Ὅσα περὶ τὸν ἀέρα
Συγγραφέας:
Προβλήματα
Bekker, Aristoteles Opera Omnia, 937b-940a


ΚΕ. ΟΣΑ ΠΕΡΙ ΤΟΝ ΑΕΡΑ.



Διὰ τί ἐν τοῖς ἀσκοῖς τοῖς πεφυσημένοις ἐναπολαμ-
βανόμενα τὰ μέλη πόνον παρέχει; πότερον διὰ τὴν πίεσιν
τοῦ ἀέρος; ὥσπερ γὰρ οὐδὲ τοῖς ἔξωθεν πιέζουσι τὸν ἀσκὸν
ἐνδίδωσιν ὁ ἀήρ, ἀλλ' ἀπωθεῖ, οὕτω καὶ τὰ ἐντὸς ἐναπο-
λαμβανόμενα θλίβει ὁ ἀήρ. ἢ διότι βίᾳ κατέχεται καὶ
πεπίληται; ἔξω οὖν πάντῃ ὁρμῶν κατὰ φύσιν προσαπερεί-
δεται πρὸς τὸ ἐντὸς ἀπειλημμένον σῶμα.

Διὰ τί ἐν τοῖς ἕλεσι τοῖς παρὰ τοὺς ποταμοὺς γίνον-
ται οἱ καλούμενοι βούμυκοι, οὓς μυθολογοῦσι ταύρους ἱεροὺς
εἶναι τοῦ θεοῦ; ἔστι δὲ τὸ γινόμενον ψόφος ὅμοιος φωνῇ
ταύρου, ὥστε αἱ βόες οὕτω διατίθενται ἀκούουσαι ὥσπερ ταύρου
μυκωμένου. ἢ ὅτι ὅσοι ποταμοὶ λιμνάζουσιν εἰς ἕλη, ἢ ὅσα
ἕλη λιμνάζονται, ἢ ὑπὸ θαλάττης ἀντικρούονται, ἢ τὸ
πνεῦμα ἀφιᾶσιν ἀθροώτερον, ἐν τοῖς τοιούτοις γίνεται τοῦτο;
αἴτιον δὲ ὅτι αἱ κοιλίαι τῆς γῆς γίνονται. οὕτως οὖν κλυ-
ζόμενον τὸ ὕδωρ, διὰ τὸ ἐνεῖναι ῥεῦμα ἐν τῇ τοιαύτῃ λι-
μνασίᾳ, ἀπωθεῖται τὸν ἀέρα διὰ στενοῦ εἰς εὐρυτέραν κοι-
λίαν, οἷον εἴ τις εἰς ἀμφορέα κενὸν κατὰ τὸ στόμιον ποιοῖ
ψόφον, μυκήματι ὅμοιον γίνεται· καὶ γὰρ ἡ μύκησις διὰ
τοῦτο γίνεται τὸ σχῆμα τοῖς βουσίν. πολλὰς δὲ καὶ ἀτόπους
φωνὰς ποιοῦσι τὰ σχήματα τῶν κοιλιῶν ἀνώμαλα ὄντα,
ἐπεὶ καὶ ἀμφορέως τὸν πύνδακα ἐάν τις ἀφελὼν διὰ τοῦ
πυθμένος τρίβῃ ἕλκων ἔσω καὶ ἔξω, εἰ τρίψει διὰ τοῦ κα-
ταδήματος, ψόφον ποιεῖ, ὥστε φεύγειν τὰ θηρία, ὅταν οἱ
ὀπωροφύλακες κατασκευάσωσιν αὐτό.

Διὰ τί ὁ ἀὴρ οὐχ ὑγρός, ἁπτόμενος τοῦ ὕδατος; τῶν
γὰρ ἄλλων οὐθὲν ὅ τι οὐχ ὑγρόν, ἂν ἅψηται. ἢ διότι τὸ
ἔσχατον αὐτῶν ἅμα, τὸ δὲ ἐπίπεδον ἑκατέρου οὐχ ἕτερον;
τὰ μὲν οὖν ἄλλα βαρύτερα, ὁ δὲ ἀὴρ οὐ ῥέπει κατωτέρω
τοῦ ἐσχάτου. ἅπτεται μὲν οὖν, ὅτι οὐθὲν μεταξύ, οὐ βρέχεται
δέ, ὅτι ἀεὶ ἄνωθεν τοῦ ὕδατος.

Διὰ τί μέσων νυκτῶν καὶ μεσημβρίας μάλιστα εὐδία
γίνεται; ἢ διότι ἡ νηνεμία ἐστὶν ἀέρος στάσις, ἕστηκε δὲ
μάλιστα, ὅταν κρατῇ ἢ κρατῆται, μαχόμενος δὲ κινεῖται.
κρατεῖ μὲν οὖν μάλιστα μέσων νυκτῶν, κρατεῖται δὲ με-
σημβρίας· τότε μὲν γὰρ ὁ ἥλιος πορρωτάτω, τότε δὲ ἐγ-
γυτάτω γίνεται. ἔτι ἄρχεται τὰ πνεύματα ἢ περὶ ἕω ἢ
περὶ δυσμάς, λήγει δὲ τὸ μὲν ἕωθεν, ὅταν κρατηθῇ, τὸ
δὲ ἀπὸ δυσμῶν, ὅταν παύσηται κρατῶν. συμβαίνει οὖν
τὰ μὲν μεσημβρίας παύεσθαι, τὰ δὲ μέσων νυκτῶν.

Διὰ τί ὑποφωσκούσης ἕω καὶ ἤδη πρωῒ μᾶλλόν ἐστι
ψῦχος ἢ τῆς νυκτός, ἐγγυτέρω ὄντος τοῦ ἡλίου ἡμῶν; ἢ
ὅτι πρὸς ἡμέραν δρόσος καὶ πάχνη πίπτει, ταῦτα δέ ἐστι
ψυχρά· ὥσπερ οὖν ῥανθέντος τοῦ παντὸς τόπου ὑγρῷ ψυχρῷ
γίνεται κατάψυξις.

Διὰ τί ἐν τῷ Πόντῳ καὶ ψύχη μάλιστα καὶ πνίγη;
ἢ διὰ τὴν παχύτητα τοῦ ἀέρος; τοῦ μὲν γὰρ χειμῶνος οὐ
δύναται διαθερμαίνεσθαι, τοῦ δὲ θέρους, ὅταν θερμανθῇ,
κάει διὰ τὴν παχύτητα. ἡ δὲ αὐτὴ αἰτία καὶ διότι τὰ
ἑλώδη τοῦ μὲν χειμῶνος ψυχρά, τοῦ δὲ θέρους θερμά. ἢ
διὰ τὴν τοῦ ἡλίου φοράν; τοῦ μὲν γὰρ χειμῶνος πόρρω
γίνεται, τοῦ δὲ θέρους ἐγγύς.

Διὰ τί τῆς νυκτὸς αἰθρία μᾶλλον ἢ μεθ' ἡμέραν;
ἢ καὶ τοῦ πνεύματος καὶ τῆς ταραχῆς ὁ ἥλιος αἴτιος;
ταῦτα γὰρ κινήσεώς τινος γενομένης συμβαίνει γίνεσθαι.
αἴτιον τοίνυν τὸ θερμόν. ὅταν οὖν τοῦτο μὴ παρῇ, ἠρεμεῖ
τὸ πᾶν, καὶ αἰρομένου τοῦ ἡλίου μᾶλλον ἢ τοὐναντίον· καὶ
τὸ “μήποτ' ἀπ' ἠπείρου” τοῦτ' ἐστίν, ὅτι οὗ πλείστη κίνησις,
ἐκεῖ ἥκιστα ἄν τι μένοι καὶ συσταίη, μὴ ὁμαλοῦ ὄντος καὶ
κρατοῦντος τοῦ συνισταμένου. τοῦ μὲν δὴ χειμῶνος ἡ θάλαττα
τοιοῦτον, τοῦ δὲ θέρους ἡ γῆ.

Διὰ τί, ὅταν διαχυθῇ τὸ ὑγρὸν εἰς ἀσκούς, οὐ μόνον
τὸ ὑγρὸν δέχεται ὁ πίθος μετὰ τῶν ἀσκῶν, ἀλλὰ καὶ
ἄλλο προσλαμβάνει; ἢ ὅτι ἐν τῷ ὑγρῷ ἐνυπάρχει ὁ ἀήρ;
οὗτος οὖν ὅταν μὴ ἐν τῷ πίθῳ ἐνῇ, οὐ δύναται ἐκκρίνεσθαι διὰ
τὸ μέγεθος τοῦ πίθου· ἐκ γὰρ τοῦ μείζονος χαλεπώτερον ἐκ-
θλῖψαι ὁτιοῦν καὶ ὑγρὸν καὶ πνεῦμα, ὥσπερ καὶ ἐκ τῶν
σπόγγων. ὅταν δὲ μερίζηται εἰς μικρά, ἐκθλίβεται ἐκ τοῦ
ἀσκοῦ μετὰ τοῦ ἐνόντος, ὥσθ' ἡ τοῦ ἀέρος χώρα κενὴ γίνεται,
διὸ καὶ τοὺς ἀσκοὺς καὶ ἔτι ἄλλο ὑγρὸν δέχεται ὁ πίθος.
καὶ μᾶλλον ἐπὶ τοῦ οἴνου τοῦτο γίνεται, ὅτι πλείων ἀὴρ ἐν
τῷ οἴνῳ ἔνεστιν ἢ ἐν τῷ ὕδατι. ὅμοιον δὲ τούτῳ καὶ τὸ
ταὐτὸ ἀγγεῖον τήν τε κονίαν καὶ τὸ ὕδωρ χωρεῖν ἅμα,
ὅσον ἑκάτερον χωρὶς ἐγχεόμενον. ἔοικε γὰρ πολλὰ εἶναι
τὰ διάκενα τῆς τέφρας. ἅτε οὖν λεπτότερον τὸ ὕδωρ δια-
δύνει μᾶλλον καὶ συσσάττει ἤδη ὥστε πυκνοῦσθαι, καὶ διὰ
τὸ παρ' ἕκαστον τῶν μερῶν εἶναι τὴν σάξιν (μᾶλλον γὰρ
σάττεται κατὰ μικρὸν σαττόμενον ἅπαν ἢ ἀθρόον), τούτου
δὲ γινομένου ὑποκαταβαίνειν τὴν κονίαν· ἅμα δὲ καὶ ἡ τέ-
φρα εἰς αὑτὴν δέχεται τὸ ὑγρὸν διὰ τὸ ἔχειν κοιλίας. ἡ
δὲ βαλλομένη τέφρα εἰς τὸ ὕδωρ θερμὴ οὖσα τέμνει αὐτὸ
καὶ ἐξαεροῖ. καὶ πρότερον δὲ ὕδατος ἐγχυθέντος καὶ ὕστε-
ρον κονίας ἐμπιπτούσης τὸ αὐτὸ γίνεται, ὥστε καὶ τὸ ὕδωρ
ἔχοι ἂν κοιλίας καὶ διάκενα αὐτὸ ἐν αὑτῷ. ἢ οὐ τὸ ὕδωρ
τὸ δεχόμενον τὴν κονίαν, ἀλλ' ἡ κονία τὸ ὕδωρ; τὸ γὰρ
λεπτομερέστερον εἰκὸς εἶναι τὸ εἰσιόν. ἔτι καὶ ἐκ τῆς πεί-
ρας δῆλον. ὅταν γὰρ ἐπιπάττηται ἡ τέφρα, καθ' ὃν ἂν
τόπον ἐπιπάττηται, εἰς τοῦτον συρρεῖ τὸ ἄλλο ὕδωρ· ἔδει
δὲ τὸ ἐναντίον, εἴπερ ἦν τὸ ὕδωρ τὸ δεχόμενον. ἢ οὐ συμ-
βαίνει τοῦτο, ἐὰν πρότερον ἐγχυθῇ τὸ ὕδωρ καὶ σφόδρα
διαμεστώσῃ· ἀλλ' ἐὰν ὁτιοῦν ἐπιβληθῇ, ὑπερχεῖται. ἐὰν δ'
ἅπαξ ὑπερχυθῇ καὶ ἐπιπέσῃ ἡ τέφρα, ἤδη συμβαίνει· ἡ
γὰρ τέφρα ἦν δεχομένη. ταὐτὸ δὲ τοῦτο καὶ ὅτι οἱ βόθυ-
νοι τὴν ἐκβληθεῖσαν ἐξ αὐτῶν γῆν οὐ δέχονται· ἔοικε γὰρ
δὴ ἀήρ τις προκαταλαμβάνων τὸν τόπον καὶ διὰ τοῦτο
μὴ δέχεσθαι.

Διὰ τί ὁ ἀὴρ παχύτερος ὢν τοῦ φωτὸς διέρχεται
διὰ τῶν στερεῶν; ἢ διότι τὸ μὲν φῶς κατ' εὐθεῖαν φέρεται
μόνον, διὸ καὶ διὰ τῶν ἀραιῶν οὐ διορᾷ ἡ ὄψις, οἷον
κισήριδος; ἐπαλλάττουσι γὰρ οἱ πόροι· ἀλλ' οὐκ ἐν τῇ
ὑάλῳ. ὁ δὲ ἀὴρ οὐ κωλύεται διὰ τὸ μὴ εὐθυπορεῖν οὗ
διέρχεται.

Διὰ τί ὁ ἀὴρ ψυχρὸς μὲν γίνεται διὰ τὸ ἅπτεσθαι τοῦ
ὕδατος, δίυγρος δὲ οὔ, κἂν σφόδρα τις φυσᾷ εἰς τὸ ὕδωρ
ὥστε κυμαίνειν; ὅτι δὲ ψυχρός, δηλοῖ μεθιστάμενος· ψύχει
γὰρ ἀπὸ τῶν ὑδάτων. ἢ ὅτι ψυχρὸς μὲν πέφυκεν εἶναι
καὶ θερμός, ὥστε μεταβάλλει τῇ ἁφῇ οὗ ἄν τινος ἅπτηται,
ὑγρὸς δὲ οὐκέτι διὰ τὸ κουφότερος εἶναι· καὶ οὐδέ ποτε εἰς
τὸ βάθος τοῦ ὕδατος ἔρχεται, ἀλλ' ἀεὶ τοῦ ἐπιπέδου ἅπτε-
ται, κἂν βιάζηται κάτω· καὶ τὸ ὕδωρ ἔτι κατωτέρω φέ-
ρεται, ὥστε μήποτε εἰς βάθος ἰέναι.

Διὰ τί ὁ ἐκ τῶν πομφολύγων καὶ κάτωθεν ἀνιὼν οὐ
διερὸς ἐξέρχεται; ἢ διότι οὐκ ἐπιμένει τὸ ὑγρόν, ἀλλ' ὀλι-
σθαίνει τὸ ὕδωρ; τὸ δ' ἐπὶ τῇ πομφόλυγι καὶ ἔλαττόν
ἐστιν ἢ ὥστε διαιρεῖν.

Διὰ τί ὁ ἀὴρ οὐκ ἀναπίμπλησι, τὸ δὲ ὕδωρ; καὶ εἰς
τὸν ἀέρα γὰρ μετατιθέμενον διερόν. ἢ ὅτι ὥσπερ οὐδὲ ὁ
λίθος; οὐ γὰρ πᾶν ἐστὶν ἀναπληστικόν, ἀλλὰ τὸ γλίσχρον
ἢ ὑγρόν.
ἢ ὅτι ὁ ἀὴρ ἄνω φέρεται; ὁ γὰρ ἀσκὸς ὅταν μὲν
κενὸς ᾖ, κάτω φέρεται, ὅταν δὲ φυσηθῇ, ἄνω ἐπιμένει διὰ
τὸ τοῦτον ἀναφέρειν. εἰ δὲ ὁ ἀὴρ ἀνακουφίζει καὶ κωλύει
κάτω φέρεσθαι, διὰ τί βαρύτεροι γίνονται φυσηθέντες; καὶ
πῶς, ὅτε μὲν βαρύτερός ἐστιν, ἐπιμένει, κουφότερος δὲ γενό-
μενος καταφέρεται;

Διὰ τί ὁ ἀὴρ οὐκ ἄνω φέρεται; εἰ γὰρ τὰ πνεύματα
τούτου κινουμένου ὑπὸ τοῦ θερμοῦ γίνεται, πέφυκε δὲ τὸ πῦρ
ἄνω φέρεσθαι, καὶ τὸ πνεῦμα εἰς τὸ ἄνω ἐβάδιζεν, εἴπερ
τό τε κινοῦν εἰς τὸ ἄνω θεῖ καὶ τὸ κινούμενον οὕτω πέφυκε
φέρεσθαι. νῦν δὲ φαίνεται λοξὴν τὴν φορὰν ποιούμενος.

Διὰ τί τὸ ἀφ' ἕω ψυχρότερον ἢ τὸ ἀφ' ἑσπέρας; ἢ
ὅτι τὸ μὲν ἐγγύτερον μέσων νυκτῶν, τὸ δὲ μεσημβρίας;
ἔστι δὲ ἡ μεσημβρία θερμότατον διὰ τὸ εἶναι ἐγγύτατον
ἡλίου, αἱ δὲ μέσαι νύκτες ψυχρότεραι διὰ τὸ ἐναντίον.

Διὰ τί αἱ νύκτες τῶν ἡμερῶν ἐν ταῖς ἀλέαις πνιγη-
ρότεραι; ἢ διὰ τὴν ἄπνοιαν; οἱ γὰρ ἐτησίαι καὶ πρόδρο-
μοι τὰς νύκτας ἧττον πνέουσιν.

Διὰ τί τὰ ἐν τοῖς ἀσκοῖς ἄσηπτα φυσηθεῖσι, καὶ ἐν
τοῖς περιπωματιζομένοις; ἢ διότι σήπεται μὲν κινούμενα,
ἅπαντα δὲ τὰ πλήρη ἀκίνητα, ταῦτα δὲ πλήρη.

Διὰ τί τῆς αἰθρίας μᾶλλον ψῦχος γίνεται ἢ ἐπινε-
φέλων ὄντων; τὰ δὲ ἄστρα καὶ ὁ οὐρανὸς θερμός. ἢ ὅτι
οὐθὲν ἀποστέγει ἐν τῇ αἰθρίᾳ τὴν ἀτμίδα, ἀλλὰ διαχεῖται·
ἐν δὲ τοῖς ἐπινεφέλοις ἀποστέγεται; καὶ βορείων γε ἢ νο-
τίων διὰ τὸ αὐτό· ὁ μὲν γὰρ νότος ἄγει τὸ τοιοῦτον, ὁ δὲ
ἀπωθεῖ. καὶ ἀτμίζειν δὲ φαίνεται βορείοις μᾶλλον ἢ νο-
τίοις, καὶ χειμῶνος ἢ θέρους. ἢ παρὰ τὸ ἀνόμοιον; ἢ ὅτι
θερμοῦ ψυχομένου ἐστὶν ἡ ἀτμίς;

Διὰ τί ἀὴρ ὁ ἐλάττων θερμότερος τοῦ πλείονος; αἱ
γὰρ στενοχωρίαι ἀλεεινότεραι. ἢ διότι κινεῖται μᾶλλον ὁ
πολύς, ἡ δὲ κίνησις ποιεῖ ψυχρόν; σημεῖον δὲ τούτου, ὅτι
κινούμενα ψύχεται τὰ θερμά.

Διὰ τί ὕδωρ μὲν καὶ γῆ σήπεται, ἀὴρ δὲ καὶ πῦρ
οὐ σήπεται; ἢ ὅτι θερμότατον γίνεται τὸ σηπόμενον ἅπαν,
πυρὸς δὲ οὐθὲν θερμότερον; ἢ ὅτι ψυχθῆναι δεῖ πρότερον,
τὸ δὲ πῦρ ἀεὶ θερμόν, ὁ δὲ ἀὴρ πυρὸς πλήρης. σήπεται
δὲ οὐθὲν θερμόν, ἀλλὰ ψυχθέν· γῆ δὲ καὶ ὕδωρ καὶ ἀὴρ
καὶ θερμὰ καὶ ψυχρὰ γίνεται.

Διὰ τί τὰ ἐπινέφελα ἀλεεινότερα τῶν αἰθρίων; πό-
τερον ὡς οἱ ἀρχαῖοι ἔλεγον, ὅτι τὰ ἄστρα ψυχρά; ἢ λίαν
τοῦτό γε ἄτοπον, ἀλλὰ διότι ἀτμίζει; ἐπισημαντέον δὲ ὅτι
ἐν νηνεμίᾳ ἡ δρόσος καὶ ἡ πάχνη γίνεται. ὅταν μὲν οὖν
αἰθρία ᾖ, διαπνεῖ τὸ θερμόν, ὑφ' οὗ ἀνάγεται τὸ ὑγρόν,
ὥστε ψυχρὸς ὁ ἀήρ· διὸ καὶ δροσίζει ἀφιέμενον τὸ ὑγρὸν
ἀπὸ τοῦ θερμοῦ. ὅταν δὲ ἐπινέφελον ᾖ, ἀποστέγεται, διὸ οὐ
γίνεται δρόσος οὐδὲ πάχνη ὄντων ἐπινεφέλων. περὶ οὖν τὴν
γῆν ὑπομένον τὸ θερμὸν ποιεῖ τὴν ἀλέαν.

Διὰ τί ἐν τοῖς ὑψηλοῖς τῶν οἴκων ὁ ἀὴρ διευριπίζει,
καὶ μάλιστα ταῖς εὐδίαις; ἢ διότι ὁ ἀὴρ πολύκενός τίς
ἐστι τὴν σύγκρισιν. ὅταν οὖν ἄρξηται εἴσω ῥεῖν, συγχωρεῖ
ὁ ἐν τῷ οἰκήματι ἀὴρ καὶ συστέλλεται. τούτου δὲ συμπί-
πτοντος τῷ χρόνῳ πολυκενώτερος γίνεται ὁ ἔξωθεν, καὶ
χώραν πολλὴν ἴσχει. εἰς ταύτην οὖν τὴν χώραν πίπτει ὁ
ἐκ τοῦ οἰκήματος ἀήρ, ὢν πλησίον, καὶ φέρεται εἰς ταύτην
τὴν χώραν διὰ τὸ κρέμασθαι καὶ τὴν τοῦ κενοῦ φύσιν μὴ
δύνασθαι ἀντιστηρίζειν. κατὰ πολλὰ δὲ αὐτοῦ μέρη τούτου
συμβαίνοντος, ἕπεται αὐτῷ ὁ πλησίον διὰ τὴν πρόσοψιν·
εἶτα πολλοῦ ἔξωθεν φερομένου ὁ μὲν ἔσω τόπος πολύκενος
γίνεται, ὁ δὲ ἔξω πυκνότερος, καὶ πάλιν ἔξωθεν εἴσω φέ-
ρεται. καὶ ταῦτα ἀλλάσσονται.