Ὅσα περὶ τὰ θερμὰ ὕδατα
Συγγραφέας:
Προβλήματα
Bekker, Aristoteles Opera Omnia, 935b-937b


ΚΔ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΘΕΡΜΑ ΥΔΑΤΑ.



Διὰ τί τὸ θερμὸν ὕδωρ, ἐὰν ἐπικεχρισμένοι ὦσιν ἐλαίῳ,
ἧττον θερμόν ἐστι καταχεόμενον, τοῦ ἐλαίου θερμοῦ ὄντος; ἢ
διὰ τὸ λεαίνειν ὀλισθαίνει καὶ ἧττον ἐνδύνει;

Διὰ τί τὰ ὕδατα ἐν τοῖς φρέασι μετὰ μεσημβρίαν
γίνεται τοῦ θέρους θερμά; ἢ διότι τηνικαῦτα ἤδη κεκράτηκε
τὸ θερμὸν τὸν ἀέρα; πρὸ μεσημβρίας δὲ τὸ θερμὸν λύει
τὸ ψυχρὸν καὶ παύει· οὐχ ἅμα δὲ πέπαυται καὶ κρατεῖ,
ἀλλ' ὅταν ἐπιχρονίσῃ.

Διὰ τί τὸ ὕδωρ θερμότερον ἐνίοτε τῆς φλογὸς γινό-
μενον οὐ κατακάει τὰ ξύλα, ἡ δὲ φλὸξ κατακάει; ἢ ὅτι
ἡ μὲν φλὸξ λεπτομερές, καὶ τὸ ἀπ' αὐτῆς πνεῦμα, τὸ δὲ
ὕδωρ μεγαλομερές, ὥστε οὐκ εἰσδύεται; ἡ δὲ φλὸξ καὶ τὸ
ἀπὸ τῶν ἀνθράκων διὰ λεπτότητα εἰσιὸν διαλύει.

Διὰ τί τὸ μὲν ὕδωρ τὸ ζέον οὐ τήκει, ἡ δὲ κοιλία
τήκει; πότερον ὅτι τὸ μὲν θερμὸν τὸ ἐν τῇ κοιλίᾳ εἰσέρχε-
ται διὰ λεπτότητα, τὸ δὲ ὕδωρ οὐκ εἰσέρχεται διὰ παχύ-
τητα; ἢ διότι καὶ τὰ ἄλλα κωλύει τήκεσθαι τὸ ὑγρόν;
οὐθὲν γὰρ ἐν ὑγρῷ τήκεται. ἐν δὲ τῇ κοιλίᾳ τὸ ὑγρὸν εἰς
τὴν κύστιν ὑπονοστοῦν οὕτω λύει.

Διὰ τί τῶν ἀγγείων ὁ πυθμὴν οὐ κάει ἐνόντος τοῦ
ὕδατος καὶ ζέοντος, ἀλλὰ καὶ φέρουσι τοῦ πυθμένος ἐχό-
μενοι, ἐξαιρεθέντος δὲ κάει; ἢ ὅτι σβέννυται τὸ ἐγγινόμε-
νον θερμὸν ἐν τῷ πυθμένι ὑπὸ τοῦ ὕδατος; διὸ καὶ οὐ τή-
κεται τὰ τηκτά, ἂν μὴ ψόφος ἐμπέσῃ.

Διὰ τί οὐχ ὑπερζεῖ τοῦ χειμῶνος ὁμοίως καὶ τοῦ θέ-
ρους τὸ ὕδωρ, οὐ μόνον ὁμοίως θερμαινόμενον, ἀλλὰ καὶ
μᾶλλον καὶ ὁμοίως θερμὸν ὄν, καὶ ἔτι μᾶλλον; ἢ διότι ἡ
ὑπέρζεσίς ἐστιν ἡ ἀναβολὴ τῶν πομφολύγων; τὸ μὲν οὖν
ὕδωρ αὐτὸ θερμαίνεται τότε οὐθὲν ἧττον ἢ τοῦ ψύχους, αἱ
δὲ πομφόλυγες αἴρεσθαι οὐ δύνανται ὁμοίως διὰ τὸ τὸν
περιέχοντα ἀέρα εἶναι ψυχρόν, ἀλλ' ἐλάττους τε τὰ με-
γέθη αἴρονται ὑπὸ τοῦ ψύχους θλιβόμεναι, καὶ διακόπτον-
τος τοῦ ἀέρος ταχὺ διαπίπτουσιν. ὥστε ἐλάττους τε τῷ ὄγκῳ
καὶ τῷ πλήθει γίνονται τοῦ χειμῶνος, τοῦ δὲ θέρους τοὐναν-
τίον. ἡ δὲ ὑπέρζεσις γίνεται διὰ τὸ πλῆθος καὶ τὸ μέγε-
θος τοῦ ἀφροῦ.

Διὰ τί τὸ μὲν θερμὸν ὕδωρ ῥυτιδοῖ, τὸ δὲ πῦρ θερ-
μὸν ὂν οὔ; ἢ ὅτι τὸ μὲν πῦρ ποιεῖ πνεῦμα, ὥστε ὀγκοῖ;
περιτείνεται γὰρ τὸ δέρμα. ἡ δὲ κάμψις ῥυτίς ἐστιν.

Διὰ τί τῶν ἀγγείων οἱ πυθμένες θερμαινομένου τοῦ
ὕδατος, ἕως ἂν ᾖ ψυχρὸν τὸ ὕδωρ, θερμότεροί εἰσιν; ἢ
διότι ψυχροῦ μὲν ἔτι ὄντος τοῦ ὕδατος ἐγκατακλείεται τὸ
θερμὸν καὶ ἀντιπεριίσταται εἴσω, κωλυόμενον ἐξιέναι, ὅταν
δὲ διαθερμανθῇ τὸ ἐνὸν ὕδωρ, οὐκέτι ἀποστέγοντος ἀλλὰ
διαπνέοντος καὶ ἐλάττονος γινομένου τοῦ πυρὸς ψυχρότερος
γίνεται ὁ πυθμήν, ὁμοίως ὥσπερ καὶ τὰ βαλανεῖα· καὶ
γὰρ ταῦτα τοῦ χειμῶνος θερμότερα ἢ τοῦ θέρους διὰ τὸ ἐγ-
κατακλείεσθαι τὸ θερμὸν ἐν τῷ χειμῶνι μᾶλλον ἢ ἐν τῷ
θέρει ὑπὸ τοῦ περιέχοντος ἀέρος ὄντος ψυχροῦ.

Διὰ τί τὸ μὲν ὕδωρ ζέον οὐκ ἐκπαφλάζει, τὸ δὲ
ἔτνος καὶ ἡ φακῆ; καίτοι κουφότερον τὸ ὕδωρ τούτων, τὰ
δὲ κοῦφα ῥᾷον ῥῖψαι πόρρω. ποιεῖ δὲ καὶ τὸ ἀργύριον
ταὐτό, καὶ τοῦτο καθαιρόμενον· διὸ οἱ ἐν τῷ ἀργυροκοπείῳ
καλλύνοντες κερδαίνουσιν· τὸ γὰρ διαρριπτούμενον συγκαλ-
λύνοντες λαμβάνουσι τὰ λείψανα. ἢ διότι ποιεῖ μὲν τὸν
ἐκπαφλασμὸν τὸ θερμὸν ἐξατμίζον καὶ βιαζόμενον τὰ
ἀντικρούοντα τῇ κατὰ φύσιν αὑτοῦ φορᾷ; τὸ μὲν οὖν ὕδωρ
διὰ κουφότητα καὶ λεπτότητα οὐκ ἀποβιάζεται, ὥστε οὐκ
ἀθροίζεται πολὺ θερμόν, ἀλλὰ πρὶν ἁλισθῆναι φθάνει
διακόψαν τὸ ἀεὶ προσελθόν. τὰ δὲ ἔχοντα ἐν αὑτοῖς
σῶμα, οἷον τὰ ῥοφήματα ἢ ὁ ἄργυρος, διὰ βάρος τὸ
σωματοειδὲς ἔχοντα πολύ, καὶ ἀνταπωθοῦντα διὰ τὸ ἀπο-
βιάζεσθαι βίᾳ, ἐξιόντος ἀποσφαιρίζεται ᾗ ἂν κρατήσῃ τὸ
θερμόν· οὐ γὰρ δίεισι διὰ πυκνότητα, ἀλλὰ κρατεῖ, ἕως
ἂν ὑπὸ τοῦ ἐπιρρέοντος θερμοῦ ἀπορριφθῇ. γίνεται δὲ πληγή,
οὐκ ὦσις, διὰ τὸ ταχὺ φέρεσθαι τὸ θερμὸν κάτωθεν ἄνω.

Διὰ τί τὰ μὲν ὀλίγον χρόνον ἐν τῷ θερμῷ βρεχό-
μενα ἀνοιδεῖ, τὰ δὲ πολὺν συμπίπτει καὶ γίνεται ῥυσά;
ἢ διότι τὸ θερμὸν ἐκ πεπηγότος ὑγρὸν ποιεῖ, ἐκ δὲ ὑγροῦ
πνεῦμα, τὰ δὲ πυκνὰ ἀραιοῖ; τὸ μὲν οὖν πρῶτον θερμαῖ-
νον τὰ πεπηγότα ὑγρότερα ποιεῖ, καὶ ἐξ ὑγρῶν πνευμα-
τοποιοῦν ὀγκηρὰ ποιεῖ διαχέον· ὅταν δὲ μᾶλλον θερμαίνῃ
τὸ πέριξ, ἀραιὸν ποιεῖ, ὥστε ἀποπνεῖται ἡ ἀτμίς, καὶ τὸ
ὑγρὸν ξηραινόμενον συμπίπτειν ποιεῖ τοὺς ὄγκους. συμπι-
πτόντων δὲ ῥυσοῦται τὸ πέριξ δέρμα πάντων. ᾗ δὲ ἀνω-
μάλως, ταύτῃ ῥυσὸν γίνεται.

Διὰ τί ὑπὸ τῶν θερμῶν ὑδάτων μᾶλλον ἢ ὑπὸ τῶν
ψυχρῶν πήγνυνται λίθοι; πότερον ὅτι τῇ τοῦ ὑγροῦ ἐκλεί-
ψει γίνεται λίθος, μᾶλλον δὲ ὑπὸ τοῦ θερμοῦ ἢ τοῦ ψυχροῦ
ἐκλείπει τὸ ὑγρόν, καὶ ἀπολιθοῦται δὴ διὰ τὸ θερμόν, κα-
θάπερ καὶ Ἐμπεδοκλῆς φησὶ τάς τε πέτρας καὶ τοὺς λί-
θους καὶ τὰ θερμὰ τῶν ὑδάτων γίνεσθαι. ἢ τὸ θερμὸν
ἀπολιθοῖ· καὶ ὑπὸ τοῦ ψυχροῦ δὲ λιθοῦται διὰ τὸ τὴν ὑπερ-
βολὴν τοῦ πάγου τὸ ὑγρὸν ἀναλίσκουσαν σκληρύνειν; δῆλον
οὖν ἐκ τῆς ὑπερβολῆς καὶ τὸ ἁπλῶς.

Διὰ τί ἐν τῷ θερμῷ ὕδατι ἐὰν τὸν πόδα ἔχῃ τις,
ἠρεμοῦντος μὲν ἧσσον δοκεῖ εἶναι θερμόν, ἐὰν δὲ κινηθῇ,
θερμότερον; ἢ ὥσπερ καὶ ἐπὶ τοῦ σώματος, ἐὰν ἐν τῷ
πνεύματι τροχάζῃ τις, ἀεὶ ὁ προϊστάμενος ἀὴρ ψυχρότε-
ρος· εἰς δὲ τὸ πορρώτερον εἰσιὼν μᾶλλον ἀσθάνεται.

Διὰ τί ἐν τῷ ἡλίῳ μᾶλλον ἢ τῇ σκιᾷ τὰ θερμὰ
ψύχεται; πότερον ὅτι τὸ θερμὸν τὸ ἔλαττον ὑπὸ τοῦ πλείο-
νος φθείρεται; ἢ ὅτι ἐν μὲν τῇ σκιᾷ τὸ ψυχρὸν περιεστη-
κὸς θλίβει τὸ ἐνὸν θερμὸν καὶ οὐκ ἐᾷ ἐπεξιέναι, ὥσπερ καὶ
τοῖς θνήσκουσι ποιεῖ τὸ ψυχρὸν προσχεόμενον· ἐγκατα-
κλείει γὰρ τὸ θερμὸν καὶ κωλύει ἐξιέναι· καὶ ὅλως τοῦ
χειμῶνος ἅπασι συμβαίνει τὰ ἔσωθεν θερμότερα· ἐν δὲ
τῷ ἡλίῳ οὐδενὸς ἀντιφράττοντος φέρεται καὶ θᾶττον ἀπο-
λείπει.

Διὰ τί τὸ ἐν τῷ ἡλίῳ θερμαινόμενον ὕδωρ ὥστε λούε-
σθαι οὐκ ἔστιν ὑγιεινότερον; πότερον ὅτι διὰ τὸ ψύχεσθαι;
καὶ ἔτι ἐπεὶ τὸ σωμάτιον φρίττειν ποιεῖ; ἢ ποιεῖ μὲν καὶ
τοῦτο, ἀλλὰ κἂν πολλάκις λούηταί τις, νοσερόν ἐστιν; τὸ
μὲν γὰρ θερμὸν ὅλως πεπτικόν ἐστι καὶ ξηραντικόν, τὸ δὲ
ψυχρὸν σταλτικόν, ὥστε ἄμφω ποιεῖ τι ἀγαθόν. διὸ καὶ
τὸ ὕδωρ καὶ τὸ ψυχρὸν λουομένοις καὶ τὸ θερμὸν τὸ ὑπὸ
τοῦ πυρὸς χρήσιμον· τὸ δὲ ὑπὸ τοῦ ἡλίου διὰ τὴν ἀσθέ-
νειαν τῆς θερμότητος οὐδέτερον τούτων ποιεῖ, ἀλλὰ ὑγραίνει
ὥσπερ τὸ τῆς σελήνης φῶς.

Διὰ τί τὸ ἐν τῷ ἡλίῳ θερμανθὲν ὕδωρ οὐκ ἀγαθόν;
ἢ ὅτι τὰ ψυχόμενα ῥιγοῦν ποιεῖ;

Διὰ τί τὰ ἐν Μαγνησίᾳ καὶ τὰ ἐν Ἀταρνεῖ θερμὰ
πότιμά ἐστιν; ἢ διότι ἐμβάλλει ὕδωρ πλεῖον ἀπορρέοντι τῷ
θερμῷ, οὗ ἡ μὲν ἁλμυρότης ἀφανίζεται, ἡ δὲ θερμότης
διαμένει;

Διὰ τί ἐν Μαγνησίᾳ τὰ θερμὰ τοῦ μὲν θερμὰ εἶναι
ἐπαύσατο, ἁλμυρὸν δὲ ἦν τὸ ὕδωρ; ἢ πλεῖον ἐπεχύθη ἅμα
ψυχρὸν ἐπὶ τὰς πηγὰς ἀλλότριον, καὶ ἐναπέσβεσε τὴν
θερμότητα; ἡ δὲ γῆ ἁλμυρὰ μὲν ἦν, θερμὴ δὲ οὔ, διὰ τὸ
πλῆθος τοῦ ὕδατος τοῦ ἐμβάλλοντος. ὅμοιον οὖν συνέβη τῷ
διὰ τῆς τέφρας ὕδατι ἠθουμένῳ· καὶ γὰρ τοῦτο διὰ θέρμης
ἠθούμενον ἐκείνην μὲν καταψύχει, καὶ αὐτὸ ψυχρὸν γίνε-
ται, ἁλμυρόν τε καὶ πικρὸν διὰ τὴν τέφραν ἐστίν. ἐπεὶ δὲ
τὸ προσιὸν ἠλλοτριωμένον ἐστί, δι' ἄλλην αἰτίαν ἐκράτησεν
ἡ θερμότης ἐνοῦσα ἐν τῇ γῇ τῆς ψυχρότητος τοῦ ὕδατος δι'
ὀλιγότητα, καὶ ἐγένετο πάλιν θερμά.

Διὰ τί τὰ ὅλα τῶν θερμῶν ὑδάτων ἁλμυρά; ἢ διότι
τὰ πολλὰ διὰ γῆς ἠθεῖται στυπτηριώδους (δηλοῖ δὲ ἡ ὀσμὴ
αὐτῶν) κεκαυμένης δέ; ἡ δὲ τέφρα πάντων ἁλμυρὰ καὶ
θείου ὄζει. διὸ καὶ συγκάει οὕτως ὥσπερ ὁ κεραυνός. πολλὰ
οὖν θερμά ἐστιν ἀπὸ ἐπισημάνσεως κεραυνῶν.

Διὰ τί τὰ θερμὰ λουτρὰ ἱερά; ἢ ὅτι ἀπὸ τῶν ἱερω-
τάτων γίνονται, θείου καὶ κεραυνοῦ;