψυξίς τίς ἐστιν
ἐνταῦθα. μεθίσταται δὲ εἰς τοὐναντίον τῷ ἔμπροσθεν τὸ ὄπι-
σθεν. τὰ δὲ ὦτα ἀντίκειται· διὸ καὶ μάλιστα ἐρυθριῶσιν
αἰσχυνόμενοι. ἐν δὲ τῷ κνήθεσθαι ἐπὶ τὸ αἰσθητικώτερον
καὶ κινητικώτερον ἡ βοήθεια ὡς ἀδικουμένου· φοβουμένοις γὰρ
ἐνταῦθα ἐκλείπει μάλιστα.

Διὰ τί θατέρου καταληφθέντος ὀφθαλμοῦ ὁ ἕτερος ἀτε-
νίζει μᾶλλον; ἢ διότι ἐκ ταὐτοῦ ἤρτηνται αἱ ἀρχαὶ τῶν
ὀφθαλμῶν; θατέρου οὖν κινουμένου καὶ ἡ κοινὴ ἀρχὴ κινεῖται,
ἐκείνης δὲ κινουμένης καὶ ὁ ἕτερος. ληφθέντος οὖν θατέρου ἡ
κίνησις κινήσει αὐτόν, ὥστε δύναται ἀτενίζειν μᾶλλον.

Διὰ τί οἱ ἐκ γενετῆς τυφλοὶ οὐ γίνονται φαλακροί; ἢ
ὅτι πημαίνει τὰ ὄμματα ὑγρότης οὖσα πολλὴ ἐν τῷ περὶ
τὴν κεφαλὴν τόπῳ; διὸ τῶν ῥευματικῶν εἰς τοὺς ὀφθαλμοὺς
τάς τε περὶ τοὺς κροτάφους φλέβας κάουσι, πυκνοῦντες τοὺς
τῶν ὑγρῶν πόρους, καὶ ξύουσι τὴν κεφαλήν, διατέμνοντες τὸ
ἐν αὐτῇ δέρμα. ἐπεὶ οὖν πημαίνει τοὺς ὀφθαλμοὺς τὸ ἐν αὐτῇ
περίττωμα γινόμενον, κωλύοι ἂν αὐτοὺς ταὐτὸ τοῦτο ἐξ ἀρ-
χῆς γίνεσθαι, πλέον συνιστάμενον ἐν αὐτῇ. ἐπεὶ δὲ ἐκ πε-
ριττωμάτων θρὶξ φύεται, τοῦτο δὲ ἐν τῇ τῶν τυφλῶν κε-
φαλῇ ἐκ γενετῆς ἐστὶ πολύ, εἰκότως οὐκ εἰσὶ φαλακροί.
Διὰ τί οἱ ἐξόφθαλμοι καπνίζονται μᾶλλον; ἢ ὅτι τά-
χιστα προσπίπτει πρὸς τὰ προέχοντα;

Διὰ τί εἰς μὲν τὰ δεξιὰ ἀμφοτέρας τὰς ὄψεις ἅμα
διαστρέφειν δυνάμεθα, καὶ εἰς τὰ ἀριστερὰ καὶ πρὸς τὴν ῥῖνα,
καὶ εἰς τὸ ἀριστερὸν δὲ ἢ τὸ δεξιὸν τὴν ἑτέραν, ἅμα δὲ εἰς
τὸ δεξιὸν καὶ ἀριστερὸν ἀδυνατοῦμεν; ὁμοίως δὲ καὶ εἰς τὸ
κάτω καὶ εἰς τὸ ἄνω· ἅμα μὲν γὰρ ἐπὶ ταὐτὸ δυνάμεθα,
χωρὶς δὲ οὔ. ἢ ὅτι αἱ ὄψεις δύο οὖσαι ὁμοίως ἐξ ἑνὸς συνήρ-
τηνται; ὅσα δὲ τοιαῦτα, ἄκρου θατέρου κινουμένου ἀνάγκη θά-
τερον ἀκολουθεῖν ἐπὶ ταὐτό. τῷ γὰρ ἑτέρῳ ἄκρῳ ἡ ἀρχὴ
θάτερον ἄκρον. εἰ οὖν τὸ ἓν ἀδύνατον ἅμα εἰς τἀναντία κι-
νεῖσθαι, ἀδύνατον καὶ τὰς ὄψεις. τὰ μὲν γὰρ ἄκρα εἰς
τἀναντία ἂν κινοῖτο, εἰ τὸ μὲν ἄνω τὸ δὲ κάτω κινοῖτο, ἡ
δὲ ἀρχὴ ἀμφοῖν ἂν ἀκολουθοίη· ὅπερ ἀδύνατον. ἡ δὲ δια-
στροφή ἐστι τῶν ὀμμάτων διὰ τὸ ἀρχὴν ἔχειν τὰς σφαίρας,
καὶ μέχρι τοῦ στρέφεσθαι εἰς τὰ ἄνω καὶ κάτω καὶ εἰς πλά-
γιον. ὅταν οὖν ἔχουσαι ὡς ἂν ὁμοίως ἔχοιεν τῇ θέσει ἀλλή-
λαις, καὶ ἐν μέσῳ τοῦ ἐπὶ τὸ ἄνω καὶ κάτω κινεῖσθαι, καὶ
εἰς πλάγιον ἐπὶ τοῦ αὐτοῦ σημείου ἑαυτῶν λάβωσι τὴν ὄψιν,
αὗται μὲν ἀδιάστροφοί τε καὶ μάλιστα ἀκίνητοι τῇ θέσει·
ὅσαι δὲ ἐπὶ ταὐτοῦ σημείου λάβωσι τὰς ὄψεις, ἀδιάστροφοι
μέν εἰσι, διαφέρουσι δὲ ἀλλήλων. καίτοι κρύπτεται τοῦ μέ-
λανός τι καὶ τοῖς ἄνω βάλλουσι τὰ λευκά, οἷον μελλέπταρ-
μοι· ἕτεροι δὲ εἰς τὸ πλάγιον, ὥσπερ οἱ μανικοί, οἱ δὲ εἰς
τοὺς μυκτῆρας, ὥσπερ τὰ τραγικὰ πρόσωπα καὶ οἱ στρυφνοί·
σύννουν γὰρ τὸ βλέμμα. ὅσοι δὲ μήθ' ὁμοίως κειμένων τῶν
σφαιρῶν ἐπὶ ταὐτῷ σημείῳ ἔχουσι τὰς ὄψεις, ἢ ὁμοίως μὲν
κειμένων μὴ ἐπὶ τῷ αὐτῷ δέ, οὗτοι διεστραμμένοι εἰσίν· διὸ
ὑποβλέπουσι καὶ συνάγουσι τὰ ὄμματα. πειρῶνται γὰρ ἐπὶ
ταὐτὸν καταστῆσαι σχῆμα τὴν σφαῖραν. ὥστε τὸν μὲν ἐῶσι,
τὸν δὲ σχηματίζουσι τῶν ὀφθαλμῶν. ἐὰν γὰρ μὴ κατ'
αὐτὸ σημεῖον τεθῶσιν αἱ ὄψεις, ἀνάγκη διεστράφθαι. ὥς-
περ γὰρ τοῖς ὑποβάλλουσιν ὑπὸ τὸν ὀφθαλμὸν [τὸ ἓν] δύο
φαίνεται (καὶ γὰρ ἐκείνοις κεκίνηται ἡ ἀρχή), καὶ τούτοις
ὁμοίως. ἐὰν μὲν οὖν ἄνω κινηθῇ ὁ ὀφθαλμός, τὸ πέρας
κάτω τῆς ὄψεως γίνεται, ἐὰν δὲ κάτω, ἄνω τὸ πέρας. ἐν
ἑνὶ δὲ ὀφθαλμῷ μεθισταμένῳ κινεῖσθαι μὲν τὸ ὁρώμενον
δοκεῖ διὰ ταῦτα ἄνω ἢ κάτω, ὅτι καὶ ἡ ὄψις, δύο δὲ οὐ
φαίνεται, ἂν μὴ δύο αἱ ὄψεις ὦσι, καὶ διαστρέφει.
τοιαύτη μὲν τῷ ἑτεροφθάλμῳ γίνεται, ὥστε δύο φαίνε-
σθαι· κατὰ τὴν θέσιν δὲ γίνεται τῷ μὴ κατὰ μέσον τοῦ
ὄμματος κεῖσθαι.

Διὰ τί οἱ μύωπες μικρὰ γράμματα γράφουσιν; ἄτο-
πον γὰρ τὸ μὴ ὀξὺ ὁρῶντας ποιεῖν ἔργον ὀξὺ ὁρώντων. πό-
τερον ὅτι μεγάλα φαίνεται τὰ μικρά, ἐὰν ᾖ ἐγγύς· οἱ δὲ
προσάγοντες γράφουσιν; ἢ διὰ τὸ συνάγοντας τὰ βλέφαρα
γράφειν; δι' ἀσθένειαν γὰρ τῆς ὄψεως, ἂν μὲν ἀναπεπτα-
μένοις γράφωσι τοῖς ὄμμασι, διασπωμένη ἡ ὄψις ἀμβλὺ
ὁρᾷ, οὕτω δὲ ἀθρόως προσπίπτει· γωνίαν δὲ μικρὰν ποιοῦσα
ἐξ ἀνάγκης ποιεῖ μικρὰ γράφειν.

Διὰ τί ὀφθαλμιάσαντες ἔνιοι ὀξύτερον ὁρῶσιν; ἢ διὰ
τὸ ἀποκεκαθάρθαι τὰ ὄμματα; πολλάκις γὰρ ἡ ἔξω πυ-
κνότης ἀποστέγει τὴν ὄψιν, ἀποδακρύσαντι δὲ λύεται. διὸ
καὶ τὸ ἀποδάκνεσθαι συμφέρει, οἷον κρόμμυον· θάτερον δὲ
πολέμιον, οἷον ὀρίγανον.

Διὰ τί τῇ μιᾷ ὄψει ἀπαθέστεροι; ἢ διότι ἔλαττον ἡ
ψυχὴ πάσχει, ὥστε ἔλαττον τὸ πάθος.

Διὰ τί τοῖς διισταμένοις δύο φαίνεται; ἢ διότι οὐκ
ἀφικνεῖται ἐπὶ τὸ αὐτὸ σημεῖον ἑκατέρου τῶν ὀμμάτων ἡ
κίνησις; ὥσπερ οὖν δύο ὁρᾶν τὸ δὶς ὁρᾶν οἴεται ἡ ψυχή.
ὅμοιον καὶ ἐπὶ τῶν δακτύλων τῆς ἐπαλλάξεως· δύο γὰρ
τὸ ἓν δοκεῖ ὡς δὶς ἁπτομένῃ ἑνί.

Διὰ τί οὐ διαφέρουσιν αἱ αἰσθήσεις αἱ ἐν τοῖς δεξιοῖς
τῶν ἀριστερῶν, ἐν δὲ τοῖς ἄλλοις πᾶσι κρείττω τὰ δεξιά;
πότερον διὰ τὸ ἔθος, ὅτι εὐθὺς ὁμοίως ἀμφοῖν ἐθιζόμεθα
αἰσθάνεσθαι; τὰ δὲ δεξιὰ τῷ ἔθει δοκεῖ διαφέρειν, ἐπεὶ ἐθι-
σθεῖσιν ἀμφιδέξιοι γίνονται. ἢ ὅτι τὸ μὲν αἰσθάνεσθαι πά-
σχειν τί ἐστι, τὰ δὲ δεξιὰ διαφέρει τῷ ποιητικώτερα εἶναι
καὶ ἀπαθέστερα τῶν ἀριστερῶν.

Διὰ τί ἐν μὲν τοῖς ἄλλοις κρείττω τὰ δεξιά, ἐν δὲ
ταῖς αἰσθήσεσιν ὅμοια; ἢ διότι ταῦτα μὲν ὁμοίως ἐθιζόμεθα
κατ' ἀμφότερα τῷ ἔθει; ἔτι τὸ μὲν αἰσθάνεσθαι πάσχειν
τί ἐστιν, ἡ δὲ τῶν δεξιῶν διαφορὰ τῷ εἰς τὸ ποιεῖν καὶ οὐκ
εἰς τὸ πάσχειν.

Διὰ τί τὸ γυμνάζεσθαι ἀσύμφορον πρὸς ὀξυωπίαν; ἢ
ὅτι ξηρὸν ποιεῖ τὸ ὄμμα ἡ γυμνασία, ὥσπερ καὶ τὸ ἄλλο
σῶμα; ἡ δὲ ξηρότης σκληρύνει τὸ δέρμα πᾶν, ὥστε καὶ τὸ
ἐπὶ τῇ κόρῃ. διὸ καὶ οἱ πρεσβῦται οὐκ ὀξὺ ὁρῶσιν· καὶ γὰρ
τῶν γερόντων σκληρόδερμα, ἅμα δὲ καὶ ῥυσά, ὥστε ἐπικα-
λύπτεται ἡ ὄψις.

Διὰ τί οἱ μύωπες βλέπουσι μὲν οὐκ ὀξύ, γράφουσι δὲ
μικρά; καίτοι τὸ μικρὸν ὀξὺ βλέποντος καθορᾶν ἐστίν. ἢ
διότι ἀσθενῆ ἔχοντες τὴν ὄψιν συνάγουσι τὰ βλεφαρὰ εἰς
μικρόν; ἀθρόα γὰρ ἐξιοῦσα ἡ ὄψις μᾶλλον ὁρᾷ, ἀναπεπτα-
μένου δὲ τοῦ ὄμματος διασπᾶται. διὰ μὲν οὖν τὴν ἀσθένειαν
συνάγουσι τὸ βλέφαρον, διὰ δὲ τὸ ἐκ μικροῦ ὁρᾶν μικρὸν
μέγεθος ὁρῶσιν. ὅσον δὲ ὁρῶσι μέγεθος, τοσοῦτον καὶ γρά-
φουσιν.

Διὰ τί οἱ μύωπες συνάγοντες τὰ βλέφαρα ὁρῶσιν; ἢ
δι' ἀσθένειαν τῆς ὄψεως, ὥσπερ καὶ οἱ πρὸς τὰ πόρρω τὴν
χεῖρα προσάγοντες, οὕτω καὶ τὰ βλέφαρα πρὸς τὰ ἐγγὺς
προστίθενται ὥσπερ χεῖρα; τοῦτο δὲ ποιοῦσιν, ἵνα ἀθροωτέρα
ἡ ὄψις ἐξίῃ, δι' ἐλάττονος ἐξιοῦσα, καὶ μὴ εὐθὺς ἐξ ἀνα-
πεπταμένου ἐξιοῦσα διασπασθῇ. ὁρᾷ δὲ ἡ πλείων μεῖζον.

Διὰ τί εἰς τὸ πλάγιον κινοῦσι τὸν ὀφθαλμὸν οὐ φαίνε-
ται δύο τὸ ἕν; ἢ ὅτι ἐπὶ τῆς αὐτῆς γίνεται γραμμῆς ἡ
ἀρχή; δύο δὲ φαίνεται ταύτης μεταβαλλούσης ἄνω ἢ κάτω.
εἰς δὲ πλάγιον οὐδὲν διαφέρει, ἐὰν μὴ ἅμα καὶ ἄνω. τί
δὴ ἐπὶ μὲν τῆς ὄψεως ἔστιν ὥστε φαίνεσθαι τὸ ἓν δύο, ἄν
πως τεθῶσιν οἱ ὀφθαλμοὶ πρὸς ἀλλήλους, ἐπὶ δὲ τῶν ἄλ-
λων αἰσθήσεων οὐκ ἔστιν; ἢ καὶ ἐπὶ τῆς ἁφῆς γίνεται τῇ
ἐπαλλάξει τῶν δακτύλων τὸ ἓν δύο; ἐπὶ δὲ τῶν ἄλλων οὐ
γίνεται, ὅτι οὔτε ἔξω ἀποτεινομένων αἰσθάνεται, οὐδὲ δύο.
γίνεται δὲ διὰ τοῦτο διόπερ καὶ ἐπὶ τῶν δακτύλων· μιμεῖ-
ται γὰρ τὴν ὄψιν.

Διὰ τί τοῦ μὲν ἄλλου σώματος τὰ ἀριστερὰ ἀσθενέστερα,
τῶν δὲ ὀφθαλμῶν οὔ, ἀλλ' ὁμοίως ὀξύ; ἢ ὅτι τὰ μὲν δεξιὰ
τῷ ποιητικὰ εἶναι διαφέρουσι, τῷ δὲ παθητικὰ οὐ διαφέρουσιν;
αἱ δὲ ὄψεις παθητικαί.

Διὰ τί τῇ ὄψει πρὸς μὲν τὰ ἄλλα ἀτενίζοντες χεῖρον
διατιθέμεθα, πρὸς δὲ τὰ χλωρὰ καὶ ποώδη, οἷον λάχανα
καὶ τὰ τούτοις ὅμοια, βέλτιον; ἢ ὅτι πρὸς μὲν τὸ λευκὸν καὶ
μέλαν ἥκιστα δυνάμεθα ἀτενίζειν (ἄμφω γὰρ λυμαίνεται
τὴν ὄψιν), τὰ δὲ τοιαῦτα τῶν χρωμάτων μέσον ἔχει τού-
των· διὸ μετρίως τῆς ὄψεως διατιθεμένης οὐδὲ ἐξαδυνατοῦμεν
αὐτῇ, βέλτιον δὲ διατιθέμεθα. τάχα δὲ ἴσως καθάπερ ἐπὶ
τῶν σωμάτων σφοδρότερον πονοῦντες χεῖρον ἔχομεν, τὸ μέ-
σον δὲ βέλτιστα διατίθησι, τὸν αὐτὸν τρόπον καὶ τὴν ὄψιν.
πρὸς μὲν γὰρ στερεὰ ἀτενίζοντες πονοῦμεν αὐτήν, πρὸς δὲ τὰ
ὑγρὰ μηδενὸς ἀντιφράττοντος οὐ διαπονοῦμεν. τὰ δὲ χλωρὰ
στερεά τε μετρίως, καὶ ὑγρὸν ἐν αὐτοῖς ἱκανόν. διὸ βλάπτει
τε οὐθέν, καὶ διαναγκάζει τὴν ὄψιν πρὸς τούτοις εἶναι διὰ τὸ
τὴν τοῦ χρώματος κρᾶσιν σύμμετρον ἔχειν πρὸς τὴν ὄψιν.

Διὰ τί τὰ μὲν ἄλλα ἀμφοτέροις τοῖς ὀφθαλμοῖς
μᾶλλον ὁρῶμεν, τὸ δὲ εὐθὺ τὸ ἐπὶ τῶν στίχων τῷ ἑνὶ προς-
άγοντες πρὸς τὰ γράμματα μᾶλλον καθορῶμεν; ἢ ἀμφό-
τεραι μὲν αἱ ὄψεις συμπίπτουσαι, καθάπερ λέγουσιν οἱ περὶ
τὰ ὀπτικά, ταραχὴν παρέχουσιν, ἐπειδὰν δὲ τῇ μιᾷ θεω-
ρῶμεν, πρὸς εὐθεῖαν τὴν ὄψιν, ὥσπερ πρὸς κανόνα, μᾶλλον
φαίνεται τὸ εὐθύ.

Διὰ τί ὁ καπνὸς τοὺς ὀφθαλμοὺς μᾶλλον δάκνει; ἢ
ὅτι μόνοι ἀσθενέστατοι; ἀεὶ γὰρ τὰ ἔσω τοῦ σώματος ἀσθε-
νέστατα. σημεῖον δὲ ὅτι καὶ τὸ ὄξος καὶ ἕκαστον τῶν δρι-
μέων τὴν μὲν ἔξω σάρκα οὐ δάκνει, τὴν δὲ ἐντός, ὅτι ἀραιο-
τάτη τοῦ σώματος καὶ μάλιστ' ἔχει πόρους· αἱ γὰρ ὄψεις
διά τινων πόρων ἐκπίπτουσιν, ὥστε τὸ ἔσω δηκτικώτατον ἀπὸ
τῆς σαρκὸς ἀποπίπτει. ὁμοίως δὲ καὶ τὸ κρόμμυον, καὶ ὅσα
ἄλλα δάκνει τοὺς ὀφθαλμούς. τὸ δὲ ἔλαιον μάλιστα τῶν
ὑγρῶν, ὅτι λεπτομερέστατον· τοιοῦτον δ' ὂν εἰσδύνει διὰ τῶν
πόρων· τὸ δ' ὄξος ἐν φαρμάκῳ τῇ ἄλλῃ σαρκί.

Διὰ τί ὁ ὀφθαλμὸς μόνον τοῦ σώματος, ἀσθενέστατος
ὤν, οὐ ῥιγοῖ; ἢ ὅτι πίων ἐστὶν ὁ ὀφθαλμός, σαρκὸς δὲ οὐθέν;
τὰ δὲ τοιαῦτα ἄριγά ἐστιν. οὐ γὰρ δὴ ὅτι γε πῦρ ἐστὶν ἡ
ὄψις, διὰ τοῦτο οὐ ῥιγοῖ· οὐ γὰρ τοιοῦτόν γέ ἐστι τὸ πῦρ ὥστε
θερμαίνειν.

Διὰ τί δάκρυα, ἐὰν μὲν κλαίοντες ἀφίωμεν, θερμά
ἐστιν, ἐὰν δὲ πονοῦντες τοὺς ὀφθαλμοὺς δακρύωμεν, ψυχρά;
ἢ ὅτι τὸ μὲν ἄπεπτον ψυχρόν, τὸ δὲ πεπεμμένον θερμόν;
ἡ δὲ μαλακία ὅλως πᾶσά ἐστιν ἐξ ἀπεψίας, καὶ τῶν τοὺς
ὀφθαλμοὺς πονούντων ἄπεπτόν ἐστι τὸ δάκρυον· διὸ ψυχρόν.
διὰ τοῦτο καὶ οἱ ἰατροὶ οἴονται σημεῖον εἶναι μεγάλης νόσου
τοὺς ψυχροὺς ἱδρῶτας, τοὺς δὲ θερμοὺς τοὐναντίον ἀπαλλακτι-
κούς. ὅταν μὲν γὰρ ᾖ τὸ περίττωμα πολύ, οὐ δύναται τὸ
ἐντὸς θερμὸν πέττειν, ὥστε ἀνάγκη ψυχρὸν εἶναι· ὅταν δὲ
ὀλίγον, κρατεῖ. γίνονται δὲ ἐκ τῶν περιττωμάτων αἱ ἀρ-
ρωστίαι.

Διὰ τί ποτε εὐκινήτων ὄντων τῶν δεξιῶν μερῶν ὁ
ὀφθαλμὸς ὁ ἀριστερὸς μᾶλλον τοῦ δεξιοῦ συνάγεται; ἢ
ὅτι τὰ ἀριστερὰ πάντα ὑγρότερα τῶν δεξιῶν ἐστί, τὰ δὲ
ὑγρότερα μᾶλλον συνάγεσθαι πέφυκεν· εἶτα εἰς τὸ δεξιὸν
μᾶλλον ἀποτελεῖν δύναται, τοῦ ἀριστεροῦ δυναμένου καὶ
καθ' αὑτό.

Διὰ τί ἀμφότεροι κατὰ ἀσθένειάν τινα τῶν ὀφθαλ-
μῶν διακείμενοι, ὅ τε μύωψ καὶ ὁ πρεσβύτης, ὁ μὲν ἐγγὺς
προσάγει, ἄν τι βούληται ἰδεῖν, ὁ δὲ πόρρω ἀπάγει; ἢ ὅτι
οὐχ ὁμοία ἡ ἀσθένεια παρέπεται αὐτοῖς; ὁ μὲν γὰρ πρες-
βύτης αὐτὸ ἰδεῖν ἀδύνατός ἐστιν· οὗ δὴ συμπίπτει ἡ ὄψις
αὐτῷ, ἀπάγει τὸ θεώμενον, ἅτε καὶ μάλιστα μέλλων ὄψε-
σθαι· πόρρω δὲ συμπίπτει. ὁ δὲ αὐτὸ μὲν ὁρᾷ, ποῖα δὲ
κοῖλα καὶ ποῖα ἐξέχοντα τοῦ ὁρωμένου, οὐκέτι δύναται κρίνειν,
ἀλλὰ περὶ ταῦτα ἀπατᾶται. τὰ δὲ κοῖλα καὶ τὰ ἐξέχοντα
μάλιστα τῇ αὐγῇ κρίνεται. πόρρωθεν μὲν οὖν οὐ δύναται τῇ
αὐγῇ καταμαθεῖν πῶς ἐπιβάλλει ἐπὶ τὸ ὁρατόν· ἐγγύθεν
δὲ μᾶλλον καταφανής ἐστιν.

Διὰ τί τῶν ζῴων ἄνθρωπος ἢ μόνον ἢ μάλιστα δια-
στρέφεται; ἢ ὅτι ἢ μόνον ἢ μάλιστα ἐπίληπτον ἐν τῇ νεό-
τητι γίνεται, ὅτε καὶ διαστρέφεσθαι συμβαίνει πᾶσιν;

Διὰ τί οἱ ἄνθρωποι μόνοι τῶν ἄλλων ζῴων τὰ ὄμ-
ματα διαστρέφονται; πότερον διὰ τὸ ἐλάχιστον διάστημα
εἶναι τῶν ὀμμάτων, καὶ ἐπ' εὐθείας, ὥστε εὔδηλον σφόδρα
γίνεται τὸ μὴ κατωρθωμένον. ἢ διότι τῶν ἄλλων μονόχροα
τὰ ὄμματά ἐστι μᾶλλον· εἰ δ' ἦν ἓν χρῶμά τι τοῦ ὄμμα-
τος, οὐκ ἦν διαστροφή. ἢ διότι μόνοι ἐν τῷ γένει ἐπίληπτοι
γίνονται τῶν ζῴων, ἡ δ' ἐπίληψις διαστροφὴν ποιεῖ, ὅταν
γένηται, ὥσπερ καὶ τῶν ἄλλων μορίων· ἀλλ' ἐνίοις ὀψὲ
παντελῶς γίνεται ἡ διαστροφή, ὅσοις τὸ ἀρρώστημα.

Διὰ τί πρὸς τὸν λύχνον καὶ πρὸς τὸν ἥλιον προστησά-
μενοι τὴν χεῖρα πρὸ τοῦ φωτὸς μᾶλλον ὁρῶμεν; ἢ ὅτι τὸ
ἀπὸ τοῦ ἡλίου καὶ λύχνου φῶς προσπῖπτον μὲν ἡμῶν πρὸς
τὴν ὄψιν ἀσθενεστέραν ποιεῖ δι' ὑπερβολήν; φθείρει γὰρ αὐτὰ
καὶ τὰ συγγενῆ τῇ ὑπερβολῇ. εἰρχθέντα δὲ ὑπὸ τῆς χει-
ρὸς τὴν μὲν ὄψιν οὐ πημαίνει, τὸ δὲ ὁρώμενον ὁμοίως ἐστὶν
ἐν φωτί. διὸ ἡ μὲν μᾶλλον δρᾷ, τὸ δὲ ὁρώμενον οὐδὲν ἧττον
ὁρᾶται.

Διὰ τί χεὶρ μὲν καὶ ποὺς διαφορὰν ἔχει πρὸς τὰ δε-
ξιὰ τὰ ἀριστερά, ὄμμα δὲ καὶ ἀκοὴ οὔ; ἢ ὅτι τὰ στοιχεῖα
τὰ εἰλικρινῆ ἀδιάφορα, ἐν δὲ τοῖς ἐκ τῶν στοιχείων ἡ δια-
φορά; αὗται δὲ αἱ αἰσθήσεις εἰσὶν ἐξ εἰλικρινῶν, ἡ μὲν ὄψις
πυρός, ἡ δ' ἀκοὴ ἀέρος.