Ὅσα περὶ φρόνησιν καὶ νοῦν καὶ σοφίαν
Συγγραφέας:
Προβλήματα
Bekker, Aristoteles Opera Omnia, 953a-957a


Λ. ΟΣΑ ΠΕΡΙ ΦΡΟΝΗΣΙΝ ΚΑΙ ΝΟΥΝ ΚΑΙ ΣΟΦΙΑΝ.



Διὰ τί πάντες ὅσοι περιττοὶ γεγόνασιν ἄνδρες ἢ κατὰ
φιλοσοφίαν ἢ πολιτικὴν ἢ ποίησιν ἢ τέχνας φαίνονται με-
λαγχολικοὶ ὄντες, καὶ οἱ μὲν οὕτως ὥστε καὶ λαμβάνεσθαι
τοῖς ἀπὸ μελαίνης χολῆς ἀρρωστήμασιν, οἷον λέγεται τῶν
τε ἡρωϊκῶν τὰ περὶ τὸν Ἡρακλέα. καὶ γὰρ ἐκεῖνος ἔοικε
γενέσθαι ταύτης τῆς φύσεως, διὸ καὶ τὰ ἀρρωστήματα τῶν
ἐπιληπτικῶν ἀπ' ἐκείνου προσηγόρευον οἱ ἀρχαῖοι ἱερὰν νόσον.
καὶ ἡ περὶ τοὺς παῖδας ἔκστασις καὶ ἡ πρὸ τῆς ἀφανίσεως
ἐν Οἴτῃ τῶν ἑλκῶν ἔκφυσις γενομένη τοῦτο δηλοῖ· καὶ γὰρ
τοῦτο γίνεται πολλοῖς ἀπὸ μελαίνης χολῆς. συνέβη δὲ καὶ
Λυσάνδρῳ τῷ Λάκωνι πρὸ τῆς τελευτῆς γενέσθαι τὰ ἕλκη
ταῦτα. ἔτι δὲ τὰ περὶ Αἴαντα καὶ Βελλεροφόντην, ὧν ὁ
μὲν ἐκστατικὸς ἐγένετο παντελῶς, ὁ δὲ τὰς ἐρημίας ἐδίωκεν,
διὸ οὕτως ἐποίησεν Ὅμηρος “αὐτὰρ ἐπεὶ καὶ κεῖνος ἀπήχθετο
πᾶσι θεοῖσιν, ἤτοι ὁ καππεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο, ὃν
θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων.” καὶ ἄλλοι δὲ
πολλοὶ τῶν ἡρώων ὁμοιοπαθεῖς φαίνονται τούτοις. τῶν δὲ
ὕστερον Ἐμπεδοκλῆς καὶ Πλάτων καὶ Σωκράτης καὶ ἕτεροι
συχνοὶ τῶν γνωρίμων. ἔτι δὲ τῶν περὶ τὴν ποίησιν οἱ πλεῖ-
στοι. πολλοῖς μὲν γὰρ τῶν τοιούτων γίνεται νοσήματα ἀπὸ
τῆς τοιαύτης κράσεως τῷ σώματι, τοῖς δὲ ἡ φύσις δήλη
ῥέπουσα πρὸς τὰ πάθη. πάντες δ' οὖν ὡς εἰπεῖν ἁπλῶς εἰσί,
καθάπερ ἐλέχθη, τοιοῦτοι τὴν φύσιν. δεῖ δὴ λαβεῖν τὴν
αἰτίαν πρῶτον ἐπὶ παραδείγματος προχειρισαμένους. ὁ γὰρ
οἶνος ὁ πολὺς μάλιστα φαίνεται παρασκευάζειν τοιούτους οἵους
λέγομεν τοὺς μελαγχολικοὺς εἶναι, καὶ πλεῖστα ἤθη ποιεῖν
πινόμενος, οἷον ὀργίλους, φιλανθρώπους, ἐλεήμονας, ἰταμούς·
ἀλλ' οὐχὶ τὸ μέλι οὐδὲ τὸ γάλα οὐδὲ τὸ ὕδωρ οὐδ' ἄλλο τῶν
τοιούτων οὐδέν. ἴδοι δ' ἄν τις ὅτι παντοδαποὺς ἀπεργάζεται,
θεωρῶν ὡς μεταβάλλει τοὺς πίνοντας ἐκ προσαγωγῆς· πα-
ραλαβὼν γὰρ ἀπεψυγμένους ἐν τῷ νήφειν καὶ σιωπηλοὺς
μικρῷ μὲν πλείων ποθεὶς λαλιστέρους ποιεῖ, ἔτι δὲ πλείων
ῥητορικοὺς καὶ θαρραλέους, προϊόντας δὲ πρὸς τὸ πράττειν
ἰταμούς, ἔτι δὲ μᾶλλον πινόμενος ὑβριστάς, ἔπειτα μανικούς,
λίαν δὲ πολὺς ἐκλύει καὶ ποιεῖ μωρούς, ὥσπερ τοὺς ἐκ παί-
δων ἐπιλήπτους ἢ καὶ ἐχομένους τοῖς μελαγχολικοῖς ἄγαν.
ὥσπερ οὖν ὁ εἷς ἄνθρωπος μεταβάλλει τὸ ἦθος πίνων καὶ
χρώμενος τῷ οἴνῳ ποσῷ τινί, οὕτω καθ' ἕκαστον τὸ ἦθος εἰσί
τινες ἄνθρωποι. οἷος γὰρ οὗτος μεθύων νῦν ἐστίν, ἄλλος τις
τοιοῦτος φύσει ἐστίν, ὁ μὲν λάλος, ὁ δὲ κεκινημένος, ὁ δὲ
ἀρίδακρυς· ποιεῖ γάρ τινας καὶ τοιούτους, διὸ καὶ Ὅμηρος
ἐποίησε “καί μέ φησι δάκρυ πλώειν βεβαρημένον οἴνῳ.” καὶ
γὰρ ἐλεήμονές ποτε γίνονται καὶ ἄγριοι καὶ σιωπηλοί· ἔνιοι
γὰρ αὖ ἀποσιωπῶσι, καὶ μάλιστα τῶν μελαγχολικῶν ὅσοι
ἐκστατικοί. ποιεῖ δὲ καὶ φιλητικοὺς ὁ οἶνος· σημεῖον δὲ ὅτι
προάγεται ὁ πίνων καὶ τῷ στόματι φιλεῖν, οὓς νήφων οὐδ'
ἂν εἷς φιλήσειεν ἢ διὰ τὸ εἶδος ἢ διὰ τὴν ἡλικίαν. ὁ μὲν
οὖν οἶνος οὐ πολὺν χρόνον ποιεῖ περιττόν, ἀλλ' ὀλίγον, ἡ δὲ
φύσις ἀεί, ἕως τις ἂν ᾖ· οἱ μὲν γὰρ θρασεῖς, οἱ δὲ σιωπη-
λοί, οἱ δὲ ἐλεήμονες, οἱ δὲ δειλοὶ γίνονται φύσει. ὥστε δῆ-
λον ὅτι διὰ τὸ αὐτὸ ποιεῖ ὅ τε οἶνος καὶ ἡ φύσις ἑκάστου
τὸ ἦθος· πάντα γὰρ κατεργάζεται τῇ θερμότητι ταμιευό-
μενα. ὅ τε δὴ χυμὸς καὶ ἡ κρᾶσις ἡ τῆς μελαίνης χολῆς
πνευματικά ἐστιν· διὸ καὶ τὰ πνευματώδη πάθη καὶ τὰ
ὑποχόνδρια μελαγχολικὰ οἱ ἰατροί φασιν εἶναι. καὶ ὁ
οἶνος δὲ πνευματώδης τὴν δύναμιν. διὸ δή ἐστι τὴν φύσιν
ὅμοια ὅ τε οἶνος καὶ ἡ κρᾶσις. δηλοῖ δὲ ὅτι πνευματώδης
ὁ οἶνός ἐστιν ὁ ἀφρός· τὸ μὲν γὰρ ἔλαιον θερμὸν ὂν οὐ ποιεῖ
ἀφρόν, ὁ δὲ οἶνος πολύν, καὶ μᾶλλον ὁ μέλας τοῦ λευκοῦ,
ὅτι θερμότερος καὶ σωματωδέστερος. καὶ διὰ τοῦτο ὅ τε οἶνος
ἀφροδισιαστικοὺς ἀπεργάζεται, καὶ ὀρθῶς Διόνυσος καὶ Ἀφρο-
δίτη λέγονται μετ' ἀλλήλων εἶναι, καὶ οἱ μελαγχολικοὶ οἱ
πλεῖστοι λάγνοι εἰσίν. ὅ τε γὰρ ἀφροδισιασμὸς πνευμα-
τώδης. σημεῖον δὲ τὸ αἰδοῖον, ὡς ἐκ μικροῦ ταχεῖαν ποιεῖ-
ται τὴν αὔξησιν διὰ τὸ ἐμφυσᾶσθαι. καὶ ἔτι πρὶν δύνα-
σθαι προΐεσθαι σπέρμα, γίνεταί τις ἡδονὴ ἐπὶ παισὶν οὖσιν,
ὅταν ἐγγὺς ὄντες τοῦ ἡβᾶν ξύωνται τὰ αἰδοῖα δι' ἀκολα-
σίαν· γίνεται δὲ δῆλον διὰ τὸ πνεῦμα διεξιέναι διὰ τῶν
πόρων, δι' ὧν ὕστερον τὸ ὑγρὸν φέρεται. ἥ τε ἔκχυσις τοῦ
σπέρματος ἐν ταῖς ὁμιλίαις καὶ ἡ ῥῖψις ὑπὸ τοῦ πνεύμα-
τος ὠθοῦντος φανερὸν γίνεσθαι. ὥστε καὶ τῶν ἐδεσμάτων
καὶ ποτῶν εὐλόγως ταῦτ' ἐστὶν ἀφροδισιαστικά, ὅσα πνευ-
ματώδη τὸν περὶ τὰ αἰδοῖα ποιεῖ τόπον. διὸ καὶ ὁ μέ-
λας οἶνος οὐδενὸς ἧττον τοιούτους ἀπεργάζεται, οἷοι καὶ οἱ
μελαγχολικοὶ πνευματώδεις. δῆλοι δ' εἰσὶν ἐπ' ἐνίων·
σκληροὶ γὰρ οἱ πλείους τῶν μελαγχολικῶν, καὶ αἱ φλέ-
βες ἐξέχουσιν· τούτου δ' αἴτιον οὐ τὸ τοῦ αἵματος πλῆθος,
ἀλλὰ τοῦ πνεύματος. διότι δὲ οὐδὲ πάντες οἱ μελαγχολι-
κοὶ σκληροὶ οὐδὲ μέλανες, ἀλλ' οἱ μᾶλλον κακόχυμοι,
ἄλλος λόγος· περὶ οὗ δὲ ἐξ ἀρχῆς προειλόμεθα διελθεῖν,
ὅτι ἐν τῇ φύσει εὐθὺς ὁ τοιοῦτος χυμὸς ὁ μελαγχολικὸς
κεράννυται· θερμοῦ γὰρ καὶ ψυχροῦ κρᾶσίς ἐστιν· ἐκ τούτων
γὰρ τῶν δυοῖν ἡ φύσις συνέστηκεν. διὸ καὶ ἡ μέλαινα
χολὴ καὶ θερμότατον καὶ ψυχρότατον γίνεται. τὸ γὰρ
αὐτὸ πάσχειν πέφυκε ταῦτ' ἄμφω, οἷον καὶ τὸ ὕδωρ ὂν
ψυχρόν, ὅμως ἐὰν ἱκανῶς θερμανθῇ, οἷον τὸ ζέον, τῆς
φλογὸς αὐτῆς θερμότερόν ἐστι, καὶ λίθος καὶ σίδηρος διά-
πυρα γενόμενα μᾶλλον θερμὰ γίνεται ἄνθρακος, ψυχρὰ
ὄντα φύσει. εἴρηται δὲ σαφέστερον περὶ τούτων ἐν τοῖς περὶ
πυρός. καὶ ἡ χολὴ δὲ ἡ μέλαινα φύσει ψυχρὰ καὶ οὐκ
ἐπιπολαίως οὖσα, ὅταν μὲν οὕτως ἔχῃ ὡς εἴρηται, ἐὰν
ὑπερβάλλῃ ἐν τῷ σώματι, ἀποπληξίας ἢ νάρκας ἢ ἀθυ-
μίας ποιεῖ ἢ φόβους, ἐὰν δὲ ὑπερθερμανθῇ, τὰς μετ'
ᾠδῆς εὐθυμίας καὶ ἐκστάσεις καὶ ἐκζέσεις ἑλκῶν καὶ ἄλλα
τοιαῦτα. τοῖς μὲν οὖν πολλοῖς ἀπὸ τῆς καθ' ἡμέραν τρο-
φῆς ἐγγινομένη οὐδὲν τὸ ἦθος ποιεῖ διαφόρους, ἀλλὰ μόνον
νόσημά τι μελαγχολικὸν ἀπειργάσατο. ὅσοις δὲ ἐν τῷ
φύσει συνέστη κρᾶσις τοιαύτη, εὐθὺς οὗτοι τὰ ἤθη γίνονται
παντοδαποί, ἄλλος κατ' ἄλλην κρᾶσιν· οἷον ὅσοις μὲν
πολλὴ καὶ ψυχρὰ ἐνυπάρχει, νωθροὶ καὶ μωροί, ὅσοις δὲ
λίαν πολλὴ καὶ θερμή, μανικοὶ καὶ εὐφυεῖς καὶ ἐρωτικοὶ
καὶ εὐκίνητοι πρὸς τοὺς θυμοὺς καὶ τὰς ἐπιθυμίας, ἔνιοι δὲ
καὶ λάλοι μᾶλλον. πολλοὶ δὲ καὶ διὰ τὸ ἐγγὺς εἶναι τοῦ
νοεροῦ τόπου τὴν θερμότητα ταύτην νοσήμασιν ἁλίσκονται
μανικοῖς ἢ ἐνθουσιαστικοῖς, ὅθεν Σίβυλλαι καὶ Βάκιδες καὶ οἱ
ἔνθεοι γίνονται πάντες, ὅταν μὴ νοσήματι γένωνται ἀλλὰ
φυσικῇ κράσει. Μαρακὸς δὲ ὁ Συρακούσιος καὶ ἀμείνων ἦν
ποιητής, ὅτ' ἐκσταίη. ὅσοις δ' ἂν ἐπανθῇ τὴν ἄγαν θερμό-
τητα πρὸς τὸ μέσον, οὗτοι μελαγχολικοὶ μέν εἰσι, φρονι-
μώτεροι δέ, καὶ ἧττον μὲν ἔκτοποι, πρὸς πολλὰ δὲ διαφέ-
ροντες τῶν ἄλλων, οἱ μὲν πρὸς παιδείαν, οἱ δὲ πρὸς τέ-
χνας, οἱ δὲ πρὸς πολιτείαν. πολλὴν δὲ καὶ εἰς τοὺς κινδύνους
ποιεῖ διαφορὰν ἡ τοιαύτη ἕξις τοῦ ἐνίοτε ἀνωμάλους εἶναι
μὲν τοῖς φόβοις πολλοὺς τῶν ἀνδρῶν. ὡς γὰρ ἂν τύχωσι
τὸ σῶμα ἔχοντες πρὸς τὴν τοιαύτην κρᾶσιν, διαφέρουσιν
αὐτοὶ αὑτῶν. ἡ δὲ μελαγχολικὴ κρᾶσις, ὥσπερ καὶ ἐν
ταῖς νόσοις ἀνωμάλους ποιεῖ, οὕτω καὶ αὐτὴ ἀνώμαλός ἐστιν·
ὁτὲ μὲν γὰρ ψυχρά ἐστιν ὥσπερ ὕδωρ, ὁτὲ δὲ θερμή. ὥστε
φοβερόν τι ὅταν εἰσαγγελθῇ, ἐὰν μὲν ψυχροτέρας οὔσης
τῆς κράσεως τύχῃ, δειλὸν ποιεῖ· προωδοπεποίηκε γὰρ τῷ
φόβῳ, καὶ ὁ φόβος καταψύχει. δηλοῦσι δὲ οἱ περίφοβοι·
τρέμουσι γάρ. ἐὰν δὲ μᾶλλον θερμή, εἰς τὸ μέτριον κα-
τέστησεν ὁ φόβος, καὶ ἐν αὐτῷ καὶ ἀπαθῆ. ὁμοίως δὲ καὶ
πρὸς τὰς καθ' ἡμέραν ἀθυμίας· πολλάκις γὰρ οὕτως ἔχο-
μεν ὥστε λυπεῖσθαι, ἐφ' ὅτῳ δέ, οὐκ ἂν ἔχοιμεν εἰπεῖν· ὁτὲ
δὲ εὐθύμως, ἐφ' ᾧ δ', οὐ δῆλον. τὰ δὴ τοιαῦτα πάθη καὶ
τὰ παλαιὰ λεχθέντα κατὰ μέν τι μικρὸν πᾶσι γίνεται·
πᾶσι γὰρ μέμικταί τι τῆς δυνάμεως· ὅσοις δ' εἰς βάθος,
οὗτοι δ' ἤδη ποιοί τινές εἰσι τὰ ἤθη. ὥσπερ γὰρ τὸ εἶδος
ἕτεροι γίνονται οὐ τῷ πρόσωπον ἔχειν, ἀλλὰ τῷ ποιόν τι τὸ
πρόσωπον, οἱ μὲν καλόν, οἱ δὲ αἰσχρόν, οἱ δὲ μηθὲν ἔχον-
τες περιττόν, οὗτοι δὲ μέσοι τὴν φύσιν, οὕτω καὶ οἱ μὲν μι-
κρὰ μετέχοντες τῆς τοιαύτης κράσεως μέσοι εἰσίν, οἱ δὲ
πλήθους ἤδη ἀνόμοιοι τοῖς πολλοῖς. ἐὰν μὲν γὰρ σφόδρα
κατακορὴς ᾖ ἡ ἕξις, μελαγχολικοί εἰσι λίαν, ἐὰν δέ πως
κραθῶσι, περιττοί. ῥέπουσι δ', ἂν ἀμελῶσιν, ἐπὶ τὰ με-
λαγχολικὰ νοσήματα, ἄλλοι περὶ ἄλλο μέρος τοῦ σώμα-
τος· καὶ τοῖς μὲν ἐπιληπτικὰ ἀποσημαίνει, τοῖς δὲ ἀπο-
πληκτικά, ἄλλοις δὲ ἀθυμίαι ἰσχυραὶ ἢ φόβοι, τοῖς δὲ θάρρη
λίαν, οἷον καὶ Ἀρχελάῳ συνέβαινε τῷ Μακεδονίας βασιλεῖ.
αἴτιον δὲ τῆς τοιαύτης δυνάμεως ἡ κρᾶσις, ὅπως ἂν ἔχῃ
ψύξεώς τε καὶ θερμότητος. ψυχροτέρα μὲν γὰρ οὖσα τοῦ
καιροῦ δυσθυμίας ποιεῖ ἀλόγους· διὸ αἵ τ' ἀγχόναι μάλιστα
τοῖς νέοις, ἐνίοτε δὲ καὶ πρεσβυτέροις. πολλοὶ δὲ καὶ μετὰ
τὰς μέθας διαφθείρουσιν ἑαυτούς. ἔνιοι δὲ τῶν μελαγχολι-
κῶν ἐκ τῶν πότων ἀθύμως διάγουσιν· σβέννυσι γὰρ ἡ τοῦ
οἴνου θερμότης τὴν φυσικὴν θερμότητα. τὸ δὲ θερμὸν τὸ περὶ
τὸν τόπον ᾧ φρονοῦμεν καὶ ἐλπίζομεν ποιεῖ εὐθύμους. καὶ
διὰ τοῦτο πρὸς τὸ πίνειν εἰς μέθην πάντες ἔχουσι προθύμως,
ὅτι πάντας ὁ οἶνος ὁ πολὺς εὐέλπιδας ποιεῖ, καθάπερ ἡ
νεότης τοὺς παῖδας· τὸ μὲν γὰρ γῆρας δύσελπί ἐστιν, ἡ δὲ
νεότης ἐλπίδος πλήρης. εἰσὶ δέ τινες ὀλίγοι οὓς πίνοντας
δυσθυμίαι λαμβάνουσι, διὰ τὴν αὐτὴν αἰτίαν δι' ἣν καὶ
μετὰ τοὺς πότους ἐνίους. ὅσοις μὲν οὖν μαραινομένου τοῦ θερμοῦ
αἱ ἀθυμίαι γίνονται, μᾶλλον ἀπάγχονται. διὸ καὶ οἱ νέοι
ἢ καὶ οἱ πρεσβῦται μᾶλλον ἀπάγχονται· τὸ μὲν γὰρ
γῆρας μαραίνει τὸ θερμόν, τῶν δὲ τὸ πάθος φυσικὸν ὂν
καὶ αὐτὸ τὸ μαραινόμενον θερμόν. ὅσοις δὲ σβεννυμένου,
ἐξαίφνης οἱ πλεῖστοι διαχρῶνται ἑαυτούς, ὥστε θαυμάζειν
πάντας διὰ τὸ μηθὲν ποιῆσαι σημεῖον πρότερον. ψυχροτέρα
μὲν οὖν γινομένη ἡ κρᾶσις ἡ ἀπὸ τῆς μελαίνης χολῆς, ὥς-
περ εἴρηται, ποιεῖ ἀθυμίας παντοδαπάς, θερμοτέρα δὲ οὖσα
εὐθυμίας. διὸ καὶ οἱ μὲν παῖδες εὐθυμότεροι, οἱ δὲ γέρον-
τες δυσθυμότεροι. οἱ μὲν γὰρ θερμοί, οἱ δὲ ψυχροί· τὸ
γὰρ γῆρας κατάψυξίς τις. συμβαίνει δὲ σβέννυσθαι ἐξαί-
φνης ὑπό τε τῶν ἐκτὸς αἰτιῶν, ὡς καὶ παρὰ φύσιν τὰ πυ-
ρωθέντα, οἷον ἄνθρακα ὕδατος ἐπιχυθέντος. διὸ καὶ ἐκ μέ-
θης ἔνιοι ἑαυτοὺς διαχρῶνται· ἡ γὰρ ἀπὸ τοῦ οἴνου θερμότης
ἐπείσακτός ἐστιν, ἧς σβεννυμένης συμβαίνει τὸ πάθος. καὶ
μετὰ τὰ ἀφροδίσια οἱ πλεῖστοι ἀθυμότεροι γίνονται, ὅσοι
δὲ περίττωμα πολὺ προΐενται μετὰ τοῦ σπέρματος, οὗτοι
εὐθυμότεροι· κουφίζονται γὰρ περιττώματός τε καὶ πνεύ-
ματος καὶ θερμοῦ ὑπερβολῆς. ἐκεῖνοι δὲ ἀθυμότεροι πολλά-
κις· καταψύχονται γὰρ ἀφροδισιάσαντες διὰ τὸ τῶν ἱκα-
νῶν τι ἀφαιρεθῆναι· δηλοῖ δὲ τοῦτο τὸ μὴ πολλὴν τὴν ἀπορ-
ροὴν γεγονέναι. ὡς οὖν ἐν κεφαλαίῳ εἰπεῖν, διὰ μὲν τὸ ἀνώ-
μαλον εἶναι τὴν δύναμιν τῆς μελαίνης χολῆς ἀνώμαλοί
εἰσιν οἱ μελαγχολικοί· καὶ γὰρ ψυχρὰ σφόδρα γίνεται
καὶ θερμή. διὰ δὲ τὸ ἠθοποιὸς εἶναι (ἠθοποιὸν γὰρ τὸ θερ-
μὸν καὶ ψυχρὸν μάλιστα τῶν ἐν ἡμῖν ἐστίν) ὥσπερ ὁ οἶνος
πλείων καὶ ἐλάττων κεραννύμενος τῷ σώματι ποιεῖ τὸ ἦθος
ποιούς τινας ἡμᾶς. ἄμφω δὲ πνευματικά, καὶ ὁ οἶνος καὶ
ἡ μέλαινα χολή. ἐπεὶ δ' ἔστι καὶ εὔκρατον εἶναι τὴν ἀνω-
μαλίαν καὶ καλῶς πως ἔχειν, καὶ ὅπου δεῖ θερμοτέραν
εἶναι τὴν διάθεσιν καὶ πάλιν ψυχράν, ἢ τοὐναντίον διὰ τὸ
ὑπερβολὴν ἔχειν, περιττοὶ μέν εἰσι πάντες οἱ μελαγχολικοί,
οὐ διὰ νόσον, ἀλλὰ διὰ φύσιν.

Διὰ τί κατ' ἐνίας μὲν τῶν ἐπιστημῶν ἕξιν ἔχειν λέ-
γομεν, κατ' ἐνίας δὲ οὔ; ἢ καθ' ὅσας εὑρετικοί ἐσμεν, ἕξιν
ἔχειν λεγόμεθα; τὸ γὰρ εὑρίσκειν ἀπὸ ἕξεως.

Διὰ τί τῶν ζῴων ὁ ἄνθρωπος φρονιμώτατον; πότερον
ὅτι μικροκεφαλώτατον κατὰ λόγον τοῦ σώματος; ἢ ὅτι
ἀνωμάλως ἐλάχιστον; διὰ γὰρ τοῦτο καὶ μικροκέφαλον,
καὶ αὐτῶν οἱ τοιοῦτοι μᾶλλον τῶν μεγαλοκεφάλων φρονι-
μώτεροι.

Διὰ τί δοκεῖ ἡμῖν πλείων εἶναι ἡ ὁδός, ὅταν μὴ εἰδό-
τες πόση τίς ἐστι βαδίζωμεν, μᾶλλον ἢ ὅταν εἰδότες, ἐὰν
τὰ ἄλλα ὁμοίως τύχωμεν ἔχοντες; ἢ ὅτι τὸ εἰδέναι [πόση]
ἐστὶν εἰδέναι τὸν ἀριθμόν; τὸ γὰρ ἄπειρον καὶ ἀναρίθμητον
ταὐτόν, καὶ πλέον ἀεὶ τὸ ἄπειρον τοῦ ὡρισμένου. ὥσπερ οὖν
εἰ ᾔδει ὅτι τοσήδε ἐστί, πεπερασμένην αὐτὴν ἀνάγκη εἶναι,
οὕτως εἰ μὴ οἶδε πόση τίς ἐστιν, ὡς ἀντιστρέφοντος παραλο-
γίζεται ἡ ψυχή, καὶ φαίνεται αὕτη εἶναι ἄπειρος, ἐπεὶ
τὸ ποσὸν ὡρισμένον ἐστὶ καὶ τὸ ὡρισμένον ποσόν. ὅταν τοί-
νυν μὴ φαίνηται ὡρισμένον, ὥσπερ ἄπειρον δόξει εἶναι, διὰ
τὸ τὸ πεφυκὸς ὡρίσθαι, ἂν μὴ ᾖ ὡρισμένον, ἄπειρον εἶναι,
καὶ τὸ φαινόμενον μὴ ὡρίσθαι φαίνεσθαι ἀνάγκη πως
ἀπέραντον.

Διὰ τί πρεσβύτεροι μὲν γινόμενοι μᾶλλον νοῦν ἔχομεν,
νεώτεροι δὲ ὄντες θᾶττον μανθάνομεν; ἢ ὅτι ὁ θεὸς ὄργανα
ἐν ἑαυτοῖς ἡμῖν δέδωκε δύο, ἐν οἷς χρησόμεθα τοῖς ἐκτὸς
ὀργάνοις, σώματι μὲν χεῖρα, ψυχῇ δὲ νοῦν. ἔστι γὰρ καὶ
ὁ νοῦς τῶν φύσει ἐν ἡμῖν ὥσπερ ὄργανον ὑπάρχων· αἱ δὲ
ἄλλαι ἐπιστῆμαι καὶ τέχναι τῶν ὑφ' ἡμῶν ποιητῶν εἰσίν,
ὁ δὲ νοῦς τῶν φύσει. καθάπερ οὖν τῇ χειρὶ οὐκ εὐθὺς γενό-
μενοι χρώμεθα βέλτιστα, ἀλλ' ὅταν ἡ φύσις αὐτὴν ἐπιτε-
λέσῃ (προϊούσης γὰρ τῆς ἡλικίας ἡ χεὶρ μάλιστα δύναται
ἀποτελεῖν τὸ ἑαυτῆς ἔργον), τὸν αὐτὸν τρόπον καὶ ὁ νοῦς
τῶν φύσει οὐ εὐθὺς ἀλλ' ἐπὶ γήρως ἡμῖν μάλιστα παραγί-
νεται καὶ τότε ἀποτελεῖται μάλιστα, ἂν μὴ ὑπό τινος πη-
ρωθῇ, καθάπερ καὶ τὰ ἄλλα τὰ φύσει ὑπάρχοντα. ὕστερον
δὲ τῆς τῶν χειρῶν δυνάμεως ὁ νοῦς παραγίνεται ἡμῖν, ὅτι
καὶ τὰ τοῦ νοῦ ὄργανά ἐστι τῶν τῆς χειρός. ἔστι γὰρ νοῦ μὲν
ὄργανον ἐπιστήμη (τούτῳ γάρ ἐστι χρήσιμος, καθάπερ αὐλοὶ
αὐλητῇ), χειρῶν δὲ πολλὰ τῶν φύσει ὄντων· ἡ δὲ φύσις
αὐτή τε ἐπιστήμης πρότερον, καὶ τὰ ὑπ' αὐτῆς γινόμενα.
ὧν δὲ τὰ ὄργανα πρότερα, καὶ τὰς δυνάμεις πρότερον εἰκὸς
ἐγγίνεσθαι ἡμῖν· τούτοις γὰρ χρώμενοι ἕξιν λαμβάνομεν,
καὶ ἔχει ὁμοίως τὸ ἑκάστου ὄργανον πρὸς αὐτό· καὶ ἀνά-
παλιν, ὡς τὰ ὄργανα πρὸς ἄλληλα, οὕτω τὰ ὄργανα πρὸς
αὐτά. ὁ μὲν οὖν νοῦς διὰ ταύτην τὴν αἰτίαν πρεσβυτέροις
οὖσιν ἡμῖν μᾶλλον ἐγγίνεται. μανθάνομεν δὲ θᾶττον νεώτε-
ροι ὄντες διὰ τὸ μηδέν πω ἐπίστασθαι. ὅταν δὲ ἐπιστώμεθα,
οὐκέτι ὁμοίως δυνάμεθα. δυνάμεθα δὲ ἔχεσθαι, καθάπερ
καὶ μνημονεύομεν μᾶλλον οἷς ἂν ἕωθεν πρῶτον ἐντυγχά-
νωμεν, ἔπειτα προϊούσης τῆς ἡμέρας οὐκέτι ὁμοίως διὰ τὸ
πολλοῖς ἐντετυχηκέναι.

Διὰ τί ἀνθρώπῳ πειστέον μᾶλλον ἢ ἄλλῳ ζῴῳ; πό-
τερον ὥσπερ Πλάτων Νεοκλεῖ ἀπεκρίνατο, ὅτι ἀριθμεῖν μό-
νον ἐπίσταται τῶν ἄλλων ζῴων; ἢ ὅτι θεοὺς νομίζει μόνον;
ἢ ὅτι μιμητικώτατον; μανθάνειν γὰρ δύναται διὰ τοῦτο.

Διὰ τί οὐ χαίρομεν θεώμενοι οὐδὲ ἐλπίζοντες ὅτι τὸ
τρίγωνον δύο ὀρθαῖς ἴσας ἔχει τὰς ἐντὸς γωνίας, οὐδὲ τῶν
ἄλλων τῶν τοιούτων οὐθέν, εἰ μὴ τῇ θεωρίᾳ, αὕτη δὲ ὁμοίως
ἐστὶν ἡδεῖα κἂν εἰ τρισὶν ὀρθαῖς ἢ πλείοσιν ἴσας ἔσχεν. ἀλλ'
ὅτι Ὀλυμπίᾳ ἐνικῶμεν, καὶ περὶ τῆς ναυμαχίας τῆς ἐν
Σαλαμῖνι, χαίρομεν καὶ μεμνημένοι καὶ ἐλπίζοντες τοι-
αῦτα, ἀλλ' οὐ τἀναντία τοῖς τοιούτοις. ἢ ὅτι ἐπὶ μὲν τοῖς
τοιούτοις χαίρομεν ὡς γενομένοις ἢ οὖσιν, ἐπὶ δὲ τοῖς κατὰ
φύσιν ὡς κατὰ ἀλήθειαν θεωρίας ἡδονήν, ὡς ἔχει, μόνην
ἡμῖν ποιεῖν, τὰς δὲ πράξεις τὴν ἀπὸ τῶν συμβαινόντων ἀπ'
αὐτῶν. ἀνομοίων οὖν οὐσῶν τῶν πράξεων, καὶ τὰ ἀποβαί-
νοντα ἀπ' αὐτῶν γίνεται τὰ μὲν λυπηρὰ τὰ δὲ ἡδέα· φεύ-
γομεν δὲ καὶ διώκομεν καθ' ἡδονὴν καὶ λύπην ἅπαντα.

Διὰ τί μέχρι ὑγείας πραγματεύονται οἱ ἰατροί;
ἰσχναίνει γάρ, εἶτα ἐκ τούτου ξηραίνει, εἶτα ὑγείαν ἐποίησεν,
εἶτα ἐνταῦθα ἔστη. πότερον οὐκ ἔστι δυνατὸν ἐκ τούτου γενέ-
σθαι ἄλλο; ἢ εἰ δυνατόν, ἄλλης ἐπιστήμης, καὶ ἔσται ὅ τις
ἐξ ὑγείας ποιήσει ἄλλο τι; εἰ δὴ γίνεται ἐκ τῶν ἐναντίων
καὶ τῶν μεταξύ, δῆλον ὅτι ἀρρωστεῖ, ἢ ξηρότερος ἢ ὑγρό-
τερος ἤ τι τοιοῦτον. ποιεῖ δὴ ἐκ ψύχους ἧττον σφόδρα, καὶ
τέλεον ὡδὶ θερμὸν καὶ ὡδὶ ξηρὸν ἢ ὑγρὸν μεταβαῖνον ἐκ
τῶν ἐναντίων, ἢ μεταξύ, ἕως ἂν ἔλθῃ εἰς τὸ οὕτως ἔχειν, ὃ
ἦν τοῦ ὑγιαίνειν· ἔκ τε τούτου οὐ πέφυκεν ἄλλο τι ὂν ἢ τὸ
μεταξύ. δύναται μὲν οὖν ποιῆσαι ὁ ἔχων. ὡς γὰρ ἦλθεν,
ἀναλῦσαι δύναται καὶ ἀπελθεῖν, οὐ μὴν ἥ γε τέχνη τούτου
ἐστίν. ἀεὶ γὰρ βέλτιον. ὥστε οὐδὲ ἄλλη, οὔτε αὐτὴ ποιήσει
ἐξ ὑγείας ἄλλο τι· οὐθὲν γὰρ ἐγίνετο ἢ τὸ ἐναντίον τούτου, εἴ-
περ ἡ αὐτὴ ἐπιστήμη. οὕτω καὶ ἐπὶ οἰκίας οὐδὲν ποιήσειεν ἂν
τοὐναντίον· οὐκ ἔστιν ἐν ἄλλῃ τέχνη ἐκ τούτου ποιήσουσα, πλὴν ὡς
μέρους, οἷον ἡ σκυτικὴ ὑπόδημα ἐκ προσχίσματος. ἐξ ἑκα-
τέρου γὰρ γίνεται διττῶς, ἢ συντιθεμένου ἢ φθειρομένου.

Διὰ τί τὸν φιλόσοφον τοῦ ῥήτορος οἴονται διαφέρειν;
ἢ ὅτι ὁ μὲν φιλόσοφος περὶ αὐτὰ τὰ εἴδη τῶν πραγμάτων
διατρίβει, ὁ δὲ περὶ τὰ μετέχοντα, οἷον ὁ μὲν τί ἐστιν ἀδι-
κία, ὁ δὲ ὡς ἄδικος ὁ δεῖνα, καὶ ὁ μὲν τί ἡ τυραννίς, ὁ δὲ
οἷόν τι ὁ τύραννος.

Διὰ τί οἱ Διονυσιακοὶ τεχνῖται ὡς ἐπὶ τὸ πολὺ πονη-
ροί εἰσιν; ἢ ὅτι ἥκιστα λόγου σοφίας κοινωνοῦσι διὰ τὸ περὶ
τὰς ἀναγκαίας τέχνας τὸ πολὺ μέρος τοῦ βίου εἶναι, καὶ ὅτι
ἐν ἀκρασίαις τὸ πολὺ τοῦ βίου εἰσίν, τὰ δὲ καὶ ἐν ἀπορίαις;
ἀμφότερα δὲ φαυλότητος παρασκευαστικά.

Διὰ τί οἱ ἐξ ἀρχῆς τῆς μὲν κατὰ τὸ σῶμα ἀγωνίας
ἆθλόν τι προὔταξαν, σοφίας δὲ οὐθὲν ἔθηκαν; ἢ ὅτι ἐπιεικῶς
δεῖ τοὺς κριτάς, ἃ παρὰ διάνοιάν ἐστιν, ἢ μηθὲν χείρους τῶν
ἀγωνιστῶν εἶναι ἢ κρείττους; εἰ δὲ ἔδει σοφίᾳ τοὺς πρωτεύον-
τας ἀγωνίζεσθαι καὶ ἆθλον προὐτέτακτο, κριτῶν ἂν ἠπόρουν
αὐτοῖς. ἐπὶ δὲ τῶν γυμνικῶν ἀγώνων ἅπαντός ἐστι κρῖναι,
τῇ ὄψει μόνῃ θεασάμενον. ἔτι δὲ ὁ ἐξ ἀρχῆς κατασκευά-
ζων οὐκ ἐβούλετο τοιαύτην ἀγωνίαν προθεῖναι τοῖς Ἕλλησιν,
ἐξ ὧν ἔμελλον στάσεις καὶ ἔχθραι μεγάλαι ἔσεσθαι· οἷον
οἱ ἄνθρωποι, ὅταν τις ἢ ἐκκριθῇ ἢ προσδεχθῇ εἴς τι τῶν
κατὰ τὸ σῶμα ἀθλημάτων, οὐ πάντῃ χαλεπῶς φέρουσιν οὐδὲ
εἰς ἔχθραν καθίστανται τοῖς κρίνουσιν, ὑπὲρ δὲ τοῦ φρονιμωτέ-
ρους ἢ μοχθηροτέρους εἶναι τοῖς κρίνουσι μάλιστα ὀργίζονται
καὶ ἀγανακτοῦσιν. στασιῶδες δὲ καὶ μοχθηρὸν τὸ τοιοῦτόν
ἐστιν. ἔτι δὲ δεῖ τῆς ἀγωνίας τὸ ἆθλον κρεῖττον εἶναι. ἐπὶ μὲν
γὰρ τῶν γυμνικῶν ἀθλημάτων τὸ ἆθλον αἱρετώτερον καὶ βέλ-
τιον τῆς ἀγωνίας· σοφίας δὲ τί ἂν ἆθλον βέλτιον γένοιτο;

Διὰ τί ἄλλο νοεῖ καὶ ποιεῖ ἄνθρωπος μάλιστα; ἢ ὅτι
τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη; ἢ ὅτι ὁ μὲν νοῦς πολλῶν
ἐστίν, ἡ δὲ ὄρεξις ἑνός; ὁ μὲν οὖν ἄνθρωπος τῷ νῷ τὰ πλεῖστα
ζῇ, τὰ δὲ θηρία ὀρέξει καὶ θυμῷ καὶ ἐπιθυμίᾳ.

Διὰ τί φρόνιμοί τινες κτώμενοι οὐ χρώμενοι διατελοῦσιν;
πότερον ὅτι τῷ ἔθει χρῶνται; ἢ διὰ τὸ ἐν ἐλπίδι ἡδύ;
ὅτι ἡ αἴσθησις καὶ ἡ διάνοια τῷ ἠρεμεῖν τὴν ψυχὴν
ἐνεργεῖ· ὃ καὶ ἡ ἐπιστήμη δοκεῖ εἶναι, ὅτι τὴν ψυχὴν ἵστησιν·
κινουμένης γὰρ καὶ φερομένης οὔτε αἰσθέσθαι οὔτε διανοηθῆναι
δυνατόν. διὸ καὶ τὰ παιδία καὶ οἱ μεθύοντες καὶ οἱ μαι-
νόμενοι ἀνόητοι· διὰ γὰρ τὸ πλῆθος τοῦ θερμοῦ τοῦ ἐνυπάρ-
χοντος πλείστη κίνησις αὐτοῖς καὶ σφοδροτάτη συμβαίνει,
ληγούσης δὲ ταύτης ἐμφρονέστεροι γίνονται· ἀταράχου γὰρ
οὔσης τῆς διανοίας μᾶλλον ἐφιστάναι δύνανται αὐτήν. οἵ τ'
ἐν τῷ καθεύδειν ἐνυπνιαζόμενοι ἱσταμένης τῆς διανοίας, καὶ
καθ' ὅσον ἠρεμεῖ, ὀνειρώττουσιν. μάλιστα γὰρ ἐν τοῖς ὕπνοις
ἡ ψυχὴ κινεῖται. περιισταμένου γὰρ τοῦ θερμοῦ ἐκ τοῦ ἄλλου
σώματος εἰς τὸν ἐντὸς τόπον, τότε πλείστη καὶ σφοδροτάτη
κίνησις ὑπάρχει, οὐχ ὥσπερ οἱ πολλοὶ ὑπολαμβάνουσι τότε
ἠρεμεῖν καὶ καθ' αὑτὴν εἶναι, καὶ μάλιστα ὅταν μηδὲν ἴδωσιν
ἐνύπνιον. συμβαίνει δὲ τοὐναντίον· διὰ γὰρ τὸ ἐν πλείστῃ κινή-
σει εἶναι καὶ μηδὲ κατὰ μικρὸν ἠρεμεῖν, οὐδὲ διανοεῖσθαι
δύναται. ἐν πλείστῃ δὲ κινήσει, ὅταν ἥδιστα καθεύδῃ, εἰκό-
τως ἐστίν, ὅτι τότε μάλιστα καὶ πλεῖστον θερμὸν ἀθροίζεται
εἰς τὸν εἴσω τόπον. ὅτι δὲ ἐν τῇ κινήσει οὖσα ἡ ψυχὴ οὐ
μόνον ὕπαρ ἀλλ' οὐδ' ἐν τοῖς ὕπνοις δύναται διανοεῖσθαι,
κἀκεῖνο σημεῖον· ἐν γὰρ τοῖς μετὰ τὴν πρόσεσιν τῶν σιτίων
ὕπνοις ἥκιστα ἔστιν ἐνύπνια ὁρᾶν. τότε δὲ μάλιστα συμβαί-
νει κινεῖσθαι αὐτὴν διὰ τὴν ἐπεισενεχθεῖσαν τροφήν. τό τε
ἐνύπνιόν ἐστιν, ὅταν διανοουμένοις καὶ πρὸ ὀμμάτων τιθεμέ-
νοις ὕπνος ἐπέλθῃ. διὸ καὶ ταῦτα μάλιστα ὁρῶμεν ἃ πράτ-
τομεν ἢ μέλλομεν ἢ βουλόμεθα· περὶ γὰρ τούτων μάλιστα
πλειστάκις λογισμοὶ καὶ φαντασίαι ἐπιγίνονται. καὶ οἱ βελ-
τίους βελτίω τὰ ἐνύπνια ὁρῶσι διὰ ταῦτα, ὅτι καὶ ἐγρηγο-
ρότες περὶ βελτιόνων διανοοῦνται, οἱ δὲ χεῖρον ἢ τὴν διάνοιαν
ἢ τὸ σῶμα διακείμενοι χείρω. καὶ γὰρ ἡ τοῦ σώματος διά-
θεσις πρὸς τὴν τῶν ἐνυπνίων φαντασίαν συμβλητικόν· τοῦ
γὰρ νοσοῦντος καὶ αἱ τῆς διανοίας προθέσεις φαῦλαι, καὶ
ἔτι διὰ τὴν ἐν τῷ σώματι ταραχὴν ἐνοῦσαν ἡ ψυχὴ οὐ δύ-
ναται ἠρεμεῖν. οἱ δὲ μελαγχολικοὶ διὰ τοῦτο ἐξάττουσιν ἐν
τοῖς ὕπνοις, ὅτι πλείονος τῆς θερμασίας οὔσης μᾶλλον τοῦ
μετρίου ἡ ψυχὴ ἐν κινήσει, σφοδροτέρας δὲ τῆς κινήσεως
οὔσης οὐ δύνανται καθεύδειν.