Ὅσα περὶ τοὺς ἀνέμους
Συγγραφέας:
Προβλήματα
Bekker, Aristoteles Opera Omnia, 940a-947b


ΚΣΤ. ΟΣΑ ΠΕΡΙ ΤΟΥΣ ΑΝΕΜΟΥΣ.



Διὰ τί ὁ καικίας μόνος τῶν ἀνέμων ἐφ' ἑαυτὸν ἄγει
τὰ νέφη; ἢ ὅτι ἀφ' ὑψηλοτέρων τόπων πνεῖ; ἔστι γὰρ τὰ
πρὸς ἕω ὑψηλότερα τῶν πρὸς ἑσπέραν· σημεῖον δὲ τὸ τῆς
πρὸς ἑσπέραν θαλάττης μέγεθος καὶ βάθος. πνέων δὲ ἄνω-
θεν εἰς τοὐναντίον γραμμὴν ποιεῖ τῇ φορᾷ τὰ κοῖλα πρὸς
τὴν γῆν ἔχουσαν. προσπίπτων δέ, ὡς εἴρηται, τοῖς πρὸς
ἑσπέραν τῆς γῆς τόποις, καὶ συστέλλων τὰ νέφη διὰ τὸ
τῆς γραμμῆς σχῆμα, τῇ ἐκεῖθεν ἀνακλάσει ἐπ' αὐτὸν ὠθεῖ
αὐτά. ποιεῖ δὲ μόνος τοῦτο τῶν λοιπῶν τῷ τοὺς μὲν ὑψη-
λοτέρους τοὺς δ' ἐναντίους εἶναι τόπους, πρὸς οὓς ἐκ τοῦ κάτωθεν
ἢ ἐπ' εὐθείας τὴν φορὰν γίνεσθαι συμβαίνει, τὰ κυρτὰ
πρὸς τὴν γῆν ἐχούσης, ὥστε ἀνάκλασιν μὴ γίνεσθαι τοῦ
πνεύματος τῷ μὴ πρὸς τὴν γῆν ἐχούσης ἀέρα ἔχειν τὴν
τελευτὴν τῆς φορᾶς, ἐν ᾧ οὐδὲ νέφη ἐστὶ περὶ τὴν γῆν·
τοῖς δὲ ἧττον κοίλοις καὶ τῷ ἀπηλιώτῃ τῷ μὴ εἶναι ὑγρόν.
ὥστε οὐ συνιστὰς ἧττον καταφανής ἐστιν αὐτοῦ ποιῶν τοῦτο ὃ
ποιεῖ.

Διὰ τί βορέαι μὲν ἐτήσιοι γίνονται, νότοι δὲ οὔ; ἢ
γίνονται μὲν καὶ νότοι, ἀλλ' οὐ συνεχεῖς, ὅτι πόρρω ἡμῶν
ἡ ἀρχὴ τοῦ νότου ἐστίν, ὑπὸ δὲ τῷ βορέᾳ οἰκοῦμεν; ἔτι οἱ
μὲν ἐτησίαι βορέαι καθεστηκότος τοῦ ἀέρος πνέουσι (θέρους
γὰρ πνέουσιν), οἱ δὲ νότοι ἦρος, ὅθ' ἧττον ἕστηκε τὰ περὶ τὸν
ἀέρα. πρὸς δὲ τούτοις ὁ μὲν νότος ὑγρός, τῷ δ' ὑγρῷ ὁ
ἄνω τόπος ἀλλότριός ἐστιν· διὸ ταχὺ διαλύεται τὰ ἐν
αὐτῷ συνιστάμενα ὑγρά. καὶ τὰ ὑγρὰ πλανητικά ἐστιν,
ὥστε οὐ μένων ἐν ταὐτῷ τόπῳ συμμεθίστησι καὶ τὴν τοῦ
ἀέρος κίνησιν. κινουμένου δὲ μὴ ἐν ταὐτῷ πνεύματα ἄλλα
συμβαίνει γίνεσθαι· ἔστι γὰρ πνεῦμα ἀέρος κίνησις.

Διὰ τί νότος πνεῖ μετὰ πάχνην; ἢ διότι ἡ μὲν
πάχνη γίνεται πέψεως γινομένης, μετὰ δὲ τὴν πέψιν καὶ
τὴν ἀποκάθαρσιν ἡ μεταβολὴ εἰς τοὐναντίον γίνεται; ἐναν-
τίον δὲ τῷ βορρᾷ νότος ἐστίν. διὰ ταὐτὸ δὲ καὶ μετὰ τὴν
χιόνα πνεῖ νότος. ὅλως δὲ καὶ ἡ χιὼν καὶ ἡ χάλαζα
καὶ τὸ ὕδωρ καὶ πᾶσα ἡ τοιαύτη ἀποκάθαρσις πέψεως
σημεῖόν ἐστιν. διὸ καὶ μετὰ τὸν ὑετὸν καὶ τὰς τοιαύτας
χειμασίας πίπτει τὰ πνεύματα.

Διὰ τί αἱ τροπαὶ πνέουσιν; ἢ διὰ τὸ αὐτὸ ὃ καὶ οἱ
εὔριποι ῥέουσιν; μέχρι γὰρ τοῦ ῥεῖν καὶ ἡ θάλαττα φέρεται
καὶ ὁ ἀήρ· εἶθ' ὅταν ἀντιπέσῃ καὶ μηκέτι δύνηται τὰ ἀπό-
γεια προάγειν διὰ τὸ μὴ ἰσχυρὰν ἔχειν τὴν ἀρχὴν τῆς
κινήσεως καὶ φορᾶς, πάλιν ἀνταποδίδωσιν.

Διὰ τί αἱ τροπαὶ ἐκ τῆς θαλάττης εἰσίν; ἢ ὅτι ἡ
θάλαττα πλησίον; ἢ ὅτι ἐναντίον ἐστὶ τῇ ἀπογείᾳ ἡ τρο-
παία, καὶ ἔστιν ἡ τροπαία οἷον ἀναστροφὴ ἀπογείας. ἡ δὲ
ἀπογεία τὸ ἐκ τῆς γῆς πρὸς τὴν θάλατταν πνεῦμα γινόμενον,
ἡ δὲ τροπαία ἡ τούτου παλίρροια. ὥστε ἀνάγκη ἐκ θαλάττης
εἶναι. [ἢ ἡ θάλαττά ἐστι] διὰ τὸ εἰς τὴν θάλατταν ἀθροισθῆ-
ναι τὸν ῥυέντα ἀέρα; τοῦ δὲ μὴ εἰς τὴν γῆν τοῦτο συνίστασθαι
καὶ τοῦ ἀνακάμπτειν ἀπιὸν αἴτιον, ὅτι ἡ θάλαττα ἐν κοίλῳ
ἐστίν· ὁ δὲ ἀήρ, ὥσπερ τὸ ὕδωρ, ῥεῖ ἀεὶ εἰς τὸ κοιλότατον.

Διὰ τί οἱ ἐκνεφίαι ὕδατος γενομένου θᾶττον παύονται;
ἢ ὅτι αἱ κοιλίαι συμπίπτουσι τοῦ νέφους, ὕδατος γενομένου,
ἐν αἷς ἡ ἀρχὴ τοῦ πνεύματος συνίσταται;
Διὰ τί οὐχ οἱ αὐτοὶ ἄνεμοι πανταχοῦ ὑέτιοί εἰσιν; ἢ
ὅτι οὐχ οἱ αὐτοὶ πανταχοῦ πρὸς ὄρη ἀντιπνέουσιν, ἀλλ' ἕτε-
ροι κεῖνται πρὸς ἕτερα ὄρη; οἷον γὰρ πρὸς ἀνάντη μόλις
ῥεόντων, ἐνταῦθα ὑφίσταται μᾶλλον τὰ νέφη, οὗ ἀδυνατεῖ
ἔτι προωθεῖν αὐτὰ ἄνεμος. ὑφιστάμενα δὲ καὶ πιεζόμενα
ῥήγνυται.

Διὰ τί αἱ μὲν καθαραὶ δύσεις εὐδιεινὸν σημεῖον, αἱ
δὲ τεταραγμέναι χειμερινόν; ἢ ὅτι χειμὼν γίνεται συνι-
σταμένου καὶ πυκνουμένου τοῦ ἀέρος; ὅταν μὲν οὖν κρατῇ ὁ
ἥλιος, διακρίνει καὶ αἰθριάζει αὐτόν, ὅταν δὲ κρατῆται,
ἐπινεφῆ ποιεῖ. ἐὰν μὲν οὖν ἰσχυρὰ ᾖ ἡ σύστασις, εὐθὺς
ἡμέρας γίνεται χειμών· ἐὰν δὲ ἀσθενεστέρα, μὴ παντά-
πασι δὲ κρατουμένη, τὸ συνιστάμενον ἐξωθεῖται πρὸς τὰς
δύσεις. ἐνταῦθα δὲ μένει διὰ τὸ παχύτατον εἶναι τὸν περὶ
τὴν γῆν ἀέρα τοῦ χειμῶνος. ταχὺ δὲ συνίσταται καὶ ὁ
ἄλλος διὰ τὸ ἔχειν ἀρχὴν καὶ ἔρεισμα, ὃ δέξεται καὶ
ἀθροίσει τὸ προσιὸν καθάπερ ὄρθρος· ὥσπερ γὰρ ἐν τροπῇ
ἑνὸς ἀντιστάντος καὶ οἱ ἄλλοι μένουσιν, οὕτω καὶ ἐπὶ τοῦ
ἀέρος. διὸ ταχὺ καὶ ἐξαίφνης ἐνίοτε γίνεται καὶ ἐπινέ-
φελα. ὅταν οὖν αἱ δύσεις τεταραγμέναι ὦσι, σημεῖόν ἐστιν
ἰσχυρὸν ὅτι οὐ κεκράτηκεν ὁ ἥλιος τῆς συστάσεως, πολὺν
χρόνον ἐναντιούμενος αὐτῇ, ὥστε εἰκότως ἔστι συστῆναι πλέον.
καὶ ἧττον δέ ἐστι φοβερόν, ὅταν προχειμάσαντος ἢ ὅταν
ἐξ εὐδίας τοῦτο συμβῇ. ἐκείνως μὲν γὰρ ἔοικεν ὥσπερ
ὑπόλειμμά τι εἶναι, οὕτω δὲ ἀρχὴ συστάσεως.

Διὰ τί λέγεται “οὔ ποτε νυκτερινὸς βορέας τρίτον ἵκετο
φέγγος;” ἢ διότι ἀσθενῆ τὰ πνεύματα τὰ ἀπὸ τῆς ἄρκτου,
ὅταν ᾖ νυκτερινά; σημεῖον γὰρ ὅτι οὐ πολὺς ὁ κινηθεὶς ἀήρ,
τὸ τηνικαῦτα πνεῦσαι, ὅτε ὀλίγη θερμότης ὑπῆρχεν· ἡ δὲ
ὀλίγη ὀλίγον ἐκίνει ἀέρα. τελευτᾷ δὲ ἐν τρισὶ πάντα,
καὶ τὰ ἐλάχιστα ἐν τῇ πρώτῃ τριάδι, ὥστε καὶ τοῦτο τὸ
πνεῦμα.

Διὰ τί ὁ βορέας πυκνότερον πνεῖ ἢ ὁ νότος; ἢ ὅτι ὁ
μὲν βορέας γειτνιῶν τῇ οἰκουμένῃ οὐ λανθάνει ὀλιγοχρόνιος
ὤν (ἅμα γὰρ πνεῖ καὶ πάρεστιν), ὁ δὲ νότος οὐκ ἀφικνεῖ-
ται διὰ τὸ πόρρωθεν πνεῖν.

Διὰ τί ὁ νότος ἧττον μετὰ χειμερινὰς νύκτας πνεῖ
ἢ μεθ' ἡμέρας; ἢ ὅτι καὶ τῆς νυκτὸς ὁ ἥλιος ἐγγύς ἐστι τῇ
πρὸς νότον χώρᾳ, καὶ ἀλεεινότεραι αἱ νύκτες ἐκεῖ ἢ πρὸς
ἄρκτον αἱ ἡμέραι; ὥστε πολὺς κινεῖται ὁ ἀήρ, καὶ οὐθὲν
ἐλάττων ἢ μεθ' ἡμέραν· ἀλλ' αἱ θερμότεραι ἡμέραι κω-
λύουσι μᾶλλον πνεῖν, ξηραίνουσαι τὰς ὑγρότητας.

Διὰ τί ἐπὶ κυνὶ ὁ νότος πνεῖ, καὶ τοῦτο ὥσπερ τι ἄλλο
γίνεται τεταγμένως; ἢ διότι θερμὰ τὰ κάτω, τοῦ ἡλίου πόρρω
ὄντος, ὥστε πολλὴ ἡ ἀτμὶς γίνεται; καὶ πολλοὶ δὴ ἔπνεον,
εἰ μὴ διὰ τοὺς ἐτησίας. νῦν δὲ οὗτοι κωλύουσιν. ἢ ὅτι
ἐπὶ πᾶσι μὲν σημαίνει τοῖς ἄστροις δυομένοις ἢ ἐπιτέλλου-
σιν, οὐχ ἥκιστα δὲ ἐπὶ τούτῳ; δῆλον οὖν ὅτι πνεύματα μά-
λιστα ἐπὶ τούτῳ καὶ μετ' αὐτόν. ἐπεὶ δὲ πνίγει, καὶ πνεύ-
ματα εἰκότως ἐπ' αὐτῷ τὰ θερμότατα κινεῖται· ὁ δὲ νότος
θερμός ἐστιν. ἐπεὶ δὲ εἴθισται μάλιστα ἐκ τῶν ἐναντίων εἰς
τὰ ἐναντία μεταβάλλειν, πρὸ κυνὸς δὲ οἱ πρόδρομοι πνέου-
σιν ὄντες βορέαι, εἰκότως μετὰ κύνα νότος πνεῖ, ἐπειδὴ
ἐπισημαίνει μέν, ἐπιτέλλουσι δὲ τοῖς ἄστροις. τὸ δὲ ἐπιση-
μαίνειν ἐστὶ μεταβολὴν τοῦ ἀέρος ποιεῖν· μεταβάλλει δὲ
πάντα εἰς τοὺς ἐναντίους ἢ τοὺς ἐπὶ δεξιὰ ἀνέμους τὰ πνεύ-
ματα. ἐπεὶ δὲ βορέας εἰς τοὺς ἐπιδεξίους μεταβάλλει, εἴη
ἂν αὐτῷ λοιπὸν εἰς νότον μεταβάλλειν. ἔστι δὲ καὶ ἡ μετὰ
τὰς χειμερινὰς τροπὰς πεντεκαιδεκάτη νότιος, διὰ τὸ τὰς
μὲν τροπὰς ἀρχήν τινα εἶναι, κινεῖν δὲ τὸν κατ' αὐτὴν
μάλιστα ἀέρα τὸν ἥλιον, εἶναι δὲ ἐν ταύταις ταῖς τροπαῖς
πρὸς νότον. καθάπερ οὖν καὶ τὰ ἀπ' ἀνατολῆς κινῶν ἀπη-
λιώτας ἀνέμους ἤγειρεν, οὕτω καὶ τὰ ἀπὸ μεσημβρίας κινῶν
νότους ἐγείρει. οὐκ εὐθὺ δὲ ἀπὸ τροπῶν ποιεῖ τοῦτο διὰ τὸ
βραχυτάτας ποιεῖσθαι τὰς μεταστάσεις τότε, ἀλλ' ἐν τῇ
πεντεκαιδεκάτῃ διὰ τὸ τὸν χρόνον τοῦτον συμμέτρως ἔχειν
τῇ κατὰ τὴν μετάστασιν πρώτῃ φαντασίᾳ· ὅλου γάρ ἐστι
μέρος εὐσημότατον ὁ εἰρημένος χρόνος.

Διὰ τί ἐπὶ Ὠρίωνι γίνονται αἰόλοι μάλιστα αἱ ἡμέ-
ραι καὶ ἀκαιρίαι τῶν πνευμάτων; ἢ ὅτι ἐν μεταβολῇ ἀεὶ
πάντα ἀοριστεῖ μάλιστα, ὁ δ' Ὠρίων ἀνατέλλει μὲν ἐν
ἀρχῇ ὀπώρας, δύνει δὲ χειμῶνος, ὥστε διὰ τὸ μήπω κα-
θεστάναι μίαν ὥραν, ἀλλὰ τὴν μὲν γίνεσθαι τὴν δὲ παύε-
σθαι, διὰ ταῦτα ἀνάγκη καὶ τὰ πνεύματα ἀκατάστατα
εἶναι διὰ τὸ ἐπαμφοτερίζειν τὰ ἐξ ἑκατέρας. καὶ χαλε-
πὸς δὴ λέγεται καὶ δύνων καὶ ἀνατέλλων ὁ Ὠρίων διὰ
τὴν ἀοριστίαν τῆς ὥρας· ἀνάγκη γὰρ ταραχώδη εἶναι καὶ
ἀνώμαλον.

Διὰ τί ὁ νυκτερινὸς βορέας τριταῖος λήγει; πότερον
ὅτι ἀπὸ μικρᾶς καὶ ἀσθενοῦς ἀρχῆς, ἡ τρίτη δὲ κρίσιμος;
ἢ ὅτι ἀθρόος ἡ ἔκχυσις, ὥσπερ τῶν ἐκνεφιῶν; ταχεῖα οὖν
ἡ παῦλα.

Διὰ τί βορέαι πλεῖστοι πνέουσι τῶν ἀνέμων; ἢ διὰ τὸ
πρὸς τούτῳ τὴν οἰκουμένην τῷ τόπῳ ὑποκεῖσθαι ὄντι ὑψηλῷ
καὶ ἔξω τροπῶν καὶ πλήρει χιόνος, ἣ οὐδέποτε ἔνια ὄρη
λείπει; τὸ πολὺ οὖν ὑγραινομένων τῶν πεπηγότων πολλά-
κις πνεῦμα γίνεται. τοῦτο δέ ἐστι βορέας, τὸ ἐκ τῶν ἀπὸ
τῆς ἄρκτου τόπων πνεῦμα.

Διὰ τί οἱ νότοι πνέουσι μὲν χειμῶνος καὶ ἔαρος ἀρ-
χομένου καὶ μετοπώρου λήγοντος, εἰσὶ δὲ κυματοειδεῖς καὶ
συνεστραμμένοι, καὶ τοῖς ἐν Λιβύῃ ὁμοίως ψυχροὶ ὡς οἱ
βορέαι ἐνταῦθα; ἢ διότι πλησίον τοῦ ἡλίου ὄντος ἀνάγκη
κινεῖσθαι τὰ πνεύματα; ὁ δὲ ἥλιος τοῦ χειμῶνος πρὸς νό-
τον φέρεται, καὶ τοῦ μὲν ἔαρος ἀρχομένου τοῦ δὲ μετοπώρου
τελευτῶντος ἤδη θερμαίνει, τὸ δὲ θέρος πρὸς βορέαν φέρε-
ται, ἐκείνους δὲ ἀπολείπει τοὺς τόπους. θερμὸς δέ ἐστι διὰ τὸ
μίγνυσθαι τὸ πνεῦμα τῷ κατὰ Λιβύην ἀέρι θερμῷ ὄντι·
καὶ διὰ τοῦτο μεγαλοκύμων νοτίζειν ποιεῖ τὸ θέρος, ἐμ-
πίπτων εἰς τὴν θάλατταν.

Διὰ τί ὁ νότος δυσώδης; ἢ ὅτι ὑγρὰ καὶ θερμὰ ποιεῖ
τὰ σώματα, ταῦτα δὲ σήπεται μάλιστα; οἱ δὲ ἐκ τῆς
θαλάττης νότοι ἀγαθοὶ φυτοῖς· ἐκ θαλάττης γὰρ αὐτοῖς
προσπίπτει. καὶ τῆς Ἀττικῆς τῷ Θριασίῳ πεδίῳ αἴτιον,
διότι ἀπεψυγμένος ἀφικνεῖται. αἱ δ' ἐρυσίβαι γίνονται
ὑπὸ ὑγρότητος θερμῆς μὲν ἀλλοτρίας δέ.

Διὰ τί ἄνεμος γίνεται πρὸ τῶν ἐκλείψεων ὡς τὰ
πολλά, ἀκρόνυχον μὲν πρὸ τῶν μεσονυκτίων ἐκλείψεων,
μεσονύκτιον δὲ πρὸ τῶν ἑώων; ἢ διότι ἀμαυροῦται τὸ θερμὸν
τὸ ἀπὸ τῆς σελήνης διὰ τὸ πλησίον ἤδη φορὰν εἶναι, ἐν ᾧ
γενομένῳ ἔσται ἡ ἔκλειψις; ἀνιεμένου οὖν ᾧ κατείχετο ὁ
ἀὴρ καὶ ἠρέμει, πάλιν κινεῖται καὶ γίνεται πνεῦμα τῆς
ὀψιαίτερον ἐκλείψεως ὀψιαίτερον.

Διὰ τί ὁ νότος οὐκ ἀρχόμενος ἀλλὰ λήγων ὑέτιος;
πότερον ὅτι πόρρωθεν συνάγει τὸν ἀέρα; γίνεται δὲ συνι-
στάντος τὸ ὕδωρ, συνίσταται δὲ ὕστερον ἢ ἄρχεται. ἢ ὅτι ἀρ-
χομένου θερμός ἐστιν ὁ ἀὴρ ἔτι διὰ τὸ ἐκ τοιούτου ἐληλυθέναι,
ἐπιχρονιζόμενος δὲ ψυχθεὶς συνίσταται μᾶλλον εἰς ὕδωρ.

Διὰ τί ὁ νότος, ὅταν μὲν ἐλάττων ᾖ, αἴθριός ἐστιν,
ὅταν δὲ μέγας, νεφώδης καὶ χρονιώτερος; πότερον, ὥσπερ
τινὲς λέγουσι, διὰ τὴν ἀρχήν; ἐὰν μὲν γὰρ ἀπ' ἐλάττονος,
αἴθριος, ἐὰν δὲ ἀπὸ πλείονος ὁρμήσῃ, νεφελώδης. ἢ ὅτι
ἐλάττων ἀρχόμενός ἐστιν, ὥστε οὐ πολὺν ἀέρα ὠθεῖ, ἐπὶ
τέλει δὲ εἴωθε γίνεσθαι μέγας. διὸ καὶ παροιμιάζονται
“ἀρχομένου γε νότου καὶ λήγοντος βορέαο.”

Διὰ τί προΐεται τοῦ χειμῶνος ἀπὸ τῆς ἕω τὰ πνεύ-
ματα, τοῦ θέρους δὲ καὶ ἀφ' ἑσπέρας; ἢ ὅτι ὅταν μηκέτι
κρατῇ ὁ ἥλιος, ἀφιέμενος ὁ ἀὴρ ῥεῖ; δύνων τε οὖν κατα-
λείπει νέφη, ἀφ' ὧν οἱ ζέφυροι· καὶ ὅσον ἂν ἐπαγάγῃ
ἐκείνοις τοῖς ἐν τῷ κάτω ἡμισφαιρίῳ οἰκοῦσιν, ἑωθινὸν
πνεῦμα γίνεται. τἀναντία δέ, ὅταν δύνῃ ἐν τῷ κάτω
μέρει, ἐκείνοις τε ζεφύρους ποιήσει καὶ ἐνταῦθα ἑωθινὸν
πνεῦμα ἀπὸ τοῦ ἑπομένου ἀέρος αὐτῷ. διὰ τοῦτο κἂν κα-
ταλάβῃ ἄλλον ἄνεμον, μείζων γίνεται αἰρομένου, ὅτι
προσέθηκεν.

Διὰ τί οἱ κύνες τὰ ἴχνη ἥκιστα εὑρίσκουσι ζεφύρου
πνέοντος; ἢ διότι μάλιστα συγχεῖ διὰ τὸ συνεχέστατος
εἶναι τῶν ἀνέμων καὶ μάλιστα ὑπὸ τὴν γῆν πνεῖν;

Διὰ τί, ὅταν ἀστέρες διάττωσιν, ἀνέμου σημεῖον; ἢ ὅτι
ὑπὸ τοῦ πνεύματος φέρονται, καὶ πρότερον ἐκεῖ γίνεται
πνεῦμα ἢ παρ' ἡμῖν; διὸ καὶ ἀφ' οὗ ἂν τόπου φέρωνται οἱ
ἀστέρες, ἐν τούτῳ καὶ τὸ πνεῦμα γίνεται.

Διὰ τί μεγίστας νεφέλας τῶν ἀνέμων ὁ ζέφυρος ἄγει;
ἢ διότι ἐκ πελάγους πνεῖ καὶ κατὰ τὴν θάλατταν; ἐκ πολ-
λοῦ οὖν καὶ συνάγει.

Διὰ τί οἱ ἐπὶ τέλει ἄνεμοι μέγιστοι; ἢ ὅτι ὅταν ἀθρόοι
ἐκπνεύσωσιν, ὀλίγον τὸ θερμόν;

Διὰ τί, ἐὰν περὶ ἰσημερίαν λὶψ πνεύσῃ, ὕδωρ γίνε-
ται; ἢ ὅτι καθ' ὃν ἂν ᾖ ὁ ἥλιος τόπον τοῦ κόσμου, τὰ ἐν-
τεῦθεν πνεύματα κινεῖ; διὸ καὶ ἡ τῶν πνευμάτων περίστα-
σις κατὰ τὴν τοῦ ἡλίου φορὰν γίνεται. ἐπεὶ δ' ἡ ἰσημερία
μεθόριόν ἐστι χειμῶνος καὶ θέρους, ὅταν συμβῇ τὸν ἥλιον
κατὰ τὴν ἡμῖν φαινομένην ἰσημερίαν ὑπερβεβληκέναι ἢ
ἐκλείπειν τοῦ ἀκριβοῦς ὅρου καὶ εἶναι μᾶλλον ἐν τοῖς χειμε-
ρίοις, συμβαίνει τοὺς ἐκ τούτου τοῦ μέρους ἀνέμους πνεῖν, ὧν
ἐστὶ πρῶτος λίψ, ὢν ὑγρὸς φύσει. ὄντος δὲ τοῦ ἡλίου μᾶλ-
λον ἐν τῷ χειμερίῳ μέρει τοῦ κόσμου, καὶ κινοῦντος τὰ ἐν
αὐτῷ πνεύματα, τὰ χειμῶνος ἔργα συμβαίνει γίνεσθαι·
τούτων δέ ἐστιν ὁ ὄμβρος. ἔτι δὲ ἐπειδὴ ἡ ἰσημερία ἐστὶ
καθάπερ χειμὼν καὶ θέρος ἰσοκρατής, ἐὰν ὁποτερῳοῦν αὐτῶν
τι προστεθῇ, εὔσημον τὴν ῥόπην ποιεῖ, καθάπερ ἐπὶ τῶν
ἰσαζόντων ζυγῶν. ἐπεὶ δὲ ὁ λὶψ ἔκ τε τῆς χειμερίου τά-
ξεώς ἐστι καὶ ὑγρὸς φύσει, προστεθεὶς ἐν τῇ ἰσημερίᾳ ῥοπὴν
χειμῶνος ἐποίησε καὶ ὄμβρον· ὁ γὰρ ὄμβρος χειμών ἐστιν
οἰκειότατος τῷ πνεύσαντι πνεύματι.

Διὰ τί ὁ νότος καὶ ὁ εὖρος θερμότεροι ὄντες τῶν ἐναν-
τίων, ὁ μὲν τοῦ βορέου, ὁ δὲ τοῦ ζεφύρου, ὑδατωδέστεροί εἰσιν;
καίτοι διὰ ψυχρότητα ὕδωρ ἐξ ἀέρος γίνεται. οὐ γὰρ διὰ
τὸ ἀπωθεῖν τὸν βορέαν ἐντεῦθεν γίνεται τὰ νέφη· ὁ γὰρ
ζέφυρος καὶ ὁ εὖρος ἀπάγουσιν ἄμφω (ὁμοίως γὰρ πλά-
γιοι), καὶ οἱ ἄλλοι δὲ πάντες, ὅθεν πνέουσιν. πότερον ὅτι
ἀντιπεριίσταται τὸ ψυχρὸν εἴσω μᾶλλον, ὅταν ᾖ ἔξω τὸ
θερμὸν μᾶλλον; ἢ ἔστι μέν τι καὶ διὰ τὸ ὅθεν πνέουσιν,
αἰθρίους εἶναι; καὶ γὰρ εὖρος ἀπ' ἠοῦς ἐστίν. ἥδε δὲ ἡ χώρα
πρὸς ἑσπέραν κεῖται, καὶ ζέφυρος. ἀλλὰ καὶ διότι πρό-
τερον θερμαινόμενος ὁ ἀήρ, ὥσπερ καὶ τὰ ὕδατα, τάχιστα
καὶ μάλιστα ψύχεται. φέρεται οὖν ὁ μὲν ἀπὸ τοῦ εὔρου ἀπ'
ἀνατολῆς ἀὴρ θερμός, ὁ δὲ ἀπὸ τοῦ νότου ἀπὸ μεσημβρίας.
ὅταν οὖν ἔλθωσιν εἰς τὸν ψυχρότερον τόπον, ταχὺ πήγνυν-
ται καὶ συνίστανται εἰς ὕδωρ. καὶ μᾶλλον ὁ εὖρος ποιεῖ
ὕδωρ, ὅτι ἀπὸ τοῦ ἡλίου μᾶλλον φέρει τὸν ἀέρα, καὶ ὁμοίως
θερμόν. ὁ δὲ νότος λήγων ὑδατώδης, ὅτι ψυχρὸς ὁ πρῶ-
τος φερόμενος ἀὴρ ἀπὸ τῆς θαλάττης, ὁ δὲ τελευταῖος
διάθερμος ὢν ἀπὸ τῆς γῆς κομίζει. ἢ οὐ μόνον τοῦτ' αἴτιον,
ἀλλ' ὅτι καὶ μείζων λήγων ὁ νότος γίνεται; διὸ καὶ ἡ
παροιμία εἰς αὐτὸν “ἀρχομένου τε νότου.” οἱ δὲ μείζους
ψυχρότεροι. ὥστε πηγνύει ὕστερον τὰ νέφη. ἢ διὰ τοῦτο
ὑδατωδέστερος ἢ ἀρχόμενος;

Διὰ τί οἱ ἄνεμοι ξηραίνουσι ψυχροὶ ὄντες; ἢ διότι
ἀτμίζειν ποιοῦσιν οἱ ψυχρότεροι; διὰ τί δὲ μᾶλλον ἢ ὁ
ἥλιος; ἢ διότι ἀπάγουσι τὴν ἀτμίδα, ὁ δὲ ἥλιος καταλεί-
πει; ὑγραίνει μὲν οὖν μᾶλλον, ξηραίνει δὲ ἧττον.
Διὰ τί ὁ καικίας μόνος τῶν ἀνέμων ἐφ' ἑαυτὸν ἄγει
τὰ νέφη, ὥσπερ καὶ ἡ παροιμία λέγει “ἕλκων ἐφ' αὑτὸν
ὥσπερ καικίας νέφος.” οἱ γὰρ ἄλλοι, ὅθεν ἂν πνέωσιν,
ἐνταῦθα ἀναστέλλουσιν. πότερον αἴτιον ὅτι ἅμα ὁ ἐναντίος
πνεῖ; ἢ οὐκ ἂν ἐλάνθανεν, ἀλλὰ πέφυκε τὸ πνεῦμα κύκλου
γραμμὴν φέρεσθαι; οἱ μὲν οὖν ἄλλοι περὶ τὴν γῆν πνέουσιν·
τοῦτο δὲ τὸ κοῖλον τῆς γραμμῆς πρὸς τὸν οὐρανὸν καὶ οὐκ
ἐπὶ τὴν γῆν ἐστίν, ὥστε ἐπὶ τὴν ἀρχὴν πνέων ἐφ' ἑαυτὸν
τὰ νέφη ἄγει.

Διὰ τί ἀπὸ μὲν τῆς θαλάττης οὐκ ἀποπνεῖ ἕωθεν
ψυχρόν, ἀπὸ δὲ τῶν ποταμῶν; ἢ ὅτι ἡ μὲν θάλαττά ἐστιν
ἐν ἀναπεπταμένοις τόποις, οἱ δὲ ποταμοὶ ἐν στενοῖς; ἡ οὖν
ἀπὸ τῆς θαλάττης αὔρα εἰς πολὺν τόπον σκίδναται, ὥστε
εἶναι ἀσθενής, ἡ δὲ ἀπὸ τῶν ποταμῶν ἀθρόως φέρεται
καὶ μᾶλλον ἰσχύει, διὸ μᾶλλον εἰκότως φαίνεται ψυχρά.
ἢ οὐ τοῦτ' ἐστὶν αἴτιον, ἀλλ' οἱ μὲν ποταμοὶ ψυχροί εἰσιν,
ἡ δὲ θάλαττα οὔτε θερμὴ οὔτε ψυχρά; γίνεται δὲ ἡ αὔρα
καὶ ἀποπνοὴ θερμαινομένων ἢ ψυχομένων· ὁπότερον γὰρ
ἂν τούτων πάσχῃ, ἐξαεροῦται, ἐξαερουμένου δὲ τοῦ ὕδατος ὁ
ἀὴρ γινόμενος φέρεται, ὅ ἐστιν αὔρα. τὸ μὲν οὖν ἀπὸ τῶν
ψυχρῶν ψυχρὸν εἰκότως ἀποπνεῖ, τὰ δὲ ἀπὸ τῶν σφόδρα
θερμῶν ἀποπνέοντα ψύχεται καὶ γίνεται ψυχρά. τοὺς μὲν
οὖν ποταμοὺς ψυχροὺς ἅπαντας εὕροι τις ἄν, ἡ δὲ θάλαττα
οὔτε ψυχρὰ οὔτε θερμὴ σφόδρα ἐστίν. οὔτε οὖν τὸ ἀποπνέον
ψυχρὸν ἀπ' αὐτῆς ἐστί, διὰ τὸ μὴ ψυχρὰν εἶναι σφόδρα,
οὔτε ψύχεται ταχύ, διὰ τὸ μὴ θερμὴν εἶναι σφόδρα.

Διὰ τί ὁ ζέφυρος εὐδιεινὸς καὶ ἥδιστος δοκεῖ εἶναι τῶν
ἀνέμων, καὶ οἷον καὶ Ὅμηρος ἐν τῷ Ἠλυσίῳ πεδίῳ, “ἀλλ'
αἰεὶ ζεφύροιο διαπνείουσιν ἀῆται;” ἢ πρῶτον μὲν ὅτι ἔχει
τὴν τοῦ ἀέρος κρᾶσιν; οὔτε γὰρ θερμὸς ὥσπερ οἱ ἀπὸ με-
σημβρίας καὶ ἕω, οὔτε ψυχρὸς ὥσπερ οἱ ἀπὸ τῆς ἄρκτου,
ἀλλ' ἐν μεθορίῳ ἐπὶ τῶν ψυχρῶν καὶ θερμῶν πνευμάτων·
γειτνιῶν δὲ ἀμφοῖν τῆς δυνάμεως αὐτῶν κοινωνεῖ, διὸ καὶ
εὔκρατός ἐστι καὶ πνεῖ ἔαρος μάλιστα. ἔτι τὰ πνεύματα
περιίσταται ἢ εἰς τἀναντία ἢ εἰς τὰ δεξιά. μετὰ οὖν τὸν
βορέαν πνέων (ἐπὶ δεξιὰ γὰρ ὁ τόπος) εὐδοκιμεῖ, ὥσπερ
παρὰ χαλεπὸν πρᾶος. καὶ ἅμα ὅταν ἀποχειμάσῃ, εὐδία
εἴωθε γίνεσθαι ὡς ἐπὶ τὸ πολύ. ὁ δὲ βορέας χειμέριος
ἄνεμος. [καὶ ὁ ἀπηλιώτης δὲ ἐν τῷ μέσῳ ὢν τῶν θερμῶν
καὶ τῶν ψυχρῶν πνευμάτων ἧττον αὐτοῖς κοινωνεῖ. ἀπη-
λιώτης μὲν γὰρ πνέων τὰ πρὸς νότου πνεύματα κινεῖ (ἐν-
ταῦθα γὰρ ἡ μετάστασις αὐτοῦ ἐστίν), κινῶν δὲ οὐ μίγνυται
αὐτοῖς. ὁ δὲ ζέφυρος καὶ κινεῖται ὑπὸ τῶν νοτίων, καὶ
πνέων κινεῖ τὰ βόρεια· τελευτᾷ γὰρ ἐνταῦθα ἡ περίοδος
τῶν πνευμάτων. διὸ τῶν μὲν τὴν τελευτὴν τῶν δὲ τὴν ἀρ-
χὴν ἔχων ἐν αὑτῷ δικαίως ἡδύς ἐστι καὶ δοκεῖ εἶναι.]

Διὰ τί ἐπὶ κυνὶ νότος πνεῖ; ἢ ὅτι ἐπὶ πᾶσι μὲν ση-
μαίνει τοῖς ἄστροις δυομένοις ἢ ἐπιτέλλουσιν, οὐχ ἥκιστα δὲ
ἐπὶ τούτῳ; δῆλον οὖν ὅτι πνεύματα μάλιστα ἐπὶ τούτῳ καὶ
μετ' αὐτόν. ἐπεὶ δὲ πνίγει, καὶ πνεύματα εἰκότως ἐπ'
αὐτῷ τὰ θερμότατα κινεῖται· ὁ δὲ νότος θερμός ἐστιν. ἐπεὶ
δὲ - χρόνος.

Διὰ τί ὁ ζέφυρος πρὸς τὴν δείλην πνεῖ, πρωῒ δὲ οὔ;
ἢ αἴτιος μέν ἐστιν ὡς ἐπὶ τὸ πολὺ τῶν πνευμάτων ὁ ἥλιος
ἀνατέλλων καὶ δύνων; ὅταν γὰρ ὑγρὸν ὄντα τὸν ἀέρα δια-
θερμαίνων πέττῃ καὶ διακρίνῃ, εἰς πνεῦμα διακρίνει· ἐὰν
δὲ ᾖ πνευματώδης ὁ ἀήρ, ἔτι μᾶλλον ἐκπνευματοῦται ὑπὸ
τοῦ ἡλίου. ὅταν μὲν οὖν ἐπ' ἀνατολῇ ᾖ ὁ ἥλιος, πόρρω ἐστὶ
τοῦ ζεφύρου· ἀπὸ γὰρ δυσμῶν πνεῖ. ὅταν δὲ περὶ τὸ δύ-
νειν ἤδη, τότε διακεκριμένον ἐστὶ τὸ πνεῦμα τελέως. ἀπὸ
δὲ μέσου ἡμέρας καὶ πρὸς τὴν δείλην συμμετρότατα ἔχει
πρὸς τὸ διαθερμᾶναι καὶ διακρῖναι. διὰ ταῦτα δὲ καὶ ὁ
ἀπηλιώτης πρωῒ ἄρχεται πνεῖν· τοῦ γὰρ ὑπὲρ γῆς ἀέρος
τῆς νυκτὸς ἐξυγραινομένου καὶ τῇ γῇ πλησιάσαντος διὰ
βάρος, ἕωθεν διακρίνων αὐτὸν ὁ ἥλιος τὸν καθ' αὑτὸν κινεῖ
πρῶτον. τὸ δὲ ἀπὸ τοῦ ἡλίου πνεῦμα ἀνατέλλοντος ἐντεῦθεν
ἀπηλιώτης καλεῖται.

Διὰ τί αἰρομένου τοῦ ἡλίου καὶ αὐξάνεται καὶ πίπτει
τὰ πνεύματα; ἢ ὅτι τὸ πνεῦμά ἐστιν ἤτοι τοῦ ἀέρος ἢ τοῦ
ἀναχυθέντος ὑγροῦ κίνησις; αὕτη δὲ ὅταν μὲν ἐλάττων ᾖ,
ταχὺ καταναλίσκεται ὑπὸ τοῦ ἡλίου, ὥστε οὐ γίνεται πνεῦμα·
ὅταν δὲ πλείων, κινεῖται μᾶλλον τοῦ ἡλίου ἀνατείλαντος· ὁ
γὰρ ἥλιος ἀρχὴ τῶν κινήσεών ἐστιν.

Διὰ τί ὁ ζέφυρος τῆς δείλης πνεῖ; ἢ ἅπαντα τὰ
πνεύματα τοῦ ἡλίου διαχέοντος τὸ ὑγρὸν γίνεται; τότε γὰρ
συνεστηκός, ὅταν ἡ τοῦ θερμοῦ δύναμις πλησιάζῃ, ἐξάπτει.
ὁ δὲ ζέφυρος ἀφ' ἑσπέρας πνεῖ. εἰκότως οὖν τῆς δείλης
γίνεται· τότε γὰρ ὁ ἥλιος εἰς τὸν τόπον αὐτοῦ ἀφικνεῖται.
καὶ ὁ βορέας καὶ ὁ νότος διὰ τοῦτο πλειστάκις πνέουσιν, ὅτι
τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου κρατούμενον κατ' εὐθυωρίαν
ἥκιστα δύναται διαμένειν, ἀλλὰ μᾶλλον ἐκ τοῦ πλαγίου.
ὁ μὲν οὖν νότος καὶ βορέας ἐκ τῶν ἐφ' ἑκάτερα τόπων
τῆς τοῦ ἡλίου φορᾶς πνέουσιν, οἱ δὲ ἄλλοι μᾶλλον ἐκ τοῦ
κατ' ἀντικρύ.

Πότερον τὸ πνεῦμα ἀπὸ πηγῆς τινὸς φέρεται ὥσπερ
τὸ ὕδωρ, καὶ ταύτης οὐκ ἔστιν ἀνωτέρω αὐτὸ ἐνεχθῆναι, ἢ οὔ;
καὶ πότερον ἀπὸ ἑνὸς σημείου ἢ ἀπὸ πλείονος τόπου; ἔνια μὲν
οὖν ἐστὶν ὅμοια ἃ καὶ ἐπὶ τῶν ὑδάτων συμβαίνει γίνεσθαι.
τό τε γὰρ ὕδωρ, ὅταν εἰς τὸ κάταντες φέρηται, θᾶττον ῥεῖ ἢ
ὅταν ἐν τῷ ἐπιπέδῳ καὶ ὁμαλῷ λιμνάζῃ. ὁμοίως δὲ καὶ
τὰ πνεύματα· ἐπὶ μὲν γὰρ τοῖς ἄκροις καὶ τοῖς ὑψηλοῖς
ἀεὶ ἐν κινήσει ὁ ἀήρ, ἐν δὲ τοῖς κοίλοις ἠρεμεῖ πολλάκις
καὶ ἄπνοια γίνεται. ἔτι ἐπὶ τοῖς σφόδρα ὑψηλοῖς ὄρεσιν οὐ
γίνεται τὰ πνεύματα, οἷον ἐπὶ τῷ Ἄθῳ καὶ τοῖς ἄλλοις
τοῖς τοιούτοις. σημεῖον δέ· ἃ γὰρ ἂν καταλείπωσιν οἱ
τῷ προτέρῳ ἔτει θύοντες, εὑρίσκεσθαί φασι διαμένοντα τῷ
ὑστέρῳ. δῆλον οὖν ὅτι ὥσπερ ἀπὸ πηγῆς τινὸς καὶ ἡ τοῦ πνεύ-
ματος φορὰ γίνεται. εἰς τὸ ἄνω οὖν οὐκέτι δύναται διικνεῖ-
σθαι. διὰ τοῦτο οὖν ἐπὶ τοῖς ὑψηλοῖς τοῦτο συμβαίνει. ὁμοίως
δ' ἂν καὶ ἐπὶ τοῦ ὕδατος εἴη· οὔτε γὰρ ὕδωρ λάβρον οὔτε
πνεῦμα ἐξαίσιον ἐν τοῖς ὑψηλοῖς φαίνεται γίνεσθαι.

Διὰ τί ποτε τοῦ μὲν νότου πνέοντος ἡ θάλαττα κυανέα
γίνεται, τοῦ δὲ βορέου ζοφώδης; ἢ ὅτι ὁ βορέας ἧττον τὴν
θάλατταν ταράττει, τὸ δὲ ἀτακτότερον ἅπαν μέλαν φαί-
νεται.

Διὰ τί οἱ νότοι μικρὰ μὲν πνέοντες οὐ ποιοῦσιν ἐπίνεψιν
[ἤτοι συννέφειαν], μεγάλοι δὲ γενόμενοι ἐπινεφοῦσιν; ἢ διότι
μικροὶ μὲν πνέοντες οὐ δύνανται πολλὰ νέφη ποιεῖν; ὀλίγον
οὖν τόπον κατίσχουσιν. ὅταν δὲ μεγάλοι γίνωνται, πολλὰ
ἀπωθοῦσι, διὸ καὶ δοκοῦσι μᾶλλον ἐπινεφεῖν.

Διὰ τί ὁ μὲν βορέας ἀρχόμενος μέγας, λήγων δὲ μι-
κρός, ὁ δὲ νότος ἀρχόμενος μὲν μικρός, λήγων δὲ μέγας;
ἢ ὅτι ὁ μὲν βορέας ἐγγὺς ἡμῶν, ὁ δὲ νότος πόρρω; ὁ μὲν
οὖν ὅταν ἄρξηται, εὐθὺς παρ' ἡμῖν, τοῦ δὲ ἅτε διὰ πολλοῦ
χρόνου ἡ ἀρχὴ διασκεδάννυται, καὶ πρὸς ἡμᾶς μικρὸν ἐξι-
κνεῖται αὐτῆς τὸ πρῶτον· τῆς δὲ τελευτῆς τοῦ μὲν αἰσθανό-
μεθα, τοῦ δὲ ὅλως οὐκ αἰσθανόμεθα. ὥστε εἰκότως ὁ μὲν
ἀσθενὴς παυόμενος (ἀσθενὴς γὰρ ἡ τελευτὴ πάντων), ὁ δὲ
οὔ· τῆς γὰρ τελευτῆς οὐκέτι αἰσθανόμεθα αὐτοῦ.

Διὰ τί οὗ μὲν κόλποι εἰσί, τροπαῖαι γίνονται, οὗ δὲ ἀνα-
πεπταμένα πελάγη, οὐ γίνονται; ἢ διότι εἰς μὲν τοὺς κόλπους
ῥέον οὐ διασπᾶται τὸ πνεῦμα μᾶλλον, ἀλλ' ἀθρόον ἐπὶ πολὺ
φέρεται, ἐν δὲ τοῖς ἀναπεπταμένοις ἐξ ἀρχῆς τε αἱ ἀπο-
γέαι εὐθὺς διασπῶνται μᾶλλον, καὶ ὅταν ῥέωσι, ταὐτὸ πά-
σχουσι διὰ τὸ πολλαχῇ ἐξεῖναι ὁρμῆσαι· ἔστι γὰρ ἡ τρο-
παία ἀπόγεος ἀνάκλασις.

Διὰ τί λέγεται “ἀρχομένου τε νότου καὶ λήγοντος βο-
ρέαο;” ἢ διότι ὁ μὲν βορέας, διὰ τὸ ὑπείκειν ἡμᾶς αὐτῷ
καὶ εἶναι τὴν οἴκησιν πρὸς ἄρκτον, εὐθὺς μέγα πνεῖ; ἅμα
γὰρ ἄρχεται καὶ πάρεστιν. διὸ παυόμενος ἡδὺ πνεῖ· τότε
γὰρ ἀσθενὴς πνεῖ. ὁ δὲ νότος διὰ τὸ πόρρωθεν ὕστερον μεί-
ζων ἀφικνεῖται.

Διὰ τί ἐν τοῖς νοτίοις βαρύτερον ἔχουσι καὶ ἀδυνατώ-
τερον οἱ ἄνθρωποι; ἢ διότι ἐξ ὀλίγου πολὺ ὑγρὸν γίνεται,
διατηκόμενον διὰ τὴν ἀλέαν, καὶ ἐκ πνεύματος κούφου ὑγρὸν
βαρύ· εἶτα ἡ δύναμις ἀτονεῖ.

Διὰ τί ἐν τοῖς βορείοις βρωτικώτεροι ἢ ἐν τοῖς νοτίοις;
ἢ διότι ψυχρότερα τὰ βόρεια;

Διὰ τί ὁ νότος οὐ πνεῖ κατ' αὐτὴν τὴν Αἴγυπτον τὰ
πρὸς θάλατταν, οὐδ' ὅσον ἡμέρας δρόμον καὶ νυκτός· τὰ δὲ
ὑπὲρ Μέμφεως καὶ ἀποσχόντι δρόμον ἡμέρας καὶ νυκτὸς
λαμπρός· καὶ πρὸς ἑσπέραν οὐ πνεῖ, ὅσον δύο ἡμερῶν καὶ
νυκτῶν δρόμον, τὰ δὲ πρὸς ἕω λίβες πνέουσιν; ἢ διότι κοίλη
τὰ κάτω ἡ Αἴγυπτός ἐστι, διὸ ὑπερπίπτει αὐτῆς, ἄνω δὲ καὶ
πόρρω ὑψηλότεροι οἱ τόποι.

Διὰ τί ὁ νότος ἀρχόμενος μὲν μικρός ἐστι, λήγων δὲ
μείζων γίνεται, ὁ δὲ βορέας ἀνάπαλιν, διὸ καὶ ἡ παροιμία
λέγει εὖ πλεῖν ἀρχομένου τε νότου καὶ λήγοντος βορέαο; ἢ
διότι πρὸς ἄρκτον μᾶλλον ἢ πρὸς μεσημβρίαν οἰκοῦμεν, πνεῖ
δὲ ὁ μὲν βορέας ἀπὸ τῆς ἄρκτου, ὁ δὲ νότος ἀπὸ τῆς με-
σημβρίας. εἰκότως οὖν ὁ μὲν ἀρχόμενος εὐθὺς σφοδρὸς
πρόσκειται τοῖς πλησίον τόποις μᾶλλον, καὶ μετὰ ταῦτα
μεταλλάττει τὸ σφοδρὸν πρὸς ἐκείνους. ὁ δὲ νότος τοὐναντίον
ἀρχόμενος μὲν τοῖς πρὸς μεσημβρίαν οἰκοῦσιν ἔγκειται, ἐπει-
δὰν δὲ παραλλάξῃ, τοῖς πρὸς ἄρκτον λαμπρὸς καταπνεῖ.

Διὰ τί λέγεται “εἰ δ' ὁ νότος βορέαν προκαλέσσεται,
αὐτίκα χειμών;” ἢ διότι ὁ νότος τοιοῦτός ἐστιν οἷος νεφέλας
καὶ ὕδωρ πολὺ συναίρειν; ὅταν οὖν τοιαύτης τῆς καταστά-
σεως οὔσης ἐπιπνεύσῃ ὁ βορέας, πολλῆς αὐτῷ ὕλης ὑπαρ-
χούσης πήγνυσι καὶ χειμῶνα ποιεῖ. διὸ λέγεται “εἰ βορρᾶς
πηλὸν καταλήψεται, αὐτίκα χειμών.” ὁ δὲ πηλὸς καὶ ὅλως
τὰ ὕδατα ὑπὸ τοῦ νότου ἢ μάλιστα ἢ πλειστάκις γίνεται.

Διὰ τί ἐπὶ μὲν τῷ νότῳ ταχὺς ὁ βορέας, ἐπὶ δὲ τούτῳ
ὁ νότος οὐ ταχὺς ἐπιπίπτει; ἢ ὅτι τῷ μὲν ἐγγύθεν τῷ δὲ
πόρρωθεν ἡ ἄφιξις; ἡ γὰρ οἴκησις πρὸς βορέαν ἡμῶν.

Διὰ τί τὰ πνεύματα ψυχρά ἐστιν, ὄντα ἀπὸ τῆς τοῦ
θερμοῦ συγκινήσεως; ἢ οὐ πάντως ἡ ὑπὸ τοῦ θερμοῦ κίνησις
θερμὴ γίνεται, ἐὰν μὴ τρόπον τινὰ γίνηται; ἀλλ' ἐὰν μὲν
ἀθρόως ἐμπίπτῃ, καίει αὐτὸ τὸ ἀφιὲν θερμή· ἐὰν δὲ διὰ
στενοῦ καὶ κατὰ μικρόν, αὐτὴ μὲν θερμή, ὁ δὲ ὑπὸ τούτου κι-
νούμενος ἀήρ, οἷος ἄν ποτε τυγχάνῃ προϋπάρχων, τοιαύτην
καὶ τὴν κίνησιν ἀπετέλεσεν, ὥσπερ καὶ ἐπὶ τοῦ σώματος.
φασὶ γὰρ ἐκ τοῦ αὐτοῦ θερμὸν καὶ ψυχρὸν ἡμᾶς πνεῖν, τοῦτο
δὲ οὐκ ἀληθές, ἀλλὰ τὸ μὲν ἐξιὸν θερμὸν ἀεί. σημεῖον δὲ
τὸ ἐγγὺς προσαγαγόντι τοιοῦτον φαίνεσθαι. διαφέρει δὲ ἡ
ἔκπτωσις αὐτοῦ. ἐὰν μὲν γὰρ διὰ πολλοῦ ἀφίωμεν χανόν-
τες, θερμὸν φαίνεται διὰ τὸ αὐτοῦ αἰσθάνεσθαι, ἐὰν δὲ διὰ
στενοῦ, σφοδρότερον γινόμενον ὠθεῖ τὸν πλησίον ἀέρα, κἀκεῖ-
νος τὸν ἐχόμενον. ψυχροῦ δὲ ὄντος τοῦ ἀέρος καὶ ἡ κίνησις
αὐτοῦ ψυχρὰ γίνεται. μήποτε δὲ καὶ ἐπὶ τῶν πνευμάτων
τὸ αὐτὸ συμβαίνει, καὶ διὰ στενοῦ ἡ πρώτη κίνησις· εἶτ' ἐκεῖ-
νον μὲν διήνεγκεν, ἕτερος δὲ ἀὴρ ἐπιρρεῖ. διὸ καὶ τοῦ μὲν
θέρους θερμά, τοῦ δὲ χειμῶνος ψυχρὰ τὰ πνεύματα, ὅτι ἐν
ἑκατέρῳ τοιοῦτος ὁ ἀὴρ ὁ προϋπάρχων· ἐπεὶ ὅτι γε οὔτε
αὐτὸς ὑφ' ἑαυτοῦ κινούμενος ὁ ἀὴρ οὔτε ὑπὸ τοῦ θερμοῦ κρατού-
μενος φέρεται ταύτην τὴν φοράν, δῆλον οὐ μόνον τούτῳ ὅτι
θερμαίνει τὰ πνεύματα πλείονος τοῦ θερμοῦ ἐνόντος, ἀλλὰ
καὶ ἄνω ἐφέρετο. τὸ γὰρ πῦρ τοιοῦτον, τὸ δὲ ψυχρὸν
κάτω πέφυκε φέρεσθαι. τὰ δὲ πνεύματα πλάγια εἰκότως·
ἐπεὶ γὰρ τὸ μὲν ἄνω τὸ δὲ κάτω βιάζεται, καὶ οὐδέτερον
κρατεῖ, μένειν δὲ οὐχ οἷόν τε, λοξὴν τὴν φορὰν εἰκότως
γίνεσθαι.

Διὰ τί οἱ νότοι ἐν τῇ Λιβύῃ ψυχροί, ὥσπερ παρ'
ἡμῖν οἱ βορέαι; ἢ πρῶτον μὲν διὰ τὸ ἐγγυτέρω εἶναι ἡμῖν
τε κἀκείνοις τὰς ἀρχὰς τῶν πνευμάτων. εἰ γάρ, ὥσπερ
εἴπομεν, διὰ στενοῦ γίνεται τὰ πνεύματα, τοῖς ἐγγυτέρω
ψυχρότερα ἔσται διὰ τὴν σφοδρότητα τῆς κινήσεως· εἰς
γὰρ τὸ πόρρω προϊούσης διαχεῖται. διὸ καὶ παρ' ἡμῖν οἱ
βορέαι ψυχροί, ὅτι ἐγγυτέρω καὶ παντελῶς πρὸς τῇ ἄρκτῳ
οἰκοῦμεν.

Διὰ τί οἱ νότοι οἱ ξηροὶ καὶ μὴ ὑδατώδεις πυρετώδεις;
ἢ ὅτι ὑγρότητα θερμὴν ἀλλοτρίαν ἐμποιοῦσι τοῖς σώμασιν;
εἰσὶ γὰρ ὑγροὶ καὶ θερμοὶ φύσει, τοῦτο δ' ἐστὶ πυρετῶδες·
ὁ γὰρ πυρετὸς ὑπ' ἀμφοτέρων τούτων ἐστὶν ὑπερβολῆς. ὅταν
μὲν οὖν ὑπὸ τοῦ ἡλίου ἄνευ ὕδατος πνέωσι, ταύτην τὴν
τάξιν, ὅταν δὲ ἅμα τῷ ὕδατι, τὸ ὕδωρ καταψύχει.

Διὰ τί οἱ ἐτησίαι ταύτην δὴ τὴν ὥραν ἀεὶ καὶ τοσοῦτοι
πνέουσιν; καὶ διὰ τί ληγούσης τῆς ἡμέρας λήγουσι καὶ τῆς
νυκτὸς οὐ πνέουσιν; ἢ τοῦτο μὲν διὰ τὸ τὴν χιόνα τηκομένην
παύεσθαι ὑπὸ τοῦ ἡλίου πρὸς ἑσπέραν καὶ τὴν νύκτα; ὅλως
δὲ πνέουσιν, ὅταν ὁ ἥλιος κρατεῖν καὶ λύειν ἄρξηται τὸν
πρὸς βορέαν πάγον. ἀρχομένου μὲν οὖν οἱ πρόδρομοι, ἤδη
δὲ λυομένου οἱ ἐτησίαι.

Διὰ τί ὁ ζέφυρος λειότατός τε τῶν ἀνέμων καὶ ψυ-
χρός, καὶ δύο ὥρας πνεῖ μάλιστα, ἔαρ τε καὶ μετόπωρον,
καὶ πρὸς ἑσπέραν τῆς ἡμέρας, καὶ ἐπὶ τὴν γῆν μάλιστα;
ἢ ψυχρὸς μὲν διὰ τὸ πνεῖν ἀπὸ τῆς θαλάττης καὶ πεδίων
ἀναπεπταμένων; ἧττον μὲν οὖν ψυχρὸς τοῦ βορέου διὰ τὸ
ἀφ' ὕδατος πνευματουμένου καὶ μὴ χιόνος πνεῖν, ψυχρὸς
δὲ διὰ τὸ μετὰ χειμῶνα, ἄρτι τοῦ ἡλίου κρατοῦντος, πνεῖν.
καὶ μετοπώρου, ὅτι οὐκέτι κρατεῖ ὁ ἥλιος· οὐ γὰρ ὥσπερ ἐν
γῇ ὑπομένει τὴν ὕλην, ἀλλὰ πλανᾶται διὰ τὸ ἐφ' ὑγροῦ βε-
βηκέναι. καὶ ὁμαλὸς διὰ τὸ αὐτό· οὐ γὰρ ἀπὸ ὀρέων πνεῖ,
οὐδὲ βίᾳ τηκομένου, ἀλλὰ ῥᾳδίως ὥσπερ δι' αὐλῶνος ῥέων.
τὰ μὲν γὰρ πρὸς βορέαν καὶ νότον ὀρεινά· πρὸς ἑσπέραν δὲ
οὔτε ὄρος οὔτε γῆ ἐστίν, ἀλλὰ τὸ Ἀτλαντικὸν πέλαγος, ὥστε
ἐπὶ τῆς γῆς φέρεται. καὶ πρὸς ἑσπέραν δὲ τῆς ἡμέρας πνεῖ
διὰ τὸν τόπον· τότε γὰρ ὁ ἥλιος πλησιάζει τῷ τόπῳ. καὶ
τῆς νυκτὸς παύεται διὰ τὸ ἐκλείπειν τὴν τοῦ ἡλίου κίνησιν.

Διὰ τί, ὅταν ὁ εὖρος πνεῖ, μείζω φαίνεται τὰ πάντα;
ἢ ὅτι ζοφωδέστατον τὸν ἀέρα ποιεῖ;

Διὰ τί τὸν μὲν χειμῶνα πρωῒ ἀπὸ τῆς ἕω τὰ πνεύ-
ματα πνεῖ, τὸ δὲ θέρος δείλης καὶ ἀπὸ δυσμῶν ἡλίου; ἢ
ὅτι ἃ ἡμῖν συμβαίνει τοῦ θέρους, ταῦτα τοῦ χειμῶνος τοῖς τὸ
ἐναντίον τῆς γῆς ἡμισφαίριον οἰκοῦσιν, ἡμῖν δὲ τοῦ χειμῶνος
πρωῒ καὶ ἀφ' ἕω τὰ πνεύματα πνεῖ διὰ τὸ τὸν ἀέρα κά-
θυγρον ἐν τῇ νυκτὶ διακρίνεσθαι καὶ κινεῖσθαι τὸ πρωῒ ὑπὸ
τοῦ ἡλίου, καὶ πρῶτον τὸν ἔγγιστα τοῦ ἡλίου. ποιεῖ δὲ τοῦτο ὁ
ἥλιος καὶ πρὸ ἀνατολῆς· διὸ αὖραι οὐχ ἧττον πρὸ ἀνατο-
λῆς πνέουσιν. ἐπειδὴ οὖν καὶ ἐφ' ἑαυτὸν ἕλκει ὁ ἥλιος τὰ
ὑγρὰ καὶ κινεῖ πρὸ ἀνατολῆς τοῦ χειμῶνος ὑγρὸν ὄντα τὸν
παρ' ἡμῖν ἀέρα, δῆλον ὡς καὶ ἐφ' ἑαυτὸν ἂν ἕλκοι, ὢν
ἐν τῷ κάτω ἡμισφαιρίῳ, καὶ δείλη ἐκείνοις ὃ ἡμῖν ἐστὶν ὄρ-
θρος. ὥστε συμβαίνοι ἂν τὸν ὑπὸ τοῦ ἡλίου πρὸ ἀνατολῆς
παρ' ἡμῶν ἐφ' ἑαυτὸν ἑλκόμενον ἀέρα, τοῦτον τοῖς κάτω
γενέσθαι ζέφυρον καὶ δείλης πνεῖν. ὃ δὲ ἐν τῷ παρ' ἡμῖν
χειμῶνι, τῆς ἕω ἐκείνοις συμβαίνει, ὃ δὲ ἐν τῷ θέρει, τῆς
δείλης ἡμῖν. ὅτε γὰρ παρ' ἡμῖν θέρος, ἐκεῖ χειμών ἐστι,
καὶ ἡ ἡμετέρα δείλη ἐκείνοις ὄρθρος. καθ' ἣν ἐκείνοις μὲν
αὔρας ἐξ ἑώας συμβαίνει πνεῖν, ἡμῖν δὲ ζεφύρους διὰ ταὐτὰ
τοῖς προειρημένοις. τοῦ δὲ θέρους καὶ ἑῶαι μὲν οὐ πνέουσιν,
ὅτι εἰς ξηρότερον ἔτι τὸν παρ' ἡμῖν ἀέρα ὁ ἥλιος ἀνατέλλει
διὰ τὸ ὀλίγον χρόνον αὐτοῦ ἀπογεγονέναι· ζέφυροι δὲ οὐ
πνέουσι δείλης τοῦ χειμῶνος, ὅτι οὐδ' ἐν τῷ κάτω ἡμισφαι-
ρίῳ ἑῶοι ταύτην τὴν ὥραν διὰ τὰ προειρημένα, ὅθεν ὁ ἥλιος
ἐφ' ἑαυτὸν ἕλκων τὰ ὑγρὰ τὸν παρ' ἡμῖν ζέφυρον ποιεῖ.

Διὰ τί ὁ ζέφυρος εὐδιεινὸς καὶ ἥδιστος δοκεῖ εἶναι τῶν
ἀνέμων; ἢ ὅτι ἐν μεθορίῳ ἐστὶ τῶν θερμῶν καὶ ψυχρῶν
πνευμάτων, γειτνιῶν δὲ ἀμφοῖν τῆς δυνάμεως αὐτῶν κοι-
νωνεῖ· διὸ εὔκρατός ἐστιν. ὁ δὲ ἀπηλιώτης ἧττον κοινωνεῖ,
ὢν ἐν τῷ μέσῳ τῶν αὐτῶν. ἀπηλιώτης μὲν γὰρ πνέων τὰ
πρὸς νότον πνεύματα κινεῖ (ἐνταῦθα γὰρ ἡ μετάστασις αὐτοῦ
ἐστίν), κινῶν δὲ οὐ μίγνυται αὐτοῖς. ὁ δὲ ζέφυρος καὶ κινεῖ-
ται ὑπὸ τῶν νότων καὶ πνέων κινεῖ τὰ βόρεια· τελευτᾷ
γὰρ ἐνταῦθα ἡ περίοδος τῶν πνευμάτων. διὸ τῶν μὲν τὴν
τελευτὴν τῶν δὲ τὴν ἀρχὴν ἔχων ἐν ἑαυτῷ δικαίως ἡδύς
ἐστι καὶ δοκεῖ εἶναι.

Διὰ τί ἄλλοις ἄλλοι τῶν ἀνέμων ὑέτιοι, οἷον ἐν μὲν
τῇ Ἀττικῇ καὶ ταῖς νήσοις ὁ Ἑλλησποντίας, ἐν Ἑλλη-
σπόντῳ δὲ ὁ βορέας καὶ ἐν Κυρήνῃ, περὶ Λέσβον δὲ νότος;
ἢ ὅπου ἂν ἄθροισις νεφῶν, ἐνταῦθα ὕδωρ; ἐνταῦθα γὰρ ἡ
πύκνωσις ἀθροίζεται, ὅπου ἂν προκαθίζεσθαι ἔχῃ. διὸ καὶ
ἐν τοῖς ὄρεσι μᾶλλον ὕει ἢ ὅπου ἂν τὸ πλῆθος ὑπεξάγειν
δύνηται· περικαταλαμβανόμενον γὰρ πυκνοῦται· δεῖ δὲ
τοῦτο γενέσθαι. καὶ ἐν ταῖς εὐδίαις μᾶλλον ὕει. ἐν Ἑλ-
λησπόντῳ μὲν οὖν ἄνωθεν ὁ βορέας πολλὰ συνωθεῖ νέφη,
πρὸς δὲ τὴν Ἀττικὴν καὶ τὰς νήσους ὁ Ἑλλησποντίας, ὥς-
περ ὕλην ἔχων· καὶ γὰρ περιίσταται τὰ πολλὰ ἐκ τοῦ βο-
ρέου. περὶ δὲ Λέσβον ὁ εὖρος καὶ ὁ νότος ἐκ τοῦ πελάγους
φέροντες πολλὰ νέφη προσβάλλει τῇ χώρᾳ. τὸν αὐτὸν τρό-
πον καὶ ἐπὶ τῶν ἄλλων.

Διὰ τί λέγεται “μή ποτ' ἀπ' ἠπείρου δείσῃς νέφος
ἀλλ' ἀπὸ πόντου χειμῶνος, θέρεος δὲ ἀπ' ἠπείροιο μελαί-
νης;” ἢ διότι τοῦ μὲν χειμῶνος ἡ θάλαττα θερμοτέρα, ὥστε
εἴ τι συνέστη, δῆλον ὅτι ἀπ' ἀρχῆς ἰσχυρᾶς συνέστηκεν·
ἐλύθη γὰρ ἂν διὰ τὸ ἀλεεινὸ εἶναι τὸν τόπον. τοῦ δὲ θέ-
ρους ἡ μὲν θάλαττα ψυχρά, καὶ τὰ πόντια πνεύματα, ἡ
δὲ γῆ θερμή, ὥστε εἴ τι ἀπὸ τῆς γῆς φέρεται, διὰ μείζονος
ἀρχῆς συνέστη· διελύθη γὰρ ἄν, εἰ ἀσθενὲς ἦν.

Διὰ τί ἐν τῇ Ἀρκαδίᾳ ὑψηλῇ οὔσῃ τὰ μὲν πνεύματα
οὐθὲν ψυχρότερα τῶν παρὰ τοῖς ἄλλοις, ὅταν δὲ νηνεμία ᾖ
καὶ ἐπινέφελα, ψυχρά, ὥσπερ ἐν τοῖς ὁμαλέσι τοῖς ἑλώ-
δεσιν; ἢ ὅτι καὶ ἡ Ἀρκαδία ὁμοία γίνεται τοῖς ἑλώδεσιν·
οὐ γὰρ ἔχει ἐξόδους τοῖς ὕδασιν εἰς θάλατταν, διὸ καὶ βά-
ραθρα πολλὰ αὐτόθι ἐστίν. ὅταν μὲν οὖν ᾖ ἄνεμος, ἀπορρι-
πίζει τὴν ἐκ τῆς γῆς ἀναθυμίασιν, οὖσαν ψυχράν· αὐτὰ
δὲ τὰ πνεύματα οὐ ψυχρὰ διὰ τὸ ἀπὸ τῆς θαλάττης προς-
βάλλειν· ἐν δὲ ταῖς νηνεμίαις ἀνιοῦσα ἡ ἀτμὶς ἀπὸ τοῦ ἐμ-
μένοντος ὕδατος ποιεῖ τὸ ψῦχος.

Διὰ τί, ἂν ἕωθεν πνεῖν ἄρξηται, διημερεύει μᾶλλον;
ἢ διότι ἀρχομένου τοῦ ἡλίου σφοδροτάτη ἡ φορά, διὸ ἐκτεί-
νεται τοιαύτη οὖσα. σημεῖον δὲ ὅτι ἰσχυρὰ ἡ σύστασις.

Διὰ τί βορέας τὴν ἡμέραν μὲν λαμπρός, τὴν δὲ νύ-
κτα πίπτει; ἢ διότι γίνεται ἀπὸ πεπηγότος ὑετοῦ, ὅταν
ἀναθυμιᾶται διὰ τὸν ἥλιον; πίπτει δὲ νυκτός, ὅτι οὐχ ἡ
αὐτὴ γένεσις, ἀλλὰ τοὐναντίον ποιεῖ· τὰς γὰρ νύκτας ἐκ-
πνεῖ, τὰς δὲ ἡμέρας ἧττον.

Διὰ τί τὰ ἀράχνια τὰ πολλὰ ὅταν φέρηται, πνεύ-
ματός ἐστι σημεῖα; πότερον ὅτι ἐργάζεται ὁ ἀράχνης ἐν
ταῖς εὐδίαις, φέρεται δὲ διὰ τὸ ψυχόμενον τὸν ἀέρα συ-
νιέναι πρὸς τὴν γῆν, τὸ δὲ ψύχεσθαι ἀρχὴ χειμῶνος· ση-
μεῖον οὖν ἡ φορὰ τῶν ἀραχνίων. ἢ ὅτι μετὰ τὰ ὕδατα καὶ
τοὺς χειμῶνας γίνεται τῶν ἀραχνίων ἀθρόα ἡ φορά, ἐν ταῖς
εὐδίαις ἐργαζομένων, διὰ τὸ ἐν τῷ χειμῶνι μὴ φαίνεσθαι;
δύσριγον γὰρ τόδε. καὶ φερόμενοι ὑπὸ τοῦ πνεύματος πολὺ
ἐκπηνίζονται. μετὰ δὲ τὰ ὕδατα εἴωθε πνεύματα γίνεσθαι
ὡς τὰ πολλά.

Διὰ τί οἱ βορέαι μεγάλοι τοῦ χειμῶνος ἐν τοῖς ψυ-
χροῖς τόποις ἐπινέφελοι, ἔξω δὲ αἴθριοι; ἢ ὅτι ἅμα ψυχροί
εἰσι καὶ μεγάλοι, ἐγγὺς δὲ μᾶλλον ψυχροί, ὥστε φθά-
νουσι πηγνύντες πρὶν ἀπῶσαι τὰ νέφη· ὅταν δὲ παγῇ, μέ-
νουσι διὰ βάρος. ἔξω δὲ τῷ μεγέθει ἐργάζονται μᾶλλον
ἢ τῷ ψυχρῷ.