Ὅσα περὶ δικαιοσύνην καὶ ἀδικίαν
Συγγραφέας:
Προβλήματα
Bekker, Aristoteles Opera Omnia, 949b-953a


ΚΘ. ΟΣΑ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΝ ΚΑΙ ΑΔΙΚΙΑΝ.



Διὰ τί μείζονος ὄντος ἀδικήματος, ἐάν τις βλάπτῃ εἰς
τὸ μεῖζον ἀγαθόν, τῆς δὲ τιμῆς οὔσης μείζονος ἀγαθοῦ, ἡ
τῶν χρημάτων ἀδικία μᾶλλον δοκεῖ, καὶ οἱ ἄδικοι μᾶλλον
εἶναι δοκοῦσι περὶ τὰ χρήματα; ἢ διότι αἱροῦνται τὰ χρή-
ματα μᾶλλον τῆς τιμῆς, καὶ πᾶσίν ἐστι κοινότατον, ἡ δὲ
τιμὴ ὀλίγοις, καὶ ὀλιγάκις συμβαίνει ἡ χρῆσις αὐτῆς.

Διὰ τί παρακαταθήκην δεινότερον ἀποστερεῖν ἢ δάνειον;
ἢ ὅτι αἰσχρὸν ἀδικεῖν φίλον. ὁ μὲν οὖν τὴν παρακαταθήκην
ἀποστερῶν φίλον ἀδικεῖ· οὐδεὶς γὰρ παρακατατίθεται μὴ
πιστεύων. οὗ δὲ τὸ χρέος, οὐ φίλος· οὐ γὰρ δανείζει, ἐὰν ᾖ φί-
λος, ἀλλὰ δίδωσιν. ἢ ὅτι μεῖζον τὸ ἀδίκημα· πρὸς γὰρ τῇ
ζημίᾳ καὶ τὴν πίστιν παραβαίνει, δι' ἥν, εἰ καὶ μηδὲν ἕτερον,
δεῖ ἀπέχεσθαι τοῦ ἀδικεῖν. ἔτι τὸ μὴ τοῖς ἴσοις ἀμύνεσθαι
φαῦλον· ὁ μὲν οὖν ἔδωκεν ὡς φίλῳ, ὁ δὲ ἀπεστέρησεν ὡς
ἐχθρόν· ὁ δὲ δανείζων οὐχ ὡς φίλος ἔδωκεν. ἔτι τῶν μὲν
ἡ δόσις φυλακῆς καὶ ἀποδόσεως χάριν, τῶν δὲ καὶ ὠφε-
λείας· ἧττον δὲ ἀγανακτοῦμεν ἀποβάλλοντες, εἰ κέρδος θη-
ρεύομεν, οἷον οἱ ἁλιεῖς τὰ δελέατα· προφανὴς γὰρ ὁ κίν-
δυνος. ἔτι παρακατατίθενται μὲν ὡς ἐπὶ τὸ πολὺ οἱ ἐπιβου-
λευόμενοι καὶ ἀτυχοῦντες, δανείζουσι δὲ οἱ εὐποροῦντες· δεινό-
τερον δέ ἐστι τὸν ἀτυχοῦντα ἢ τὸν εὐτυχοῦντα ἀδικεῖν.

Διὰ τί ἐνίοις δικαστηρίοις τοῖς γένεσι μᾶλλον ἢ ταῖς
διαθήκαις ψηφιοῦνται; ἢ ὅτι γένους μὲν οὐκ ἔστι καταψεύσα-
σθαι, ἀλλὰ τὸ ὂν ἀποφαίνειν· διαθῆκαι δὲ πολλαὶ ψευδεῖς
ἤδη ἐξηλέγχθησαν οὖσαι.

Διὰ τί ἡ πενία παρὰ τοῖς χρηστοῖς τῶν ἀνθρώπων
μᾶλλον ἢ παρὰ τοῖς φαύλοις ἐστίν; ἢ διὰ τὸ ὑπὸ πάντων
μισεῖσθαι καὶ ἐξελαύνεσθαι πρὸς τοὺς ἐπιεικεῖς καταφεύγει,
οἰομένη μάλιστα παρὰ τούτοις σωτηρίας τυχεῖν καὶ διαμεῖ-
ναι· εἰ δὲ πρὸς πονηροὺς ἔλθοι, οὐκ ἂν διαμεῖναι ἐν τῇ αὐτῇ
δυνάμει αὐτούς, ἀλλ' ἢ κλέπτειν ἢ ληΐζεσθαι, ὧν γινομένων
οὐκ ἂν ἔτι εἶναι αὐτὴν παρ' αὐτοῖς. ἢ ὅτι τοὺς ἐπιεικεῖς οἴε-
ται τῶν ἀνθρώπων ἄριστα ἂν αὐτῇ χρῆσθαι, καὶ ἥκιστα ἂν
ὑβρισθῆναι ὑπ' αὐτῶν. καθάπερ οὖν τὰς τῶν χρημάτων πα-
ρακαταθήκας πρὸς τοὺς ἐπιεικεῖς τιθέμεθα, οὕτω καὶ αὐτὴ
ὑπὲρ αὑτῆς διατάττεται. ἢ ὅτι θήλεια οὖσα ἀπορωτέρα ἐστίν,
ὥστε τῶν ἐπιεικῶν δεῖται. ἢ ὅτι αὐτὴ κακὸν οὖσα πρὸς τὸ
κακὸν οὐκ ἂν ἔλθοι· εἰ γὰρ τὸ κακὸν ἕλοιτο, παντάπασιν
ἂν δυσίατον εἴη.

Διὰ τί οὐχ ὁμοίως αἱ ἀδικίαι μείζους περὶ τὰ ῥήματα
καὶ τὰ ἄλλα, οἷον ὁ μικρὸν εἰπὼν οὐκ ἂν καὶ τὸ ἀπόρρητον
εἴποι, ἀλλ' ὁ ἕνα προδοὺς καὶ πόλιν, ὥσπερ ὁ ὀβολὸν ἀπο-
στερήσας καὶ τάλαντον; ἢ ὅτι ἀπὸ μείζονος ἀδικίας ἔνια
ἐλάττω ἐστὶ δι' ἀδυναμίαν.

Διὰ τί παρακαταθήκην αἰσχρὸν ἀποστερῆσαι μικρὰν ἢ
πολὺ δανεισάμενον; ἢ ὅτι ὁ τὴν παρακαταθήκην ἀποστερῶν
τὸν ὑπολαβόντα εἶναι αὐτὸν ἐπιεικῆ ἐξαπατᾷ; ἢ ὅτι ὁ τοῦτο
κἂν ἐκεῖνο ποιήσειεν;

Διὰ τί ἄνθρωπος μάλιστα παιδείας μετέχων ζῴων
ἁπάντων ἀδικώτατόν ἐστιν; ἢ ὅτι πλείστου λογισμοῦ κεκοινώ-
νηκεν; μάλιστα οὖν τὰς ἡδονὰς καὶ τὴν εὐδαιμονίαν ἐξήτακεν·
ταῦτα δ' ἄνευ ἀδικίας οὐκ ἔστιν.

Διὰ τί ὁ πλοῦτος ὡς ἐπὶ τὸ πολὺ παρὰ τοῖς φαύλοις
μᾶλλον ἢ τοῖς ἐπιεικέσιν ἐστίν; ἢ διότι τυφλὸς ὢν τὴν διά-
νοιαν οὐ δύναται κρίνειν οὐδὲ αἱρεῖσθαι τὸ βέλτιστον;

Διὰ τί δικαιότερον εἶναι νενόμισται τοῖς τετελευτηκόσιν
ἢ τοῖς ζῶσιν ἐπαμύνειν; ἢ ὅτι οἱ μὲν ζῶντες δύναιντ' ἂν
αὑτοῖς ἐπαρκέσαι, ὁ δὲ τετελευτηκὼς οὐκέτι;

Διὰ τί ὑγιαίνοντι μὲν ὁ συνὼν οὐδὲν ὑγιέστερος γίνεται,
οὐδὲ ἰσχυρῷ ἢ καλῷ εἰς τὰς ἕξεις ἐπιδίδωσιν οὐθέν, δικαίῳ
δὲ καὶ σώφρονι καὶ ἀγαθῷ; ἢ διότι τὰ μὲν ἀμίμητα τὰ
δὲ μιμητὰ τῇ ψυχῇ; ἀγαθὸς δὲ τῇ ψυχῇ, ὑγιὴς δὲ τῷ
σώματι· ἐθίζεται οὖν χαίρειν ὀρθῶς καὶ λυπεῖσθαι. ὁ δὲ
ὑγιεῖ συνὼν οὐκέτι· οὐ γὰρ ἐν τῷ τισὶ χαίρειν ἢ μὴ ὁ ὑγιής·
οὐθὲν γὰρ τούτων ποιεῖ ὑγίειαν.

Διὰ τί δεινότερον γυναῖκα ἀποκτεῖναι ἢ ἄνδρα; καίτοι
βέλτιον τὸ ἄρρεν τοῦ θήλεος φύσει. ἢ διότι ἀσθενέστερον, ὥστε
ἐλάττω ἀδικεῖ. ἢ ὅτι οὐ νεανικὸν τὸ ἰσχυρίζεσθαι πρὸς τὸ
πολὺ ἧττον;

Διὰ τί ποτε τῷ φεύγοντι ἐν τῷ δικαστηρίῳ τὴν δεξιὰν
στάσιν διδόασιν; ἢ διότι ἐπανισοῦν βούλονται; πλεονεκτοῦντος
οὖν τοῦ διώκοντος τὴν στάσιν τῷ φεύγοντι διδόασιν. εἶθ' ὡς
ἐπὶ τὸ πολὺ οἱ φεύγοντες παραφυλάττονται· ἐπὶ δεξιὰ δὲ
ἡ φυλακὴ γίνεται, ἐὰν ὁ φεύγων ἔχῃ τὴν ἐν δεξιᾷ στάσιν.

Διὰ τί ποτε, ὅταν τῷ φεύγοντι καὶ τῷ διώκοντι φαί-
νωνται αἱ ψῆφοι ἴσαι, ὁ φεύγων νικᾷ; ἢ ὅτι ὁ μὲν φεύ-
γων ἐν τῷ ἀγῶνι μόνον ἀκήκοεν αὐτοῦ πρὸς ἃ δεῖ αὐτὸν
ἀπηγορεῖσθαι, καὶ τοὺς μάρτυρας παρασχέσθαι πρὸς τὰ
κατηγορημένα ἔχεσθαι, εἴ τι μέλλουσιν ὠφεληθῆναι; οὐ ῥᾴ-
διον δὲ τὸ μαντεύσασθαί τινα ὧν δεῖ αὐτὸν παρασκευάσα-
σθαι ἢ μάρτυρας ἢ ἄλλο τεκμήριον ὅτι οὐθὲν ἀδικεῖ. τῷ δὲ
διώκοντι ἔστιν ὅπως βούλεται, καὶ πρὸ τοῦ τὴν δίκην κλητεύ-
σασθαι, ἐνστήσασθαι τὸ πρᾶγμα, καὶ ἤδη κεκληκότα, πλα-
σάμενον ὅ τι βούλεται πιθανόν, κατηγορεῖν αὐτοῦ. ὁρῶν δὴ
κατὰ πάντα ταῦτα ἐλαττούμενον ὁ νομοθέτης τὸν φεύγοντα,
προσέθετο τῷ φεύγοντι ὅ τι ἂν οἱ δικασταὶ ἀμφιδοξήσωσιν.
ἀλλὰ μὴν καὶ τοῦτ' ἄν τις ἴδοι. ἐν γὰρ τοῖς φόβοις ὄντες
πολλὰ παραλιμπάνουσιν ὧν αὐτοὺς ἔδει εἰπεῖν ἢ πρᾶξαι, οἱ
δὲ φεύγοντες ἀεὶ ἐν μείζοσι κινδύνοις ὡς ἐπὶ τὸ πολὺ τυγ-
χάνουσιν ὄντες, ὥστ' εἰ παραλιμπάνουσιν ὧν δεῖ αὐτούς, εἴπερ
ἐξισοῦνται τοῖς δικαίοις, δῆλον ὅτι εἰ μὴ παρελίμπανον,
ἐκράτουν ἄν. ἔτι δὲ ἕκαστος ἡμῶν μᾶλλον ἂν προέλοιτο τοῦ
ἀδικοῦντος ἀποψηφίσασθαι ὡς οὐκ ἀδικεῖ ἢ τοῦ μὴ ἀδικοῦντος
καταψηφίσασθαι ὡς ἀδικεῖ, οἷον εἴ τις φεύγει δουλείας ἢ
ἀνδροφονίας. τούτων γὰρ ἑκάστου ὄντων, ἃ κατηγορεῖ αὐτῶν,
μᾶλλον ἂν ἀποψηφίσασθαι ἑλοίμεθα ἢ μὴ ὄντων κατα-
ψηφίσασθαι. ἔστι γάρ, ὅταν τις ἀμφιδοξῇ, τὰ ἐλάττω
τῶν ἁμαρτημάτων αἱρετέον. δεινὸν γὰρ καὶ τὸ τοῦ δούλου
ὡς ἐλεύθερός ἐστι καταγνῶναι· πολὺ δὲ δινότερον, ὅταν
τις τοῦ ἐλευθέρου ὡς δούλου καταψηφίσηται. ἔτι δὲ ἐὰν ὁ
μὲν τύχῃ ἐγκαλῶν ὁ δὲ ἀμφισβητῶν ὑπὲρ ὁτουοῦν, οὐκ εὐθὺς
οἰόμεθα δεῖν ἀποδοῦναι τῷ ἐγκαλοῦντι, ἀλλὰ νέμεσθαι τὸν
κεκτημένον, ἕως ἂν κριθῇ. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν
πλειόνων, ὅταν ἰσάζῃ τὸ πλῆθος τῶν τε φασκόντων ἀδικεῖν
καὶ τῶν μὴ ὁμολογούντων, ὥσπερ ὅτε ἐξ ἀρχῆς ὁ μὲν ἐνε-
κάλει ὁ δὲ ἀπηρνεῖτο, οὐκ οἰόμεθα δεῖν τὸν νομοθέτην προς-
τιθέναι τῷ ἐγκαλοῦντι, ἀλλὰ τὸν φεύγοντα κύριον εἶναι, ἕως
ἂν ὑπεροχήν τινα ἔχῃ ὁ ἀδικῶν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν
κριτῶν, ἐπειδὴ οὐδεμίαν ὑπεροχὴν ἰσασθεισῶν τῶν ψήφων,
κατὰ χώραν εἴασεν ὁ νομοθέτης ἔχειν. ἔτι δὲ τῶν μὲν ἀξιο-
λόγων ἁμαρτημάτων μεγάλαι καὶ αἱ κολάσεις εἰσίν, ὥστε
ἀδίκως μὲν καταψηφισαμένοις καὶ μὴ γνοῦσιν οὐκ ἔστιν
ἐπανορθοῦσθαι καιρὸν λαβόντας· ἀπολύσασι δὲ παρὰ τὸ
προσῆκον, εἰ μὲν οὕτως εὐλαβῶς ὥστε μηθὲν ἔτι ποτὲ ἁμαρ-
τεῖν, τί ἂν καὶ μέγα ἡμαρτηκότες οἱ κριταὶ εἴησαν, τοιοῦτον
ἄνθρωπον ἀπολύσαντες θανάτου; εἰ δέ τι ἐξ ὑστέρου ἁμαρ-
τάνοι, δι' ἀμφότερα ἂν αὐτὸν κολάζεσθαι ἀξιοῖ. ἢ ὅτι ἀδι-
κωτέρου μέν ἐστιν ἀνδρὸς ταῦτα ἀδικεῖν ἃ ἧττον εἰκός ἐστιν
ἀδίκως ἐγκαλεῖσθαι; τὸ μὲν γὰρ ἀδικεῖν καὶ δι' ὀργὴν
καὶ διὰ φόβον καὶ δι' ἐπιθυμίαν καὶ δι' ἄλλα πολλὰ γί-
νεται, καὶ οὐ μόνον ἐκ προνοίας· τὸ δὲ ἀδίκως ἐγκαλεῖν ὡς
τὸ πολὺ ἐκ προνοίας ἐστίν. ὥστε ἐπεὶ ἴσαι αἱ ψῆφοι γεγό-
νασι, τὸ δὲ ἀδίκως τὸν ἐγκαλοῦντα ἐγκαλεῖν καὶ τὸν φεύ-
γοντα ἀδικεῖν, φαύλου κριθέντος τοῦ ἀδίκως ἐγκαλοῦντος
τὸ νικᾶν τῷ φεύγοντι ὁ νομοθέτης ἀπένειμεν. ἔτι δὲ καὶ
αὐτοὶ οὕτως ἔχομεν πρὸς τοὺς θεράποντας, ὥστε ὅταν ὑπο-
πτεύσωμέν τι αὐτοὺς ἡμαρτηκέναι καὶ μηθὲν ἀκριβὲς ἔχω-
μεν, ἀλλ' ὅμως αὐτοὺς ὑπολαμβάνωμεν πεπραχέναι, οὐκ
εὐθὺς ἐπὶ τὸ κολάζειν ἐρχόμεθα· καὶ ἐὰν μηθὲν μᾶλλον
δυνώμεθα ἐξετάσαι, ἀφίεμεν ταύτης τῆς αἰτίας. ἔτι μείζω
μὲν ἀδικεῖ ὁ ἐκ προνοίας ἀδικῶν ἢ ὁ μὴ ἐκ προνοίας. ὁ
μὲν δὴ συκοφαντῶν ἀεὶ ἐκ προνοίας ἀδικεῖ, ὁ δὲ ἕτερόν τι
ἀδικῶν τὰ μὲν δι' ἀνάγκην τὰ δὲ δι' ἄγνοιαν, τὰ δὲ ὅπως
ἔτυχεν ἀδικεῖν αὐτῷ συμπίπτει. ὅταν δὲ ἴσαι γένωνται αἱ
ψῆφοι, ὁ μὲν διώκων κέκριται ὑπὸ τῶν ἡμίσεων ἐκ προ-
νοίας ἀδικεῖν, ὁ δὲ φεύγων ὑπὸ τῶν λοιπῶν αὖ ἀδικεῖν μὲν
οὐ μέντοι γε ἐκ προνοίας, ὥστε ἐπεὶ ἀδικεῖν μείζω κέκριται
ὁ διώκων τοῦ φεύγοντος, εἰκότως ὁ νομοθέτης νικᾶν ἔκρινε
τὸν τὰ ἐλάττω ἀδικοῦντα. ἔτι δὲ ἀεὶ μὲν ἀδικώτερός ἐστιν
ὁ μὴ οἰόμενος λανθάνειν ὃν ἀδικεῖ καὶ ὅμως ἀδικῶν, ἢ ὁ
οἰόμενος λανθάνειν. ὁ μὲν γὰρ ἀδίκως τινὶ ἐγκαλῶν οὐκ
οἴεται λανθάνειν τοῦτον ὃν συκοφαντεῖ, οἱ δ' ἄλλο τι ἀδι-
κοῦντες ὡς ἐπὶ τὸ πολὺ οἰόμενοι λανθάνειν ὂν ἀδικοῦσιν
ἐπιχειροῦσιν ἀδικεῖν, ὥστε ἀδικώτεροι ἂν κρίνοιντο οἱ διώ-
κοντες ἢ οἱ φεύγοντες.

Διὰ τί ποτε, ἐὰν μέν τις ἐκ βαλανείου κλέψῃ ἢ ἐκ
παλαίστρας ἢ ἐξ ἀγορᾶς ἢ τῶν τοιούτων τινός, θανάτῳ ζη-
μιοῦται, ἐὰν δέ τις ἐξ οἰκίας, διπλοῦν τῆς ἀξίας τοῦ κλέμμα-
τος ἀποτίνει; ἢ ὅτι ἐν μὲν ταῖς οἰκίαις φυλάξαι ὁπωσοῦν
ἔστιν· καὶ γὰρ ὁ τοῖχος ἰσχυρὸς καὶ κλεῖς ἐστί, καὶ οἰκέταις
τοῖς ἐν τῇ οἰκίᾳ πᾶσιν ἐπιμελές ἐστιν ὅπως σώζηται τὰ
ἐνόντα. ἐν δὲ τῷ βαλανείῳ, καὶ ἐν τοῖς οὕτω κοινοῖς οὖσιν
ὥσπερ τὸ βαλανεῖον, ῥᾴδιον τῷ βουλομένῳ κακουργεῖν· οὐδὲν
γὰρ ἰσχυρὸν ἔχουσι πρὸς τὴν φυλακὴν οἱ τιθέντες ἀλλ' ἢ
τὸ αὑτῶν ὄμμα, ὥστε ἂν μόνον τις παραβλέψῃ, ἐπὶ τῷ
κλέπτοντι ἤδη γίνεται. διὸ ὁ νομοθέτης οὐχ ἱκανοὺς ὄντας
ἡγησάμενος εἶναι φύλακας, τὸν νόμον αὐτοῖς ἐπέστησεν
ἀπειλοῦντα σφοδρῶς ὡς οὐ βιωσομένοις ἐάν τι σφετερίζων-
ται τῶν ἀλλοτρίων. ἔτι δὲ εἰς μὲν τὴν οἰκίαν ἐπὶ τῷ κεκτη-
μένῳ ἐστὶν ὅν τινα ἂν βούληται εἰσδέχεσθαι, καὶ ᾧ μὴ πι-
στεύει εἰσφέρεσθαι· τῷ δὲ ἐν τῷ βαλανείῳ θεμένῳ τι οὐκ
ἔξεστιν οὐθένα κωλῦσαι οὔτε εἰσιέναι, οὔτε εἰσελθόντα μὴ παρὰ
κλέπτην τὸ αὑτοῦ ἱμάτιον θέσθαι ἀποδύντα ἄν· ἀλλ' ὡς οὐ
βούλεται, ἐν τῷ αὐτῷ ἥ τε τοῦ κλέπτου ἐσθὴς καὶ ἡ τοῦ μέλ-
λοντος ἀπολλύναι ἀναμεμιγμέναι κεῖνται. διὸ ὁ νομοθέτης
τῷ μὲν ἑκόντι εἰσδεξαμένῳ τὸν κλέπτην καὶ αὐτῷ ἡματρη-
κότι οὐ λίαν μεγάλαις τιμωρίαις βεβοήθηκεν, τοῖς δὲ ἐξ
ἀνάγκης κοινωνοῦσι τῆς εἰς τὸ βαλανεῖον εἰσόδου καὶ τῆς
ἀναμίξεως μεγάλας τιμωρίας φανερός ἐστι καθιστὰς τοῖς
κλέπτουσιν. ἔτι δὲ οἱ μὲν ἐν τοῖς οὕτω κοινοῖς οὖσι τῷ βουλο-
μένῳ εἰσιέναι κλέπτοντες καταφανεῖς ἅπασι γίνονται ὅτι
φανεροί εἰσιν, ὥστε περιγενόμενοι οὐδὲ καρπισμοῦ ἔτι χάριν
ἐπιεικεῖς εἶναι δοκεῖν βούλονται, ὡς μάτην αὐτοῖς ὂν πρὸς τοὺς
γνόντας πλάττεσθαι ὅτι ἐπιεικεῖς εἰσίν· καταφανῶς οὖν ἤδη
πονηροὶ διατελοῦσιν ὄντες. οἱ δὲ ἑνὶ μόνῳ φανεροὶ γενόμενοι
πρὸς τοὺς ἄλλους ἐπιχειροῦσι πείθειν, ἀποτίσαντές τι, ὅπως μὴ
καταφανεῖς αὐτοὺς ποιήσῃ· διὸ οὐ παντελῶς ἂν εἶεν πονηροὶ
διὰ τέλους, ἀνθ' ὧν ὁ νομοθέτης ἐλάττω αὐτοῖς τὰ ἐπιζήμια
ἐποίησεν. ἔτι δὲ τῶν ἁμαρτιῶν μάλιστα αἰσχύνουσι τὴν πό-
λιν αἱ ἐν τοῖς κοινοτάτοις συλλόγοις τε καὶ συνόδοις γινό-
μεναι, ὥσπερ καὶ τιμὴν φέρουσι πολὺ μάλιστα αἱ ἐν τῷ
κοινῷ εὐταξίαι· καταφανεῖς γὰρ μάλιστα διὰ τῶν τοιούτων
καὶ αὐτοῖς καὶ τοῖς ἄλλοις. συμβαίνει οὖν οὐ μόνον ἰδίᾳ τὸν
ἀπολέσαντα βλάπτεσθαι ἐκ τῶν τοιούτων τινός, ἀλλὰ καὶ
πρὸς τὴν πόλιν λοιδορίας γίνεσθαι. διὸ καὶ τὸν κλέψαντα
ταῖς μείζοσι ζημίαις ἐκόλασε τῶν ἐξ οἰκίας τινὸς ἀφελο-
μένων. ἔτι δὲ καὶ ὁ ἐξ οἰκίας τινὸς ἀπολέσας ἐν τοιούτῳ
τόπῳ τυγχάνει ὤν, ὅθεν ῥᾴδιον μήτε παθόντα μήτε χλευα-
σθέντα ὑπό τινων, οἴκοι ὄντα τὸ ἀτύχημα φέρειν. τῷ δ' ἥ
τε ἀποχώρησις ἐργώδης γεγυμνωμένῳ, προσέτι δὲ χλευά-
ζεσθαι ὑπό τινων ὑπάρχει τοῖς πολλοῖς, ὃ πολὺ δυσχερέ-
στερόν ἐστι τῆς ἀπωλείας. διὸ καὶ ὁ νομοθέτης μείζους αὐτοῖς
ζημίας ἐνέγραψεν. ἔτι δὲ παραπλήσια τούτοις πολλὰ φαί-
νονται νενομοθετηκότες, οἷον καὶ ἐὰν μέν τις ἄρχοντα κα-
κῶς εἴπῃ, μεγάλα τὰ ἐπιτίμια, ἐὰν δέ τις ἰδιώτην, οὐθέν.
καὶ καλῶς· οἴεται γὰρ τότε οὐ μόνον εἰς τὸν ἄρχοντα ἐξα-
μαρτάνειν τὸν κακηγοροῦντα, ἀλλὰ καὶ εἰς τὴν πόλιν ὑβρί-
ζειν. τὸν αὐτὸν δὲ τρόπον καὶ τὸν ἐν τῷ λιμένι κλέ-
πτοντα οὐ μόνον τὸν ἰδιώτην βλάπτειν, ἀλλὰ καὶ τὴν πόλιν
αἰσχύνειν. ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις, οὗ κοινῇ που συνερ-
χόμεθα.

Διὰ τί ἐν τοῖς δικαστηρίοις ἐὰν ἴσαι γένωνται ψῆφοι
τοῖς ἀντιδίκοις, ὁ φεύγων νικᾷ; ἢ ὅτι ὁ φεύγων ὑπὸ τοῦ
διώκοντος οὐθὲν πέπονθεν, ἀλλ' ἐν τοῖς ἴσοις αὐτῷ ἤδη ἔμελλε
νικᾶν;

Διὰ τί ἐπὶ μὲν κλοπῇ θάνατος ἡ ζημία, ἐπὶ δὲ ὕβρει,
μείζονι οὔσῃ ἀδικίᾳ, τίμησις τί χρὴ παθεῖν ἢ ἀποτῖσαι; ἢ διότι
τὸ μὲν ὑβρίζειν ἀνθρώπινόν ἐστι πάθος, καὶ πάντες πλέον ἢ
ἔλαττον αὐτοῦ μετέχουσι, τὸ δὲ κλέπτειν οὐ τῶν ἀναγκαίων;
καὶ ὅτι ὁ κλέπτειν ἐπιχειρῶν καὶ ὑβρίζειν ἂν προέλοιτο.