Περί ωροσκόπου της καταρχής εκ των Τεύκρου, Βαβυλωνίου ή Απομασάρ

Β. & Γ. Ῥητορίου, Ἀποτελεσματικὴ σύνταξις ἐξ Αἰγυπτίων.
Περι ὡροσκόπου τῆς καταρχῆς (ἐκ τῶν Τεύκρου Βαβυλωνίου ἢ Ἀπομασάρ)

Συγγραφέας:
Ἐπιτομή Τέχνης Ἀστρονομικῆς


ιβ' Πῶς δεῖ μοιρικῶς εὑρεῖν τὰ κέντρα τῶν ιβ' τόπων

Επεξεργασία

Ὑπόδειγμα γενέσεως • κλίματι ε', ἔτους Διοκλητιανοῦ ρμε', Θὼθ ι' εἰς τὴν ια', ὥρα νυκτὸς δ' ἀρχομένη, Ἥλιος Παρθένου ιδ' ιθ', Σελήνη Ἰχθύων γ' δ', Κρόνος Τοξότου ιδ' λα', Ζεὺς Ζυγοῦ ιε' μα', Ἄρης Παρθένου κα' ς•', Ἀφροδίτη Λέοντος κε' μ', Ἑρμῆς Ζυγοῦ γ' λζ', ὡροσκόπος Ταύρου κε' ις', μεσουράνημα Ὑδροχόου γ' λζ', ἀναβιβάζων Αἰγοκέρωτος λ' μα', σύνοδος Παρθένου α' κς ', Τυχη Τοξότου ς•' λα', Δαίμων Σκορπίου ιδ' α'.

Ποιησώμεθα τὴν ἔκθεσιν τῶν ιβ' τόπων μοιρικῶς πρὸς τὸ ὑπόδειξαι ἡμᾶς κατὰ τὸν φυσικὸν καὶ ἀκόλουθον λόγον τὰς κεκεντρωμένας καὶ ἀποκεκλικυίας τῶν μοιρῶν διαστάσεις οὕτως•

Ἐπειδὴ γὰρ αἱ ε' προαναφερομενοι μοῖραι ..., ὥς φησιν ὁ Πτολεμαῖος, ταύτας ἀφελόντες ἀπὸ τῆς δεδομένης τοῦ ὡροσκόπου μοίρας, εὑρήσομεν τὴν ἀρχὴν τῆς κεντρώσεως τοῦ ὡροσκόπου τὸ κ' ις '• ταύταις ἐν τῇ ὀρθῇ σφαίρᾳ παράκεινται ἀναφοραὶ ρλζ' μδ'. λαβόντες δὲ καὶ τοὺς ὡριαίους χρόνους τῆς κ' ις' μοίρας τοῦ Ταύρου κατὰ τὸ ε' κλίμα ιζ' μδ' καὶ δὶς τούτους ποιήσαντες ἔσχομεν ὥρας λε' κη' καὶ ἀφελόντες ἀπὸ τῶν ρλζ' μδ' εὕρομεν λοιπὸν ρβ' ις'. ταύταις ταῖς ρβ' ις' συμμεσουρανεῖ ἐν τῇ ὀρθῇ σφαίρᾳ Κριοῦ ιγ' κα'. καὶ πάλιν τῇ αὐτῇ τάξει ἀπὸ τῶν ρβ' ις' ἀφελόντες λε' κη', λοιπὸν εὕρομεν ξς' μη', οἷς συμμεσουρανεῖν πάλιν ἐν τῇ ὀρθῇ σφαίρᾳ εὕρομεν Ἰχθύων δ' η', ἔσται ἄρα ἡμῖν αὕτη μὲν ἡ τῶν Ἰχθύων μοῖρα δ' καὶ ἠ ἀρχὴ τοῦ ια' τόπου, ἡ δέ μοίρα Ὑδροχόου γ' ια' ἀρχὴ τοῦ ι', ὥστε εἶναι τὴν Σελήνην μᾶλλον ἐν τῷ ι' τόπῳ• πάλιν δὲ τὰ λε' κη' ἀφελόντες ἀπὸ τῶν ξς' μη' λοιπόν μοίραι λα' κ', αἷς συμμεσουρανεῖν εὕρομεν ἐν τῇ ὀρθῇ σφαίρᾳ Αἰγοκέρωτος κθ' ζ', αὖται ἄρα ἔσονται ἀρχαὶ τοῦ μεσουρανήματος• ἧν δὲ ἐξ ἀρχῆς μεσουράνημα Ὑδροχόου κγ' λζ'. προηγεῖται ἄρα μοίρας δ' λ', ὤφειλε δὲ προηγεῖσθαί μοίρας ε'. διήνεγκεν ἄρα οὐδὲν λ'. τὸ δὲ αἴτιον τοῦτο. ὁ γὰρ Πτολεμαῖος οὔτε χρονικὰς οὔτε τοπικὰς λέγει μοίρας ὀφείλειν προηγεῖσθαι τοῦ κέντρου, ἀλλὰ τὰς τοῦ νοητοῦ ζῳδιακοῦ τοῦ ἀκίνητου τοῦ σχηματίζοντος τὰς κινουμένας τοπικάς τε καὶ χρονικὰς μοίρας. ἡμεῖς δὲ ἐλάβομεν τὰς κινουμένας καὶ αἰσθητὰς μοίρας ε'. ὅταν οὖν λέγῃ ὁ Πτολεμαῖος καὶ «τοὺς ταύταις ταῖς λ' μοίραις δεξιοὺς ἑξαγώνους», περὶ τῶν νοητῶν λέγει• ἐκεῖναι γὰρ εἰσιν αἱ κατὰ λ' μοίρας ἀεὶ σχηματίζουσαι ἀλλήλας ἀκριβῶς• αἱ δὲ κινούμεναι τὸ παχυμερῶς ἔχουσιν.

Ἀλλὰ δεῖ τὸν τόπον ἀκριβεστέρως ἐκτίθεσθαι πάλιν, ἐπειδὴ ἀπὸ Αἰγοκέρωτος κθ' ζ' ἕως Καρκίνου κθ' ζ', χρόνοι τῶν μεσουρανήσεων εἰσὶ τοῦ ἠμισφαιρίου ρπ' μοῖραι, ὧν αἱ ἀπὸ Αἰγοκέρωτος κθ' ζ' ἕως Ταύρου κ' ις' συμμεσουρανήσεις χρόνων εἰσὶν ἑξάκις ιζ' μδ', του¬τεστιν ρς' κδ'. λοιπόν ἄρα ἀπὸ Ταύρου κ' ις' ἕως Καρκίνου κθ' ζ' συμμεσουρανήσεις χρόνων εἰσὶ τῶν λειπόντων εἰς τὸ ἡμισφαίριον ογ' λς' ὧν τὸ γ' χρόνων εἰσὶ κδ' λβ'. ἀφελόντες οὖν τὰ κδ' λβ' ἀπὸ τῶν δεδομένων μοιρῶν λα' κ' λοιπόν μοίραι ς' μη'• αἷς συμμεσουρανοῦσιν Αἰγοκέρωτος ς' ιγ'. ἔσται ἄρα τοῦ θ' ἀρχὴ Αἰγοκέρωτος μοῖραι ς' ις'. πάλιν ἀπὸ τῶν ς' μη' ἀφελόντες κδ' λβ' λοιπόν μοίραι τμβ' ις'• αἷς συμμεσουρανοῦσιν Τοξότου μοῖραι ις' μς'. καὶ ἔσται ἄρα ἀρχὴ τοῦ η' Τοξότου μοῖραι ιγ' μη'. πάλιν τὰ κδ' λβ' ἁφαίρει ἀπὸ τῶν τμβ' ις', λοιπὸν τιζ' μδ'• αἷς συμμεσουρανοῦσι Σκορπίου κ' ις', ὅπερ ἐστὶ κατὰ διάμετρον τῷ ὡροσκόπῳ• τὰ δὲ κατὰ διάμετρον σημεῖα τούτοις ἀρχαὶ ἔσονται τῶν ὑπογείων τόπων, τουτέστι β' γ' δ' ε' ς '.

Ἰστέον δὲ ὅτι εἰ μέλλει τις κατὰ Πτολεμαῖον ἀποτελεῖν, ἐκ τῶν Πτολεμαίου ὁρίων καὶ μεθόδων καὶ τοῦ κλήρου τῆς Τύχης δεῖ ἀποτελεῖν• εἰ δὲ κατ' Αἰγυπτίους, ἐκ τῶν Αἰγυπτιακῶν, εἰ δὲ ἀπὸ τῶν Οὐάλεντος, κατὰ τὰς Οὐάλεντος μεθόδους τόν τε ὡροσκόπον καὶ τὸ μεσουράνημα δεῖ ψηφίζειν καὶ πάντα ἔσται σύμφωνα ἀλλήλοις. καὶ γὰρ καὶ τὰ ὑποδείγματα αὐτῶν κατὰ τὰς αὐτῶν μεθόδους ἔχουσι πρὸς τοὺς ὡροσκόπους καὶ τὰ μεσουρανήματα. ὅθεν καὶ δοκεῖ ἐπιτυγχάνειν τοῖς ὑποδείγμασιν αὐτοῦ. δεῖ δὲ μετὰ πάντα τὰ σχήματα, εἴτε ἀγαθὰ εἴτε φαῦλα, εὔχεσθαι τῷ θεῷ ἵλεῳ τυχεῖν αὐτοῦ• μόνος γὰρ οὗτος ἅπαντα δύναται.

ιγ'. Περὶ χρόνων ζωῆς κατὰ πάντας τοὺς ἄρχοντας καὶ οἰκοδεσπότας

Επεξεργασία

Ἐὰν ᾖ ἀφέτης ὁ κλῆρος τῆς Τύχης ὁ Ἥλιος κακούμενος ὑπὸ Κρόνου Ἄρεως ἀναιρέτης ἔσται• φησὶ γὰρ «Σελήνης δὲ ἀφιείσης καὶ ὁ τοῦ Ἡλίου τόπος ἀναιρεῖ» καὶ τὰ ἑξῆς, ἀλλὰ καὶ ἐπὶ ἑτέρας γενέσεως πανσεληνιακῆς μὴ ὄντος τοῦ κλήρου τῆς Τύχης ἀφέτου, ἀλλ' ὅμως καὶ τότε ὁ Ἥλιος κακωθεὶς καὶ κολλήσας τῷ κλήρῳ τῆς Τύχης ἤ τις ἕτερος τῶν κακοποιῶν, ὁρᾶν δεῖ μὴ καὶ οὐ θανατικὲς γένηται κλιμακτήρ, διὰ τὸ εἶναι τόν τε κλῆρον τῆς Τύχης σεληνιακὸν ὡροσκόπον καὶ κέντρον ὡροσκοπικὸν καὶ δύναμιν ἔχειν κέντρου, κἄν ἐν ἀποκλίσει ᾖ. ἐπὶ δὲ συνοδικῆς γενέσεως, οὐκέτι τὸ αὐτὸ δεῖ τηρεῖν.

ιδ'. Πῶς δεῖ εὑρεῖν τὰς ς' ὥρας ἃς ἀπέχει ὁ ὡροσκόπος τῶν παρ' ἑκάτερα τοῦ τε μεσουρανήματος καὶ τοῦ δύνοντος

Επεξεργασία

Κλίματι ε', ὡροσκόπος Ταύρου ια' ιγ', μεσουράνημα Αἰγοκέρωτος κγ', ἀναφορὰ κλίματος Ταύρου ια' ιγ', χρόνος κδ' νδ', μεσουρανήματος ὀρθὴ σφαῖρα Ταύρου ια' ιγ', ρκη' μβ ** ἀπὸ ργ' μη' ἡμερινοὶ ὡριαίοι χρόνοι τοῦ ὡροσκόπου ιζ', ιθ'. μερίζω παρὰ τὰ ιζ' ιθ' τὰ ργ' μη', γίνονται ὧραι καιρικαὶ ς' ἔγγιστα, ἃς ἀπέχει ἡ Ταύρου ια' ιγ' τοῦ μεσουρανήματος Αἰγοκέρωτος κγ' ō'• εὑρεῖν καὶ τό του ἀντιμεσουρανήματος ἀπόστημα• ἀντιμεσουράνημα Ταύρου ια' ιγ', τουτέστιν ὑπόγειον, Σκορπίου ια' ιγ'. ἀναφορὰ ὀρθῆς σφαίρας τη' μβ', ἀναφορὰ κλίματος σλβ' λ'• ὑπεροχὴ ος' ιβ'. ὡριαῖοι χρόνοι τοῦ ὡροσκόπου ιβ' μα'. μέρισον παρὰ τὰ ιβ' μα' τὰ ος' ιβ' γίνονται ὧραι ς' ἐγγύς, ἃς ἀπέχει τὸ ὑπόγειον τοῦ μεσουρανήματος. οὐκοῦν ὑποκειμένης Ταύρου ια' ιγ' μοίρας ἀντιμεσουρανήματι φήσομεν ὅτι μετὰ τοὺς τῆς ὑπεροχῆς χρόνους oς' ιβ' ἀφίξεται τὸ ὑπόγειον ἐπὶ τὸ ἀνατολικὸν κέντρον• ὑποκειμένου δὲ πάλιν ὡροσκοπου Ταύρου ια' ιγ', φήσομεν ὅτι μετὰ τοὺς τῆς ὑπεροχῆς χρόνους ργ' μη' ἀφίξεται ὁ ὡροσκόπος ἐπὶ τὸ μεσουρανοῦν κέντρον. τὸ δὲ ὅμοιον καὶ ἐπὶ ἑκάστης τυχούσης τοῦ ζῳδιακοῦ μοίρας ληψόμεθα καὶ ἐπὶ τῶν λοιπῶν δὲ τὸ αὐτό ἐστι διάστημα καὶ ἀπὸ τοῦ δ' ἕως τοῦ ζ' καὶ ἀπὸ τοῦ ζ' ἕως τοῦ ι', τουτέστι τοῦ μεσουρανήματος.

Ἀλλὰ δὴ ὑποκείσθω νῦν ὡροσκόπος ἀφέτης Ταύρου ιβ' ō', μεσουράνημα Αἰγοκέρωτος κγ' λ', χρόνος ἀναφορικὸς κε' κς', ὀρθῇ σφαίρᾳ κε' κς', Κρόνος δὲ μοῖρα qζ' μς'. καὶ δέον εὑρεῖν μετὰ πόσους χρόνους ἡ ἑπομένη πλευρὰ τοῦ Κρόνου κολλήσει τῷ ἀφέτῃ, τουτέστι τῇ ιβ' μοίρᾳ τοῦ Ταύρου. λαβὼν τὰς συμμεσουρανούσας τῷ Κρόνῳ μοίρας qζ' ζ' τῆς ὀρθῆς σφαίρας, ἀφ' ὧν ἀφελὼν τὰς κε' κς' συμμεσουρανούσας τοῦ Αἰγοκέρωτος, † καὶ λοιπὸν μένουσα τῆς ὑπεροχῆς μοίρας οα' μα'. ἀπέχει δὲ καὶ ὁ ἀφέτης τοῦ μεσουρανήματος χρόνους ρδ' β'. ἀφέστηκε μὲν οὖν ὁ Κρόνος ἀπὸ τοῦ ὡροσκόπου χρόνους λβ' κα'. ἡμερινοὶ ὡριαῖοι χρόνοι κλίματι πέμπτῳ ιε' κς '. μερίζω τὰ οα' μα' παρὰ τὰ ιε' κς', γίνονται ὧραι καιρικαὶ δ' L ιβ" ιε. καὶ ἐπειδὴ ζητῶ τὴν ἑξάγωνον ἑπομένην μοῖραν τοῦ Κρόνου πότε κολλᾷ τῷ ἀφέτῃ, προστίθημι ταῖς qζ' ζ' τοῦ μεσουρανήματος μοίραις τοῦ Κρόνου τὰς ξ' μοίρας τῆς ἑξάγωνου πλευρᾶς• καὶ γίνονται σφαίρας ρνζ' ζ', τουτέστι Διδύμων μοῖραι θ' ἐγγύς. ἡ ἄρα ἑπομένη ἑξάγωνος τοῦ Κρόνου πλευρὰ ἔχει Διδύμων θ' ἐγγὺς κατὰ τὴν σφαῖραν.

Πάλιν Κρόνῳ ἐν τῷ πέμπτῳ κλίματι παράκεινται ἀναφορικοὶ χρόνοι δ' κς' ἐγγύς. ταύταις προστίθημι ξ' διὰ τὸ ἑξάγωνον ζητεῖν• γίνονται ξδ'• καὶ εὑρίσκεται ἐν τῇ ξδ' μοιρᾳ Διδύμων κζ' ō ἐγγύς. ἡ ἄρα ἑπομένη ἑξάγωνος πλευρὰ τοῦ Κρόνου κατὰ ταύτην τὴν θέσιν τοῦ ὡροσκόπου ἀπέχει Διδύμων κζ' ō ἐγγύς. κατὰ δὲ τήν του μεσουρανήματος ἀπέχει θ' ἐγγύς• διήνεγκεν ἄρα ἡ πρώτη θέσις τῆς δευτέρας μοίρας διὰ τοῦ ἑξάωρου ιη'. καθ' ἑκάστην ἄρα ὥραν διοίσει ἑκάστη θέσις τῆς ἐφεξῆς μοίρας γ'. ὁ δὲ Κρόνος ἀπέχει τοῦ μεσουρανήματος ὥρας καιρικὰς δ' L ιβ ιε ἐγγύς. ἐπιλαμβάνει ἄρα ὁ Κρόνος διαφορὰν τὴν ἐπιβάλλουσαν ταῖς δ' L ιβ ιε ὥραις, μοίρας ιδ' ἐγγύς• ταύτας τὰς ιδ' μοίρας πρόσθες τῇ προηγουμένῃ οἰκείᾳ μοίρα τῶν Διδύμων τουτέστι μοίρα θ', γίνονται Διδύμων μοῖραι κγ'. διὰ τοῦτο δὲ προσ¬τίθημι διότι εἰσὶν αἱ τῆς ὀρθῆς σφαίρας μοῖραι θ' αἱ ἑξαγωνικαὶ ἥττονες τῶν κζ' μοιρῶν Διδύμων οὐσῶν τῶν ὡροσκοπικῶν• εἰ γὰρ ἦσαν πλείους αἱ τῆς ὀρθῆς σφαίρας τῶν ὡροσκοπικῶν, ἀφείλομεν ἂν θ' μοίρας. ἐπὶ τὰ ἑπόμενα τὴν σφαῖραν κινήσωμεν• εὕρηται ἄρα ἡ του Κρόνου ἑξάγωνος πλευρὰ Διδύμων κγ'. καὶ ἐπειδὴ ἀφέτης ἐστὶν ὡροσκόπος Ταύρου ιβ' ο', χρησώμεθα ταῖς ἀναφοραῖς τοῦ ὡροσ¬κόπου καὶ εὑρήσομεν χρόνους τοὺς μὲν ἐξαγωνικῶς, ἐπιβάλλοντας κδ' γ' ἐγγύς• μετὰ ἐνιαυτοὺς ἄρα κδ' μδ' ἀποφαινόμεθα τὸν Κρόνον κατὰ ἑξαγωνικὴν πλευρὰν κολλᾶν τῷ τόπῳ.

Τριγωνικὴν πλευρὰν λαβεῖν ἀπὸ τοῦ ἑπομένου εἰς τὸ ἡγούμενον• ἔστω δὴ ἀπὸ τοῦ ια' τόπου εἰς τὸν ζ' — Κλίματι γ', ὡροσκόπος Λέοντος ιθ' θ', μεσουράνημα Ταύρου ιε', Κρόνος Διδύμων η'. οἱ παρακείμενοι τῇ τε μεσουρανούσῃ καὶ ὡροσκοπούσῃ μοίρᾳ χρόνοι ρλβ' κη' ἐγγύς. οἱ παρακείμενοι τῷ Κρόνῳ ἐν τῇ ὀρθῇ σφαίρᾳ χρόνοι ρνς' ι'• οἱ δὲ παρακείμενοι τῷ Ταύρῳ ιε' ρλβ' κη'. ἡ ὑπεροχὴ κδ' ἐγγύς• ἡμερινοὶ ὡριαίοι χρόνοι ιζ'. μερίζω τὰς κδ' μοίρας παρὰ τὰ ιζ'• εὑρίσκω ὥρας καιρικὰς α' κα', ἃς ὁ Κρόνος ἀφέστηκε τοῦ μεσουρανήματος. πάλιν ἐκ τῶν τοῦ Κρόνου συμμεσουρανήσεων ἀφαιρῶ χρόνους ρκ' τῆς ἑξαγωνικῆς πλευρᾶς, γίνονται χρόνοι λς'. ταύταις ταῖς λς' συμμεσουρανεῖ Ὑδροχόου μοῖρα δ' ἐγγὺς κατὰ θέσιν. οὕτως ἄρα ταύτην εὗρον πρὸς τὸν Κρόνον ἑξάγωνον τῇ τοῦ Ὑδροχόου μοίρᾳ δ'. πάλιν συνανατέλλει τῷ Κρόνῳ χρόνος νβ' λ' ἐγγὺς ἐν τῷ γ' κλίματι• ἐξ ὧν ἀφαιρῶ ρκ' τῆς τριγωνικῆς πλευρᾶς, λοιπὸν σqβ' λ', ταύταις συνανατελλει ἡ τοῦ Αἰγοκέρωτος μοῖρα ζ β'. κατὰ τὴν θέσιν ἄρα ταύτην εὕρηται πρὸς τὸν Κρόνον τρίγωνος ἡ τοῦ Αἰγοκέρωτος μοῖρα ζ'β'. ὑπεροχὴ τῶν β' διαστάσεων μοῖραι κζ' ὧν τὸ ἕκτον μέρος διὰ τὸ ἑξάγωνον γίνονται δ' L'• καὶ ἐπειδὴ ἐδείχθη ὁ Κρόνος ἀφεστηκὼς τοῦ μεσουρανήματος ὥρας καιρικὰς α' κα', ταύτας ἐπὶ τὰ δ' L' γίνονται ζ' ἐγγύς• ταύτας τὰς ζ' ἀφαιρῶ ἀπὸ τῆς δ' μοίρας τοῦ Ὑδροχόου καὶ λοιπὸν κζ' γίνονται μοῖραι μετὰ προσθήκης λ'. ἀπὸ τοῦ Κρόνου τριγωνικὴ δεξιὰ πλευρὰ ἡ τοῦ Αἰγοκέρωτος μοῖρα κζ' ἐγγύς, καί ἐστιν ἡ κζ' μοῖρα Αἰγοκέρωτος τριγωνικὴ πλευρὰ Κρόνου.

Τύχη Σκορπίου κδ', Κρόνος Αἰγοκέρωτος ζ', ὡροσκόπος Τοξότου α', μεσουράνημα Ζυγοῦ ιζ', κλίματι γ'. δεῖ εὑρεῖν πότε ὁ Κρόνος τῇ Τύχῃ κολλᾷ. τῆς μεσουρανούσης μοίρας Ζυγοῦ ιζ' συμμεσουρανοῦσι χρόνοι σπε', τῇ δὲ Τύχῃ συμμεσουρανοῦσι χρόνοι τκα'• ὑπεροχῇ λς'• ἡμερινοὶ ὡριαίοι χρόνοι τῆς Τύχης κλίματι γ', ιγ'. μερίζω τὰ λς' παρὰ τὰ ιγ', γίνονται ὧραι β' ἥμισυ γ' ἐγγύς, ἅς ἀφέστηκεν ἡ Τύχη τοῦ μεσουρανήματος. πάλιν Κρόνῳ συμμεσουρανοῦσι χρόνοι ζ'. ἀφίσταται τοῦ Ζυγοῦ ιζ' συμμεσουρανούσας σπε', λοιπόν πβ'. ἡμερινοὶ ὡριαῖοι χρόνοι τῆς του Κρόνου μοίρας ιβ' λβ'. ταύτας ἐπὶ τὰς τῆς ἀποστάσεως ὥρας καιρικὰς β' ἥμισυ τρίτον, γίνονται χρόνοι λε' λα'. ταύτας ἀφαίρει ἀπὸ τῶν πβ'• λοιπόν μς ' κθ'. ῥητέον οὖν ὅτι μετὰ ἔτη μς' ἥμισυ ὁ Κρόνος κολλᾷ τῷ κλήρῳ τῆς Τύχης.

Ἄλλο. — Πὼς δεῖ εὑρεῖν πόσας ὥρας ἀπέχει ὁ ἀφέτης τοῦ μεσουρανήματος εὑρεθεὶς ἐν τῷ ιβ' τόπῳ καί πως ἀπ' αὐτοῦ λαμβάνεται τὸ μεσουράνημα

Επεξεργασία

Μεσουράνημα Ταύρου κθ', ἀφέτης Κριοῦ ις', κληρος δ', οἱ συμμεσουρανοῦντες τῇ του Ταύρου μοῖρα κθ' χρόνοι ρμζ'. οἱ δὲ τῷ ἀφέτῃ συμμεσουρανοῦντες χρόνοι ρε', ὧν ἡ ὑπεροχὴ μβ'. ἡμερινοὶ ὡριαῖοι χρόνοι τοῦ ἀφέτου ιε' μζ'• μερίζω παρὰ τὰ ιε' μζ' τὰ μβ', γίνονται ὧραι καιρικαὶ β' ἥμισυ ἕκτον• τοσαύτας ὁ ἀφέτης τοῦ μεσουρανήματος ἀφίσταται ὥρας. τὸ δὲ ἀντίστροφον οὕτως• δεδόσθω ἀφεστάναι τὸν ἀφέτην τοῦ μεσουρανήματος ὥρας καιρικὰς β' ἥμισυ ἕκτον τὰ δὲ ἄλλὰ τὰ αὐτά. δέον εὑρεῖν τὸ μεσουράνημα. ἡμερινοὶ ὡριαῖοι χρόνοι τοῦ ἀφέτου ιε' μζ'. ταύτας ἐπὶ τὰς β' ἥμισυ ἕκτον ὥρας καιρικάς, γίνονται χρόνοι μβ'. αἱ συμμεσουρανοῦσαι τῷ ἀφέτῃ μοῖραι ρε', πρόσθες τούτῳ τὰ μβ', γίνονται ρμζ'. αἱ συμμεσουρανοῦσαι τοῖς ρμζ' χρονοις εὕρηνται Ταύρου μοῖραι κθ', ὅπερ ἔδει εὑρεῖν.

Ἄλλο. — Πὼς δεῖ λαμβάνειν τὴν δεξιὰν τετραγωνικὴν πλευρὰν τῆς Ἀφροδίτης οὔσης ἐν τῷ δευτέρῳπῳ

Επεξεργασία

Μεσουράνημα Αἰγοκέρωτος κγ'. σφαίρας ἀναφοραὶ κδ' νδ'. Ἀφροδίτη Διδύμων κα', σφαίρας ἀναφοραὶ ρο' ι', ὡροσκόπος Ταύρου ια'. κλίματι ε'. οἱ συμμεσουρανοῦντες τῇ τοῦ Αἰγοκέρωτος μοίρᾳ κγ' χρόνοι κε'. οἱ συμμεσουρανοῦντες τῇ Ἀφροδίτῃ χρόνοι ρο' ι'. τούτων ἡ ὑπεροχὴ μοῖραι ρμε' ις'. νυκτερινοὶ ὡριαίοι χρόνοι τῆς Ἀφροδίτης ια' ιθ'• ἡμερινοὶ ὡριαίοι χρόνοι τῆς Ἀφροδίτης ιη' μα'- ἄφελε τὸ ὑπὲρ γῆν ἑξάωρον τῆς Ἀφροδίτης χρόνοι ριβ' ς', λοιπον ὡριαῖοι χρόνοι λγ' ι'. τούτους μερίσας παρὰ τοὺς ια' ιθ' εὑρίσκω ὥρας καιρικὰς γ' ἐγγύς, ἅς ἀφίσταται ἡ Ἀφροδίτη ἀπὸ τοῦ ὡροσκόπου• εἶτα αἱ συνανατέλλουσαι τῇ Ἀφροδίτῃ μοῖραι νη' ιη'• ἄφελε τὰς q' μοίρας τῆς δεξιᾶς πλευρᾶς τοῦ τετραγώνου• λοιπὸν μετὰ κύκλου τκη' ιη'. καὶ συνανατέλλει ταύταις Ὑδροχόου μοῖρα θ'• κατὰ τὴν θέσιν ἄρα ταύτην Ἀφροδίτης πλευρὰ τετραγωνική ἐστιν Ὑδροχόου μοίρᾳ θ'. πάλιν αἱ συμμεσουρανοῦσαι τῇ Ἀφροδίτῃ μοῖραι ρο' ι', ἄφελε q'• λοιπὸν π' ι'. καὶ συμμεσουρανεῖ ταῖς π' μοίραις Ἰχθύων μοῖρα ιθ'. κατὰ τὴν θέσιν ἄρα ταύτην Ἀφροδίτης πλευρὰ τετραγωνική ἐστιν Ἰχθύων μοίρᾳ ιθ'. ὑπεροχὴ τῶν β' θέσεων μοιρῶν μ'. καὶ ἐπεὶ γ' ὥρας ἀφέστηκεν ἡ Ἀφροδίτη τοῦ ὡροσκόπου, λαβὼν τὸ ἥμισυ τῶν μ', ὅ ἐστὶν κ', πρόσθες ταῖς θ' μοίραις τοῦ Ὑδροχόου, καὶ εὕρηται τετραγωνικὴ πλευρὰ δεξιὰ τῆς Ἀφροδίτης Ὑδροχόου κθ', ὅπερ ἔδει εὑρεῖν.

Πῶς δεῖ λαβεῖν, τοῦ ἀφέτου ὄντος ἐν τῷ δευτέρῳ, τὴν κόλλησιν πρὸς αὐτὸν τοῦ ἀναιρέτου.

Ὡροσκόπος Λέοντος κε', μεσουράνημα Ταύρου ιη', κλίματι ε', κλῆρος Τύχης, ὁ ἀφέτης, Παρθένου ιε', Ἄρης Ταύρου κε', διάμετρον Ἄρεως ἀναιρέτης Σκορπίου κε'• δέον εὑρεῖν πότε ὁ κλῆρος τῆς Τύχης κολλᾷ τῷ τοῦ Ἄρεως διαμέτρῳ. οἱ συμμεσουρανοῦντες τῇ Ταύρου μοίρᾳ ιη' χρόνοι ρλε'. οἱ συμμεσουρανοῦντες τῇ Τύχῃ χρόνοι σνς ' ἤτοι Παρθένου ιε'• τὸ ὑπερέχον χρόνοι ρκα'. ἡμερινοὶ ὡριαῖοι χρόνοι τοῦ κλήρου τῆς Τύχης ιε' νβ'. ἐπὶ τοῦ ἑξαώρου τοῦ ὑπὲρ γῆν ἐπιλαμβάνουσιν μοῖραι qε'. ταύτας ἁφαίρει ἀπὸ τῶν ρκα'. λοιπὸν κς'. νυκτερινοὶ ὡριαῖοι χρόνοι τῆς Τύχης ιδ' η'. μερίσον τὰ κς' παρὰ τὰ ιδ' η', γίνονται νυκτεριναὶ ὧραι καιρικαὶ α' ἥμισυ τρίτον ἐγγύς. ἀφίσταται ἄρα ἡ Τύχη ἀπὸ τοῦ ὡροσκόπου α' ἥμισυ τρίτον ἐγγύς. οἱ συμμεσουρανοῦντες τῇ τοῦ Σκορπίου κε' μοίρᾳ χρόνοι τκγ'. ἧσαν δὲ οἱ ἐξ ἀρχῆς συμμεσουρανοῦντες τοῦ Ταύρου μοῖρα ιη' χρόνοι ρλε'. ὑπεροχὴ τούτων ρπη'. ἡμερινοὶ ὡριαῖοι χρόνοι τῆς τοῦ Σκορπίου μοίρας κε', ιβ' δ', ταῦτα ἑξάκις διὰ τὸ ὑπὲρ γῆν ἑξάωρον, γίνονται χρόνοι οβ' κδ'. ταῦτα ἄφελε ἀπὸ τῶν ρπη'. λοιπὸν ριε' λς'• νυκτερινοὶ ὡριαῖοι χρόνοι τῆς κε' τοῦ Σκορπίου μοίρας ιζ' νς'. ἀλλ᾽ ἐξ ἀρχῆς ἐδείχθη ὁ ἀφέτης ἀπὸ τοῦ ὡροσκόπου ἀπέχωκαιρικὰς ὥρας α' ἥμισυ τρίτον ἐγγύς. ταύτας ἐπὶ τοὺς νυκτερινοὺς ὡριαίους χρόνους ιζ' νς'• γίνονται χρόνοι λβ' νγ'. τούτους ἄφελε ἀπὸ τῶν ριε' λς'. λοιπὸν πβ' μγ'. ἐν ἔτεσιν ἄρα πβ' μγ' τό τοῦ Ἄρεως διάμετρον κολλήσει τῷ ἀφέτῃ, ὅπερ ἔδει εὑρεῖν.

Ἄλλο. — Πὼς δεῖ λαβεῖν τριγωνικὴν πλευρὰν δεξιὰν τοῦ ἀστέρος ὄντος ἐν τῷ τρίῳ.

Επεξεργασία

Ὡροσκόπος Ταύρου ιβ', μεσουράνημα Αἰγοκέρωτος κγ', κλίματι ε'. Ζεὺς Καρκίνου ια', συμμεσουρανοῦσι τῇ τοῦ Αἰγοκέρωτος μοίρᾳ κγ'. ἀναφοραί κδ' νδ'. οἱ συμμεσουρανοῦντες τῇ του Καρκίνου μοίρᾳ ια' χρόνοι ρqβ'. ὑπεροχὴ ρξζ'. ὡριαῖοι ἡμερινοὶ χρόνοι τοῦ Διὸς ιη' λθ'. γίνονται ἀπὸ τοῦ ὑπὲρ γῆν ἑξάωρον χρόνοι ριβ'. ταῦτα ἄφελε ἀπὸ τῶν ρξζ'• λοιπὸν νε'. ὡριαῖοι νυκτερινοί χρόνοι τοῦ Διὸς ια' κα'. μέρισον δὲ ταῦτα καὶ ἐπὶ νε' ιβ'. καὶ μερίσας, γίνονται ὧραι καιρικαὶ δ' ἥμισυ τρίτον ἐγγύς. ὁ Ζεὺς ἄρα ἀπὸ τοῦ ὡροσκόπου ἀφέστηκεν ὥρας καιρικὰς δ' ἥμισυ τρίτον, αἱ συνανατέλλουσαι τῷ Διὶ μοῖραι π'. ἄφελε μοίρας ρκ' ἐξ αὐτῶν διὰ τὸ δεξιὸν τρίγωνον• λοιπὸν τκ'. αἱ συνανατέλλουσαι ταῖς τκ' μοίραις εἰσὶν Αἰγοκέρωτος μοῖραι κθ'. κατὰ τὴν θέσιν ἄρα ταύτην τριγωνικὴ πλευρὰ δεξιὰ ἀπὸ Διός ἐστιν, Αἰγοκέρωτος μοίραις κθ'. εἶτα οἱ συμμεσουρανοῦντες τῷ Διὶ χρόνοι ρqβ'. ἄφελε τὴν τριγωνικὴν πλευρὰν ρκ'. λοιπὸν οβ'• αἱ συμμεσουρανοῦσαι ταῖς οβ' μοίραις εἰσὶν Ἰχθύων μοῖραι ια'. κατὰ τὴν θέσιν ἄρα ταύτην τριγωνικὴ πλευρὰ δεξιὰ πρὸς τὸν Δία Ἰχθύων μοῖραι ια'. ὑπεροχὴ τῶν β' θέσεων μβ'• τούτων τὸ ἕκτον ζ' τὰ ζ' πολυπλασίασον ἐπὶ τὰς καιρικὰς ὥρας δ' να', ἂς Ζεὺς ἀφέστηκε τοῦ ὡροσκόπου• γίνονται χρόνοι λγ' νζ'. ταῦτα πρόσθες ταῖς κθ', γίνονται ξγ'• δίδωμι οὖν Αἰγοκέρωτος λ' καὶ Ὑδροχόου λ', καὶ καταλήγει Ἰχθύων μοῖρα γ'• καὶ γίνονται Ἰχθύων μοῖραι γ' τρίγωνον Διός.

Πῶς δεῖ λαβεῖν δεξιὰν πλευρὰν τριγωνικὴν ὄντος τοῦ ἀστέρος ἐν τῷ ς' τόπῳ.

Επεξεργασία

Ὑπόγειον Καρκίνου κγ'• Σελήνη τοπῳ ς', Ζυγοῦ κθ'• κλίματι ε', οἱ συμμεσουρανοῦντες τῇ του Καρκίνου μοίρᾳ κγ' χρόνοι σζ' κς'. οἱ συμμεσουρανοῦντες τῇ Σελήνῃ χρόνοι σqζ'. ἡ ὑπεροχὴ χρόνοι qα' μδ'• νυκτερινοὶ ὡριαῖοι χρόνοι τῆς Σελήνης ις' μγ'. μέρισον παρὰ ταῦτα τὰ qγ' μ'• γίνονται ὧραι καιρικαὶ ε' ἥμισυ ἐγγύς, ἃς ἀπέχει τοῦ ὑπογείου ἀντιμεσουρανήματος ἡ Σελήνη. οἱ συνανατέλλοντες τῇ διαμέτρῳ Σελήνῃ μοίρᾳ Κριοῦ κθ' χρόνοι ιζ'. ἄφελε χρόνους ρκ', τὴν τριγωνικὴν πλευράν. λοιπὸν σνζ'. ταῖς παρακειμέναις ταύταις κατὰ διάμετρον ἀποδύνουσι Ταύρου μοῖραι λ', κατὰ τὴν θέσιν ἄρα ταύτην ἡ του Ταύρου μοῖρα λ' τριγωνική ἐστι πλευρὰ δεξιὰ Σελήνης, πάλιν συναντιμεσουρανεῖ ἡ Σελήνη Ζυγοῦ μοίραις κθ'. χρόνοι σqζ'. ἄφελε ρκ', τὴν τριγωνικὴν πλευράν. λοιπὸν χρόνοι ροζ'. ταῖς δὲ ροζ' μοίραις συμμεσουρανοῦσι Διδύμων κζ'• κατὰ τὴν θέσιν ἄρα ταύτην ἡ τῶν Διδύμων μοῖρα κζ' τριγωνική ἐστι τῇ Σελήνῃ• ὑπεροχὴ τῶν β' θέσεων μοῖραι κη'. ὧν τὸ ἕκτον διὰ τὸ ἑξάωρον γίνονται χρόνοι δ' μ', τὰ δ' μ' πολυπλασίασον ἐπὶ τὰς καιρικὰς ὥρας• γίνονται χρόνοι κς•'. ταῦτα πρόσθες τῷ ἥττονι, τουτέστι τῇ τοῦ Ταύρου μοίρᾳ λ', γίνονται Διδύμων κς•' τρίγωνον δεξιὸν Σελήνης.

Ὡροσκόπος Κριοῦ ιβ', μεσουράνημα Αἰγοκέρωτος κγ' λ', κλίμα ε', Ἥλιος Ταύρου ιβ', Σελήνη Ζυγοῦ λ', Ἄρης Ταύρου ιη', Ἑρμῆς Ταύρου κα', Ἀφροδίτη Ζυγοῦ κ'. ζητῶ τὴν ἄφεσιν τῆς Σελήνης ἐν τῷ Ζυγῷ οὔσης λ', πότε κολλᾷ ἑκάστῳ τούτων οὕτως• ὑπόγειον Καρκίνου κγ' λ'• ὀρθῆς σφαίρας χρόνοι σε' κς'. Σελήνη Ζυγοῦ λ', ὀρθῆς σφαίρας σqζ'. ὑπεροχὴ qα' λδ'. νυκτερινοὶ ὡριαῖοι χρόνοι Σελήνης ις•' μγ'. μέρισον παρὰ τὰ ις' μγ' τὰ qα' λδ', γίνονται ὧραι καιρικαὶ ε' ἥμισυ ἐγγύς. τοσαύτας ἄρα ὥρας καιρικὰς ἡ Σελήνη ἀπέχει τοῦ ὑπογείου κέντρου. δεῖ οὖν εὑρεῖν πότε ἡ Σελήνη κολλᾷ τῷ Ἡλίου διαμέτρῳ• Ἡλίου διάμετρον Σκορπίου ιβ'• ὀρθῆς σφαίρας ἀναφορὰ τθ' κη'• ὑπόγειον Καρκίνου κγ' λ', ὀρθῆς σφαίρας σὲ' κς'. ὑπεροχὴ ρδ' β', ὡριαῖοι χρόνοι τοῦ Ἡλίου ιζ' κα'. τὰ ιζ' κα' πολυπλασίασον ἐπὶ τὰς ε' κη' καιρικὰς ὥρας• γίνονται χρόνοι qδ'λζ'• ἄφελε ταῦτα ἀπὸ τῶν ρδ' β'• λοιπὸν θ' κε'. λέγω οὖν ὅτι ἐκόλλησεν ἡ Σελήνη τῷ Ἡλίῳ κατὰ διάμετρον δι' ἐτῶν θ' μηνῶν β' ἐγγύς.

Πάλιν Ἄρης Σκορπίου ιη'. κατὰ διάμετρον ὀρθῆς σφαίρας τιε' κη'. ὑπεροχὴ πρὸς τὸ ὑπόγειον ρι' β'. ἡμερινοὶ ὡριαῖοι χρόνοι τοῦ Ἄρεως ιζ' λη'• ταῦτα ἐπὶ τὰς ε' ἥμισυ ὥρας τὰς καιρικὰς τῆς ἀποστάσεως τῆς Σελήνης γίνονται χρόνοι qζ'. ταῦτα ἄφελε ἀπὸ τῶν ρι' β', λοιπὸν ιγ'• λέγω οὖν ὅτι ἐκόλλησεν ἡ Σελήνη τῷ Ἄρει καὶ ἀπὸ τούτων τῶν ιγ' ἐτῶν ἐξ ᾖς ἔλαβεν ὀ Ἄρης τοὺς χρόνους, καὶ ἐγένετο χρονοκράτωρ.

Πάλιν Ἑρμοῦ διάμετρον Σκορπίου κα'. ὀρθὴ σφαῖρα τιη' κθ'. ἧσαν δὲ καὶ τῷ ὑπογείῳ οἱ συμμεσουρανοῦντες χρόνοι σε' κς'• ὑπεροχὴ ριγ' γ'• ἡμερινοὶ ὡριαῖοι χρόνοι Ἑρμοῦ ιζ' μς'. ταῦτα ἐπὶ τὰς ε' ἥμισυ ὥρας• γίνονται χρόνοι qζ' μγ'• ἄφελε ἀπὸ τῶν ριγ' γ' ταῦτα• λοιπὸν ιε' κ', λέγε οὖν ὅτι ἡ Σελήνη κολλᾷ τῷ Ἑρμοῦ διαμέτρῳ δι' ἐτῶν ιθ' μηνῶν δ'.

ιε'. Περὶ τοῦ περιπάτου Σελήνης

Επεξεργασία

Κλίματι δ'. Σελήνη Ταύρου κγ' λ', Κρόνος Αἰγοκέρωτος ις' μ', Ζεὺς Καρκίνου β' ν', Ἄρης Αἰγοκέρωτος δ' μβ', Ἀφροδίτη Ἰχθύων γ' ιδ', Ἑρμῆς Διδύμων ō' ιη', ὡροσκόπος Παρθένου δ', μεσουράνημα Ταύρου λ'.

Δεῖ οὖν εὑρεῖν τοὺς τῆς Σελήνης περιπάτους καθ' ἕκαστον ἀστέρα• ἀναφορὰ ὀρθῆς σφαίρας Σελήνης ρμα' α'. ὀρθὴ σφαῖρα μεσουρανήματος ρμζ' μδ'. ὑπεροχὴ ς' μγ'. ἡμερινοὶ ὡριαῖοι χρόνοι Σελήνης ιζ' κδ'. παρὰ ταῦτα μέρισον τὰς ς' μγ'. γίνονται ὦραι καιρικαὶ ō κγ'• ἀφίσταται ἄρα ἡ Σελήνη ἀπὸ τοῦ μεσουρανήματος ὦραι καιρικαὶ ō' κγ'. Ἀφροδίτης τετράγωνον εὐώνυμον Διδύμων γ' ιδ'. ὀρθὴ σφαῖρα ρνα' η'. ὑπεροχὴ πρὸς τοὺς χρόνους τοῦ μεσουρανήματος γ' κδ'. ἡμερινοὶ ὡριαῖοι χρόνοι τοῦ τετραγώνου τῆς Ἀφροδίτης ιζ' κγ'. μέρισον παρὰ ταῦτα τὰ γ' κδ'. γίνονται ὦραι καιρικαὶ ō' η'. ἀφίσταται ἄρα τὸ τετράγωνον τῆς Ἀφροδίτης ἀπὸ τοῦ μεσουρανήματος ὥρας καιρικὰς ō' η'• πρόσθες ταύτας ταῖς ō' κγ' τῆς ἀποστάσεως τῆς Σελήνης ἀπὸ τοῦ μεσουρανήματος• γίνονται ὧραι καιρικαὶ ō λα', ἃς ἀφίσταται τὸ τετρά-γωνον τῆς Ἀφροδίτης ἀπὸ τῆς Σελήνης. ἧν δὲ καὶ ὑπεροχὴ τῆς Σελήνης πρὸς τὸ τετράγωνον τῆς Ἀφροδίτης ις', ὅ ἐστιν ἔτη ι' ἡμέραι β'. Ἑρμοῦ διάμετρον Καρκίνου ō' ιη'• ὀρθὴ σφαῖρα ρπ' κ'. ἧν δὲ καὶ τοῦ μεσουρανήματος ἡ ὀρθὴ σφαῖρα χρόνοι ρμζ' μδ'• ὑπεροχὴ λβ' λς'. ἡμερινοὶ ὡριαῖοι χρόνοι τοῦ διαμέτρου τοῦ Ἑρμοῦ ιη' ζ'. τὰ λβ' λς' τῆς ὑπεροχῆς μέρισον παρὰ τοῦ ιη' ζ' χρόνων. γίνονται ὧραι α' ἥμισυ ε ι . ἀφίσταται ἄρα τό τοῦ Ἑρμοῦ διάμετρον ἀπὸ τοῦ μεσουρανήματος ὥρας καιρικὰς α' ἥμισυ ε ι. ἀπεῖχε δὲ καὶ τὸ Ἀφροδίτης τετράγωνον τοῦ μεσουρανήματος ὥρας καιρικὰς ō' λε'. ταῦτα πολυπλα¬σίασον ἐπὶ τὰ ιη' ζ'. γίνονται χρόνοι γ' ιη'. ταῦτα τὰ γ' ιη' ἄφελε ἀπὸ τῶν τοῦ Ἑρμοῦ λβ' λς'. λοιπὸν κθ' ιη'. ἐπεὶ οὖν δέδεικται ὅτι ἡ Σελήνη κατὰ περίπατον κολλήσει τῷ τετραγώνῳ τῆς Ἀφροδίτης δι' ἐτῶν ι' ἡμερῶν β', ἡ δὲ Ἀφροδίτη παραλαβοῦσα ἐκ τετραγώνου τοὺς χρόνους ἀπὸ τοῦ ια' ἔτους χρονοκρατήσει ἕως ἐτῶν κθ' μηνῶν γ'. ὁ ἄρα Ἑρμῆς ἐκ διαμέτρου παραλήψεται τοὺς χρόνους μετὰ ἔτη λθ' μῆνας γ', καὶ ἔσται χρονοκράτωρ.

Πάλιν Ζεὺς Καρκίνου β' ν'• ὀρθὴ σφαῖρα ρπγ' ζ'. μεσουρανήματος ὀρθὴ σφαῖρα ρμζ' μδ'• ὑπεροχὴ λε' κγ'• ἡμερινοὶ ὡριαῖοι χρόνοι Διὸς ιη' ς'• μέρισον παρὰ ταῦτα τὰ λε' κγ'. γίνονται ὦραι καιρικαὶ α' νζ' ἐγγύς. ἀφίσταται ἄρα ὁ Ζεὺς ἀπὸ τοῦ μεσουρανήματος ὥρας καιρικὰς α' νζ' *** ταῦτα πολυπλασίασον ἐπὶ τοὺς ἡμερινοὺς ὡριαίους χρόνους τοῦ Διὸς ιη' ς'• γίνονται χρόνοι λβ' λε'. ταῦτα ἄφελε ἀπὸ τῶν λε' κγ'. λοιπὸν γ' μθ'. λέγομεν οὖν ὅτι ἀπὸ ἐτῶν λθ' καὶ μηνῶν γ' τὸ διάμετρον τοῦ Ἑρμοῦ χρονοκρατοῦν διαρκέσει ἔτη β' μῆνας θ' ἐγγύς. καὶ τότε παραλαμβάνει τοὺς χρόνους ὁ Ζεύς, τουτέστι μετὰ ἔτη μβ' μῆνας ō'.

Πάλιν Ἀφροδίτης τρίγωνον Καρκίνου γ' ιδ'• ὀρθὴ σφαῖρα ρπγ' λγ'. μεσουρανήματος ὀρθὴ σφαῖρα ρμζ' μδ'. ὑπεροχὴ λε' μθ'. ἡμερινοὶ ὡριαῖοι χρόνοι τοῦ τριγώνου τῆς Ἀφροδίτης ιη' ς'. μέρισον εἰς ταῦτα τὴν ὑπεροχὴν τὰ λε' μθ'• γίνονται ὧραι καιρικαὶ α' νη' ἐγγύς. ἀπέχει ἄρα τὸ τῆς Ἀφροδίτης τρίγωνον ἀπὸ τοῦ μεσουρανήματος ὥρας καιρικὰς α' νη'• ἀπέχει δὲ ἀπὸ τοῦ αὐτοῦ ὁ Ζεὺς ὥρας καιρικὰς α' νζ'. ταῦτα πολυπλασίασον ἐπὶ τοὺς ὡριαίους χρόνους τοῦ τριγώνου Ἀφροδίτης τοὺς ιη' ς' διὰ τὴν εἰς τὰ ἑπόμενα κίνησιν. γίνονται χρόνοι λε' ιη'. ταῦτα ἄφελε ἀπὸ τοῦ λε' μθ' τῆς ὑπεροχῆς. λοιπὸν χρόνοι ō λα', ὅ ἐστι μὴνες ς' ἡμέραι β' ἐγγύς. χρονοκρατορήσει οὖν ὁ Ζεὺς ἀπὸ ἐτῶν μα' μηνῶν ι' ἕως ἐτῶν μβ' μηνῶν δ' κ'.

Πάλιν τό τοῦ Ἄρεως διάμετρον Καρκίνου δ' μβ', ὀρθὴ σφαῖρα ρπε' ι', μεσουρανήματος ὀρθὴ σφαῖρα ρμζ' μδ'. ὑπεροχὴ λζ' κς'. ἡμερινοὶ ὡριαῖοι χρόνοι τοῦ διαμέτρου τοῦ Ἄρεως ιη' ς'. μέρισον εἰς ταῦτα τὰ λζ' κς•', γίνονται ὧραι καιρικαὶ β' ιε', ἃς ἀπέχει τό τοῦ Ἄρεως διάμε¬τρον ἀπὸ τοῦ μεσουρανήματος. ἀπεῖχε δὲ καὶ ἡ Ἀφροδίτη τοῦ μεσουρανήματος ὥρας καιρικὰς α' ἥμισυ γ' ιβ' κ', ταῦτα πολυπλασίασον ἐπὶ τοὺς ὡριαίους χρόνους τοῦ Ἄρεως τὰ ιη' ς ', γίνονται χρόνοι λε' λβ'. ταῦτα ἄφελε ἀπὸ τῶν λζ' κς '. λοιπὸν α' νδ'.'μετὰ ἐνιαυτὸν ἄρα καὶ μῆνας η' ἐγγύς. ἡ Ἀφροδίτη ἐκ τριγώνου παραλαβοῦσα τοῦ Διὸς τοὺς χρόνους τῷ μβ' ἔτει καὶ μησὶν δ' ἡμέραις κς' ἐπικρατήσει ἐνιαυτὸν καὶ μῆνας η' ἐγγὺς ἕως ἐτῶν μδ' ἡμερῶν κς' ιζ'.

Κρόνου διάμετρον Καρκίνου ις' μ', ὀρθὴ σφαῖρα ρμζ'. μεσουρανήματος ὀρθὴ σφαῖρα** Κρόνος Σελήνη ριη' η'. ὑπεροχὴ ν' κδ'. ἡμερινοὶ ὡριαῖοι χρόνοι τοῦ διαμέτρου τοῦ Κρόνου ιζ' νζ'. μέρισον εἰς ταῦτα τὴν ὑπεροχὴν τὰ ν' κδ', γίνονται ὧραι καιρικαὶ β' μη', ἀφίσταται ἄρα ὁ Κρόνος τοῦ μεσουρανήματος ὥρας καιρικὰς β' ἥμισυ τέταρτον ιε'. ἀπεῖχε δὲ καὶ ὁ Ἄρης τοῦ μεσουρανήματος ὥρας καιρικὰς β' δ'. ταῦτα πολυπλασίασον ἐπὶ τοὺς ὡριαίους χρόνους τοῦ Κρόνου τοὺς ιζ' νζ', γίνονται χρόνοι λζ' ς'. ἄφελε ταῦτα ἀπὸ τῆς του Κρόνου ὑπεροχῆς τῶν ν' κδ'. λοιπὸν ιγ' ιη'. μετὰ οὖν τὰ μδ' ἔτη ὁ Κρόνος παραλαβὼν διατελεῖ ἔτη ιγ' μῆνας β' ἐγγὺς ἕως ἐτῶν νζ' μηνῶν β'.

Ἄλλο. — Εἰς τὸ αὐτὸ σαφέστερον.

Επεξεργασία

Κλίματι ς'. Ἥλιος Κριοῦ ιη' κ', Σελήνη Διδύμων ιζ', Κρόνος Αἰγοκέρωτος ια', Ζεὺς Σκορπίου ιθ', Ἑρμῆς Κριοῦ κε', Ἀφροδίτη Ταύρου β', Ἄρης Παρθένου κε', ὡροσκόπος Λέοντος β', μεσουράνημα Κριοῦ ιδ'. ἀφέτης οὖν ὁ Ἥλιος καὶ δέχεται χρονοκράτορας πρῶτον τὸν Ἑρμῆ, εἶτα Ἀφροδίτην, εἶτα ἐκ τριγώνου τὸν Κρόνον, εἶτα ἐκ διαμέτρου τὸν Δία, εἶτα ἐκ τριγώνου Ἄρεα, εἶτα τὴν Σελήνην, εἶτα τὸν ἀναιρέτην Κρόνου ἐκ διαμέτρου.

Μεσουράνημα Κριοῦ ιδ', ὀρθὴ σφαῖρα χρόνοι ργ'• Ἥλιος Κριοῦ ιη' κ', ὀρθὴ σφαῖρα ρζ'. ὑπεροχὴ χρόνοι δ'. Ἑρμῆς Κριοῦ κε', ὀρθὴ σφαῖρα ριγ'• ὑπεροχὴ πρὸς τὸ μεσουράνημα χρόνοι ι'. ἄφελε τήν τοῦ Ἡλίου ὑπεροχὴν χρόνους δ'• λοιπὸν ς', ἀλλ' ἐπεὶ πρότερον ὀφείλομεν τὸν τὴν ἔγγιστα προήγησιν τοῦ Ἡλίου εἰληφότα παραλαμβάνειν, δῆλον ὅτι ἡ Σελήνη ἔσχε τὴν ἐγγὺς προήγησιν ἀπὸ ἑξαγώνου ἕως ἐτῶν ζ' ἡμερῶν ς'. Εἶτα παραλαμβάνει Ἑρμῆς τὸν χρόνον• ἡμερινοὶ ὡριαῖοι χρόνοι Ἑρμοῦ ις' μ'• ταῦτα μέρισον εἰς τὰ ι' τῆς ὑπεροχῆς, γίνεται ὡρῶν καιρικῶν ἡμίσεια, ἣν ἀφίσταται ὁ Ἑρμῆς τοῦ μεσουρανήματος.

Πάλιν Ἀφροδίτη Ταύρου β'• ὀρθὴ σφαῖρα χρόνοι ρκ'• ἄφελε ἀπὸ τούτων τοὺς ργ' χρόνους τοῦ μεσουρανήματος• λοιπὸν ὑπεροχῆς ιζ'. ἡμερινοὶ ὡριαῖοι χρόνοι Ἀφροδίτης ιζ' ζ'. παρὰ ταῦτα μὲρισον τὴν ὑπεροχὴν• γίνεται ὡρῶν καιρικῶν α' ἐγγύς, ἣν ἀφίσταται τοῦ μεσουρανήματος• μέρισον τὰς τῆς ἀποστάσεως τοῦ Ἑρμοῦ ἀπὸ τοῦ μεσουρανήματος ὥρας καιρικὰς ō λζ' ἐπὶ τοὺς ιζ' ζ' ὡριαίους χρόνους. γίνονται χρόνοι ι' ις'. ταῦτα ἄφελε ἀπὸ τῶν ιζ' χρόνων τῆς ὑπεροχῆς. λοιπὸν χρόνοι ς' μῆνες ζ'. Ἑρμῆς ἄρα χρονοκρατήσει ἐνιαυτοὺς ς' μῆνας ζ', τουτέστιν ἀπὸ ἀρχῆς τοῦ ζ' ἔτους ἕως ἐτῶν ια' μηνῶν ζ', καὶ τότε παραδώσει τῇ Ἀφροδίτῃ.

Πάλιν Κρόνου τρίγωνον Ταύρου ια'• ὀρθὴ σφαῖρα χρόνοι ρκθ'. ἄφελε ἀπὸ τούτων τούς τοῦ μεσουρανήματος ργ'• λοιπὸν ὑπεροχῆς χρόνοι κς' **• γίνονται ὧραι καιρικαὶ α' λ'. ἀφίσταται ἄρα τὸ τρίγωνον τοῦ Κρόνου ἀπὸ τοῦ μεσουρανήματος ὦραι καιρικαὶ α' ἥμισυ. εἶτα πάλιν τὴν ἀπόστασιν τῆς Ἀφροδίτης τὴν ἀπὸ τοῦ μεσουρανήματος, τουτέστιν ὥραν α', ἐπὶ τοὺς ὡριαίους χρόνους τοῦ τριγώνου τοῦ Κρόνου τοὺς ιζ' λθ'• καὶ γίνονται χρόνοι ιζ' λθ'. ἄφελε ταῦτα ἀπὸ τῆς ὑπεροχῆς τοῦ Κρόνου ἤγουν τῶν κς'•. λοιπὸν η' κα'. ἡ Ἀφροδίτη ἄρα παραλαβοῦσα τοὺς χρόνους ἀπὸ ἐτῶν ια' μηνῶν ζ' διακρατήσει χρόνους θ', τουτέστιν ἕως ἐτῶν κ' μηνῶν ζ'.

Πάλιν Διὸς διάμετρον Ταύρου ιθ'. ὀρθὴ σφαῖρα ρλς' κη'. ἄφελε τοὺς ργ' χρόνους τοῦ μεσουρανήματος• λοιπὸν ὑπεροχῆς λγ' κη'. ὡριαῖοι χρόνοι τοῦ διαμέτρου τοῦ Διὸς ιη' ζ'• μέρισον τὴν ὑπεροχὴν ἢ τὰ λγ' κη'• εἰς τοὺς ὡριαίους χρόνους γίνονται ὧραι καιρικαὶ α' ια'. ἀφίσταται ἄρα τό τοῦ Διὸς διάμετρον ἀπὸ τοῦ μεσουρανήματος ὥρας καιρικὰς α' ια'. πάλιν τὰς τῆς ἀποστάσεως τοῦ μεσουρανήματος τοῦ Κρόνου ὥρας καιρικὰς α' λ' ἐπὶ τοὺς ἡμερινοὺς ὡριαίους χρόνους τοῦ διαμέτρου τοῦ Διὸς τὰ ιη' ζ'• γίνονται χρόνοι κζ' ι', ταῦτα ἄφελε ἀπὸ τῆς ὑπεροχῆς τοῦ Διὸς τῶν λγ' κη'. λοιπὸν ς' ιη'. τὸ τρίγωνον ἄρα τοῦ Κρόνου ἀρξάμενον ἀπὸ ἐτῶν κ' μηνῶν ζ' διακρατήσει ἔτη ς' μῆνας δ' ἡμέρας ιζ', τουτέστιν ἕως τοῦ κς' ἔτους μηνῶν ια' ἡμερῶν ιζ'.

Πάλιν τρίγωνον Ἄρεως Ταύρου κε'• ὀρθὴ σφαῖρα ρμβ' λδ'• ἄφελε τούς τοῦ μεσουρανήματος χρόνους ργ'. λοιπὸν ὑπεροχῆς λθ' λδ'. ἡμερινοὶ ὡριαῖοι χρόνοι τοῦ τριγώνου τοῦ Ἄρεως ιη' κε'. μέρισον παρὰ ταῦτα τὴν ὑπεροχὴν γίνονται ὦραι β' θ'. ἀφίσταται ἄρα τό τοῦ Ἄρεως τρίγωνον ἀπὸ τοῦ μεσουρανήματος ὥρας καιρικὰς β' θ'. ἀλλὰ τό τοῦ Διὸς διάμετρον ἀπεῖχε τοῦ μεσουρανήματος ὥρας καιρικὰς α' ια'. πολυπλασίασον ταῦτα ἐπὶ τοὺς ἡμερινοὺς ὡριαίους χρόνους τοῦ τριγώ¬νου τοῦ 'Αρεως, ἤγουν τοὺς ιη' κε'. γίνονται χρόνοι κα' μη'. ἄφελε ταῦτα ἀπὸ τῆς ὑπεροχῆς ἤγουν τῶν λθ' λδ'• λοιπὸν χρόνοι ιζ' μῆνες ια' ἡμέραι θ'. τό τοῦ Διὸς ἄρα διάμετρον ἀπὸ ἐτῶν κς' μηνῶν ια' ἡμέρων ιζ' ἀρξάμενον κρατεῖν φθάσει ἕως ἐτῶν μδ' μηνῶν ι' ἡμερῶν κς'.

Πάλιν Σελήνη Διδύμων ιζ'. ὀρθῆς σφαίρας χρόνοι ρξε' ν', ἄφελε ἀπὸ τούτων τούς τοῦ μεσουρανήματος χρόνους ργ'. λοιπὸν ὑπεροχῆς ξβ' ν'. ἡμερινοὶ ὡριαῖοι χρόνοι τῆς Σελήνης ιθ' ιγ'. μέρισον εἰς ταῦτα τὴν ὑπεροχήν, γίνονται ὧραι γ' κα'• ἀφίσταται ἄρα ἡ Σελήνη τοῦ μεσουρανήματος ὥρας καιρικὰς γ' κα'. ἀπεῖχε δὲ καὶ τό τοῦ Ἄρεως τρίγωνον τοῦ μεσουρανήματος ὥρας καιρικος β' θ'. πολυπλασίασον ταῦτα ἐπὶ τοὺς ἡμερινοὺς ὡριαίους χρόνους τῆς Σελήνης, ἤγουν τοὺς ιθ' ιγ'. γίνονται χρόνοι μα' ιθ'. ταῦτα ἄφελε ἀπὸ τῆς ὑπεροχῆς τῆς Σελήνης ἤγουν τῶν ξβ' ν'• λοιπὸν χρόνοι κα' λα', τὸ τρίγωνον ἄρα τοῦ Ἄρεως ἀρξάμενον ἐπικρατεῖν ἀπὸ ἔτους με' διελεύσεται ἕως ἐτῶν ξς' μηνῶν ζ' ἡμέρων ε'.

Πάλιν τό τοῦ Κρόνου διάμετρον Καρκίνου ια', ὀρθὴ σφαῖρα ρqβ', ἄφελε ργ', ὑπεροχὴ οθ'. ἡμερινοὶ ὡριαῖοι χρόνοι τοῦ διαμέτρου τοῦ Κρόνου ιθ' ις'. τὰς οὖν τῆς ἀποστάσεως τοῦ μεσουρανήματος• τῆς Σελήνης ὥρας γ' κα' πολυπλασίασον ἐπὶ τοὺς ιθ' ις' ὡριαίους χρόνους• γίνονται χρόνοι ξδ' μῆνες ς' ἡμέραι ιζ'. ἡ Σελήνη ἄρα παραλαβοῦσα τοὺς χρόνους ἀπὸ ἐτῶν ξς' μηνῶν ζ' ἡμερῶν ε', διακρατή¬σει ἕως ἐτῶν ἄλλων κς' μηνῶν γ' ἡμερῶν ιβ', τουτέστιν ἕως ὅλων ἐτῶν qβ' μηνῶν ι' ἡμερῶν ιζ'• τὸ δὲ ἐντεῦθεν ἢ τοῦ Κρόνου διάμε¬τρος ἀναιρετικὴ οὖσα ἀνεῖλεν.

ις'. Πῶς δεῖ ζητεῖν περὶ χρόνων ζωῆς

Επεξεργασία

Τῷ ζητοῦντι τὰ περὶ χρόνων ζωῆς ἀναγκαῖον κεχρῆσθαι ταῖς μεθόδοις πάσαις Πτολεμαίου τὲ καὶ Οὐάλεντος καὶ τῶν Αἰγυπτίων, ἐξαιρέτως δὲ ἐπισυνάπτειν ταύταις καὶ τὸν ἐνιαυτοκράτορα τοῦ καταλήγοντος ἐνιαυτοῦ καὶ τοὺς ἐπιθεωροῦντας αὐτὸν καὶ τὰς παραδόσεις καὶ παραλήψεις ἐκείνου τοῦ ἐνιαυτοῦ, καὶ τὰς κολλήσεις τὰς γινομένας καὶ τὰς μοιρικὰς περιόδους τῶν ἀστέρων, καθὼς ὑπέθετο Οὐάλης ἐν τῷ β' κεφαλαίῳ τοῦ ς' βιβλίου, καὶ τὰς τελείας ἀνατολὰς καὶ περιόδους καὶ ἀποκαταστάσεις τῶν ζῳδίων καὶ τῶν ἀστέρων τὰς συναποκαταστάσεις κατὰ τὸ ἥμισυ καὶ τρίτον καὶ διμοιραῖον, καθὼς εἶπεν Οὐάλης ἐν τῷ δ' καὶ ε' καὶ ς' κεφαλαίῳ τοῦ ζ' βιβλίου• εἶπε γὰρ περὶ χρόνων ζωῆς ἀπὸ τῶν περιόδων τῶν ἀστέρων καὶ τῶν ἀναφορῶν τῶν ζῳδίων μεθ' ὑποδειγμάτων. ζήτει δὲ καὶ τὸν ἐπιμερισμὸν τῆς Τύχης καὶ τοῦ Δαίμονος, πάντα γὰρ ταῦτα ἀκολούθως κατὰ λόγον ἐξετάσας οὐ πάντως ἁμαρτήσεις εἰς τὸν περὶ χρόνων ζωῆς λόγον. φησὶ δὲ καὶ Φνάϊς ὁ Αἰγύπτιος, καὶ Οὐάλης ἐν τῷ ε' κεφαλαίῳ τοῦ γ' βιβλίου ὅτι δεῖ ζητεῖν τὸν οἰκοδεσπότην τῆς γενέσεως, πῶς κεῖται φάσει ἢ τόπῳ. καὶ εἰ μὲν ἐπίκεντρος αὐτός, μερίζει αὐτοῦ τὰ τέλεια ἔτη.

εἰ δὲ εἴη ὕπαυγος ἢ ἀποκεκλικὼς, μερίζει αὐτοῦ τὰ ἐλάχιστα ἔτη ἢ μῆνας ἢ ἡμέρας ἢ ὥρας. ἐὰν δὲ μετὰ τὸν κλῆρον τῆς Τύχης, ζήτει πόσας ὥρας ἀφέστηκε τοῦ κέντρου, καὶ πολυπλασίασον τὰ τέλεια ἢ ἐλάχιστα αὐτοῦ ἔτη ἢ μῆνας ἢ ἡμέρας ἢ ὥρας ἐπὶ τῶν ιβ', ἀφαιρῶν ὑπὲρ ἑκάστης ὥρας τὸ ιβ' μέρος, καὶ τὸν ὑπόλοιπον χρόνον λέγε ζήσεσθαι. οὕτως μέντοι, εἰ μὲν ἀπὸ ὡροσκόπου ἕως τοῦ μεσουρανήματος ἢ θ' ἢ η' τόπου τύχοι ὁ οἰκοδεσπότης, τὴν ἄφεσιν τῶν ὡρῶν ποίει ἀπὸ τοῦ ὡροσκόπου ἕως τοῦ οἰκοδεσπότου. εἰ δὲ τύχοι ὁ οἰκοδεσπότης ἀπὸ τοῦ δύνοντος ἕως τοῦ δ' ἢ γ' ἢ β' τόπου τὴν ἄφεσιν τῶν ὡρῶν ποίει ἀπὸ τοῦ δύνοντος ἕως τοῦ οἰκοδεσπότου. ταῦτα δὲ τὰ κεφάλαια πάντα ὑποτάξω ἐν τῷ ἐφεξῆς, τουτέστιν ἐν τῷ κη' κεφαλαίῳ, διὰ τίνων γενέσεων προτελευτησάντων. ἀναγκαῖον γὰρ δεῖξαι ὅτι ἀπὸ πολλῶν μεθόδων εἰς τὸ αὐτό πέρας καταλήγει τὸ περὶ χρόνων ζωῆς, εἴτε κατὰ Πτολεμαῖον, εἴτε κατὰ Οὐάλεντα, εἴτε κατὰ ἄλλον τινά. ζήτει δὲ καὶ τὰ περὶ ἀριθμοῦ κλήρου Οὐάλεντος ὡς ἐν τω η' κεφαλαίῳ τοῦ γ' βιβλίου.

ιζ'. Περὶ οἰκοδεσπότου

Επεξεργασία

Ὅτι δεῖ τὸν οἰκοδεσπότην ὁριοκράτορα εἶναι καὶ οἰκοδέκτορα τοῦ Ἡλίου καὶ τῆς Σελήνης καὶ μαρτυρεῖν αὐτοῖς καὶ τῷ ὡροσκόπῳ. ἐὰν οὖν ὁ οἰκοδεσπότης ὡροσκοπῇ ἢ μεσουρανῇ ἢ δύνῃ ἐν ἰδίῳ ζῳδίῳ καὶ ἐν ἰδίαις μοίραις ἀνατολικὸς ὢν καὶ προσθέτης, τὰ τέλεια ἔτη δίδωσιν ἑαυτοῦ. εἰ δὲ ὕπαυγος εἴη ἢ ἀποκεκλικώς, οὐκ ἔτη τὰ τέλεια δίδωσι, ἀλλά τὰ ἥττονα. εἰ δὲ ὕπαυγος εἴη καὶ ἀφαιρέτης, οὐκ ἔτη οὐδὲ τὰ ἥττονα ἀλλὰ μῆνας ἢ ἡμέρας ἢ ὥρας. ἀφαιρέτου δὲ ὄντος τοῦ οἰκοδεσπότου, ποίει αὐτοῦ τὸν περίπατον ἐπὶ τὰ ἡγούμενα ἀναποδίζων ἕως τῆς μοίρας ἔνθα μέλλει στηρίξας γενέσθαι προσθέτης. καὶ βλεπε μή τινι τῶν ἀναιρετῶν κολλήσῃ κατὰ τόν τοῦ ἀναποδισμοῦ χρόνον. ἀναιρέτας δὲ λέγω Κρόνον Ἄρην Ἥλιον. τούτου δὲ τοῦ κεφαλαίου μέμνηται καὶ Οὐάλης.

ιη'. Περὶ ἀναιρέτου

Επεξεργασία

Περὶ δὲ ἀναιρετῶν οὐ τούτων μόνων μέμνηται Οὐάλης ἀλλὰ καὶ ὡροσκόπου ἀπὸ Σελήνης καὶ Σελήνης ἀπὸ ὡροσκόπου. κεῖται δὲ ἐν τῷ ι' κεφαλαίῳ τοῦτο τοῦ ς' βιβλίου. μετὰ δὲ τὸ φθάσαι τὸν οἰκοδεσπότην τὴν μοῖραν, ἔνθα μέλλει στηρίξας γενέσθαι προσθέτης. πάλιν ἐπὶ τὰ ἑπόμενα ποίει αὐτοῦ τὸν περίπατον. εἰ δὲ μηδεὶς τῶν κακοποιῶν ἀπαντήσει κατὰ ἀκτῖνα, τότε τῇ ὡριμαίᾳ χρηστέον• τότε δὲ οἰκοδεσποτήσουσι τὰ φῶτα, ὅταν ἐπίκεντροι τύχωσι καὶ ὑπὸ τῶν ἰδίων οἰκοδεσποτῶν καὶ ὀριοκρατόρων καλῶς καὶ ἐπιτόπως θεωρούμενοι τύχωσιν.

ιθ'. Περὶ ἀνοικοδεσποτήτων γενέσεων κατὰ Οὐάλεντα

Επεξεργασία

Τοὺς οἰκοδέκτορας καὶ ὁριοκράτορας τῶν φώτων καὶ τοῦ ὡροσκό¬που δεῖ λαμβάνειν οἰκοδεσπότας. ἐπὰν δὲ οὔτοι ὕπαυγοι τύχωσιν ἢ ἀποκεκλικότες ἢ μετὰ ζῳδίου ἡμέρας φάσιν δυτικὴν ποιούμενοι, ἀνοικοδεσπότητος ἔσται ἡ γένεσις. εἰ δὲ ἀποκλίνει τὰ φῶτα, ὁ ὁριοκράτωρ τοῦ ὡροσκόπου ἔσται οἰκοδεσπότης. εἰ δὲ καὶ οὗτος παραπέσῃ ἢ ὕπαυγος ᾖ, πάλιν ἀνοικοδεσπότητος ἔσται ἡ γένεσις. πολλάκις δὲ καὶ τοῦ ὁριοκράτορος ἢ οἰκοδέκτορος τοῦ αἱρετικοῦ φωτὸς καλῶς κείμενου ἕτερος ἀστὴρ οἰκοδεσποτήσει, ὃς ἂν εὑρεθῇ πλείονα λόγον ἔχων πρὸς τὴν γένεσιν καὶ καλῶς κείμενος φάσει καὶ θέσει καὶ σχήματι, οἷον Ἥλιος Ἰχθύων κ' μγ' ὁρίοις Κρόνου, Σελήνη Ζυγοῦ ς' ὁρίοις Κρόνου, Κρόνος Ζυγοῦ κε' ὁρίοις Ἀφροδίτης, Ζεὺς Ταύρου κη' ὁρίοις Κρόνου, Ἄρης Ἰχθύων κθ' ὁρίοις Κρόνου, Ἀφροδίτη Ταύρου ιε' ὁρίοις Διός, Ἑρμῆς Ἰχθύων κ' ὁρίοις Ἄρεως, ὡροσκόπος Παρθένου ς' ὁρίοις Ἑρμοῦ, μεσουράνημα Διδύμων β' ὁρίοις Ἑρμοῦ, κλῆρος Τύχῃς 'Ιχθύων β' ὁρίοις... –

Εὑρισκομεν τὸν μὲν Κρόνον ὑποδεξάμενον ὁρίοις μόνον Ἥλιον, Σελήνην δὲ καὶ ὁρίοις καὶ τριγώνῳ καὶ ὑψώματι Ἥλιον Ἄρη Ἑρμῆν, τριγώνῳ δὲ τὸν ὡροσκόπον. ἔσονται οὖν Κρόνος καὶ Ἀφροδίτη οἰκοδεσπόται, τουτέστιν ὁ μὲν Κρόνος οἰκοδεσποτῶν, ἡ δὲ Ἀφροδίτη συνοικοδεσποτοῦσα, καὶ οἱ δύο τῷ αὐτῷ χρόνῳ κατὰ τὴν ὠριμαίαν ἕκαστος τὸν θάνατον ἀπετέλεσε. κεῖται δὲ τοῦτο ἐν τῷ δ' κεφαλαίῳ περὶ ἀτρόφων.

κ'. Περὶ τοῦ ἐπικρατήτορος

Επεξεργασία

Ἐὰν τύχωσιν ἐπικρατήτορες τῶν χρόνων Ἥλιος καὶ Σελήνη τῆς γενέσεως ἀνοικοδεσποτήτου οὔσης, ὅρα τοὺς οἰκοδεσπότας ἢ καὶ ὀριοκράτορας τοῦ φωτός, εἰ γὰρ μαρτυρήσουσι τῷ ἐπικρατήτορι ὄντι ἐν ἀφετικῷ τόπῳ καλῶς κειμένῳ, ἐνεργέστερον καὶ ἰσχυρότερον ποιοῦσιν αὐτόν. εἰ δὲ ὁ οἰκοδεσπότης ἢ ὁριοκράτωρ τοῦ ἐπικρατήτορος ** ἰσχύει πρὸς ἄφεσιν, κἄν ἐπίτοπος τύχῃ κείμενος. ἀλλὰ λοιπὸν ἀπὸ τοῦ ὡροσκόπου ἢ τῶν ἄλλων μεθόδων τὴν ἄφεσιν δεῖ ποιεῖσθαι. καὶ τοῦτο λέγει Δωρόθεος ὅτι «παντὸς ἀφέτου χρὴ τὴν μαρτυρίαν βλέπειν» καὶ τὰ ἑξῆς.

κα'. Περὶ χρόνων διαιρέσεων

Επεξεργασία

Τάς δὲ διαιρέσεις τῶν χρόνων οὕτως δεῖ ποιεῖν• πρὸ πάντων ζήτει τοὺς περιπάτους Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπον καὶ μεσουράνημα καὶ κλῆρον τῆς Τύχης ἐκβαλλόμενον ἀεὶ ἀπὸ Ἡλίου ἐπὶ Σελήνην κατὰ τὴν Πτολεμαίου κελευσιν καὶ μὴ μόνον κατὰ τετράγωνον καὶ τρίγωνον καὶ ἑξάγωνον ζῳδιακὴν πλευράν. τουτέστι τοπικήν, ἀλλὰ καὶ κατὰ τὴν μοιρικήν, ὡς ἔμαθες ἐν τῷ ις' κεφαλαίῳ• εἶτα λοιπὸν καὶ τῶν ἀστέρων δεῖ ποιεῖσθαι τοὺς περιπάτους μὴ μόνον κατὰ τὰς μεθόδους Πτολεμαίου, ἀλλὰ καὶ κατὰ τὰς ἀναφορὰς τῶν ζῳδίων, καθὼς ἀναφέρεται ἕκαστον κατὰ τὸ οἰκεῖον κλίμα, ὡς Αἰγύπτιοι διδάσκουσιν, καὶ κατ' ἐκεῖνον τὸν ἐνιαυτὸν ζητεῖν ἑκάστου ἀφέτου τὴν μοῖραν ἤτοι τίνος ἀστέρος ὁρίοις ἔτυχε καὶ πρὸς τίνας τῶν ἀστέρων τὰς κολλήσεις ποιεῖται, μὴ μόνον τῶν πλανωμένων ἀλλὰ καὶ τῶν ἀπλανῶν τοῦ τε πρώτου καὶ δευτέρου μεγέθους καὶ τὸν αὐτὸν ἄνεμον ἐχόντων• οἷον ἔστω εἶναι τον Ἥλιον καὶ τὸν ὡροσκόπον ἅμα Κριοῦ μοίρᾳ κβ' κλίματι δ'.

ἡ δὲ Γοργῷ ἀπλανὴς κατὰ τὰς νῦν ἐποχὰς Ταύρου ζ', λέγομεν οὖν ὅτι ἡ Γοργὼ κολλήσει τῷ Ἡλίῳ καὶ ὡροσκόπῳ δι' ἐτῶν ι' μηνῶν δ' καὶ ἐνεργήσει ὁ χρόνος οὗτος καὶ τῷ πατρὶ καὶ τῷ τεχθέντι, οἷον συμβαίνει γίνεσθαι ἀπὸ τῆς κολλήσεως Ἡλίου καὶ ὡροσκόπου πρὸς Δία καὶ Κρόνον, καὶ τῷ μὲν πατρὶ διὰ τὸν Ἥλιον, τῷ δὲ τεχθέντι διὰ τὸν ὡροσκόπον. φασὶ γὰρ οἱ παλαιοὶ ὅτι τῆς γενέσεως ὑπόστασιν χρόνων μὴ ἐχούσης εἰς τοὺς γονεῖς ἐνεργήσουσι ὡς ἐπὶ τὸ πλεῖστον τῶν παίδων τὰ ἀποτελέσματα. μετὰ δὲ ταῦτα ζήτει τὰς ἀναφορὰς καὶ τὰς περιόδους τῶν τε ζῳδίων καὶ τῶν ἀστέρων κατὰ τὰ τέλεια ἔτη καὶ μέσα καὶ ἐλάχιστα. οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸ ἥμισυ καὶ δύο τρίτα καὶ τρίτον μὴ μόνον εἰς ἔτη δεῖ λογίζεσθαι ἀλλὰ καὶ εἰς μῆνας καὶ ἡμέρας καὶ ὥρας, καθὼς ἐξέθετο Οὐάλης ἐν τῷ ς' κεφαλαίῳ τοῦ ζ' βιβλίου. πάλιν δὲ ζήτει τὰς κολλήσεις τῶν ἀστέρων ἀπὸ τῶν περιόδων αὐτῶν κατὰ μοῖραν καὶ ζῴδιον. μετὰ δὲ τοῦτο ζήτει τοὺς ἐπιμερισμοὺς τῆς Τύχης καὶ τοῦ Δαίμονος, καθὼς ἐξέθετο Οὐάλης ἐν τῷ κε' κεφαλαίῳ τοῦ τετάρτου βιβλίου. ζήτει καὶ τὰς παραδόσεις καὶ παραλήψεις, καθὼς ὁ αὐτὸς διδάσκει ἐν τῷ τετάρτῳ καὶ πέμπτῳ βιβλίῳ• εἶτα λοιπὸν ζήτει τὸν ἐνιαυτοκράτορα καὶ ὡροσκόπον τοῦ ἐνιαυτοῦ, καθὼς λέγει Δωρόθεος, πὼς κεῖται φάσει καὶ θέσει καὶ ὑπὸ τίνων θεωρεῖται καί πῶς ἔκειτο ἐπὶ τῆς γενέσεως, καὶ οὕτως λοιπὸν ποίει τὸν ἐπιμερισμὸν τοῦ ἐνιαυτοῦ. καὶ μετὰ ταῦτα ζήτει τὰς ἐπεμβάσεις τῶν ἀστέρων κατ' ἐνιαυτόν, καθὼς ἐξέθετο Ἀντίγονος ἐν τῷ δ' κεφαλαίῳ τοῦ τετάρτου βιβλίου.

Εἰ δὲ μέλλεις ζητεῖν τὸ κατ' εἶδος ποίει οὗτως• περὶ πατρὸς μὲν διέκβαλε τοὺς ἐνιαυτοὺς ἀπὸ τοῦ κλήρου τοῦ πατρός, εἰ δὲ περὶ μητρὸς ἀπὸ τοῦ κλήρου τῆς μητρός• τοὺς δὲ ἐνιαυτοῦς διέκβαλε ἀπὸ Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου καὶ μεσουρανήματος καὶ Τύχης κλήρου πρὸς ὃ προῄρησαι ζήτημα, εἰ δὲ καλῶς ποιεῖς, καὶ ἀπὸ ἑκάστου κλήρου. γίνωσκε δὲ καὶ τοῦτο• Ἥλιος ἐὰν εὑρεθῇ ἀφέτης καὶ Σελήνη ὡροσκοποῦσα καὶ κολλήσωσιν ἀλλήλοις, κλιμακτῆρα θανατικὸν ἀποτελοῦσιν, οὐ μόνον δὲ κατὰ συνάντησιν ἀλλὰ καὶ κατὰ τετράγωνον ἢ διάμετρον, ὁμοίως καὶ εἰς τὰ ἑαυτῶν τετράγωνα καὶ διάμετρα. δεῖ οὖν φυλάττειν τὴν Σελήνην ἀφετεύουσαν πρὸς τὸν ὡροσκόπον ἢ τὴν προγενομένην συζυγίαν ἢ τὰς β' διχοτόμους καὶ πρὸς τὸν Ἥλιον• αὖται γὰρ αἱ κολλήσεις κλιμακτῆρας θανατικούς ἀποτελοῦσι.

κβ'. Διδασκαλία πως δεῖ ἀποτελεῖσθαι γενέθλια

Επεξεργασία

Α. Μετὰ τὸ στῆσαι τὰς ἐποχὰς τῶν ἀστέρων κατὰ τὰς μοίρας καὶ τὰς φάσεις τῶν ζῳδίων καὶ τὰ ὅρια κατ' Αἰγυπτίους καὶ Πτολεμαίον καὶ τὰ τρίγωνα αὐτῶν καὶ τὰς μετοχὰς καὶ τὰ ὑψώματα καὶ κοιλώματα καὶ δεκανούς καὶ πρόσωπα αὐτῶν καὶ μονομοιρίας καὶ λαμπρομοιρίας καὶ δωδεκατημόρια καὶ πλάτη τῶν ἀνέμων καὶ τοὺς βαθμοὺς καὶ τὰς λοξώσεις καὶ φάσεις καὶ στηριγμοὺς καὶ τὰς τῶν ἀπλανῶν συνεγγιζούσας αὐτοῖς μοιρικὰς παρανατολὰς καὶ τὰς κράσεις αὐτῶν, τότε ἒρχου ἐπὶ τὸν ὡροσκόπον καὶ τὸ μεσουράνημα καὶ τὰ μοιρικά κέντρα τῶν ιβ' τόπων, καθὼς ἔμαθες ἐν τῷ ιε' κεφαλαίῳ, εἶτα τοὺς ζ' κλήρους καὶ τὰς φάσεις τῆς Σελήνης, τουτέστι τήν τε προγενομένην σύνοδον ἢ πανσέληνον καὶ τὴν τριταίαν τῆς Σελήνης καὶ ἑβδομαίαν καὶ τεσσαρακοσταίαν καὶ τὴν συναφὴν καὶ ἀπόρροιαν αὐτῆς κατὰ μῆκος καὶ πλάτος.

Β. Τότε δὲ λοιπὸν ζήτει τὸν τῆς γενέσεως οἰκοδεσπότην, εἶτα τὴν σπόριμον γένεσιν σκέψαι ἀπὸ τῶν Οὐάλεντος, καθὼς μετὰ ταῦτα διδάξομεν. εἶτα σκέψαι τὰς τριγωνικάς, τετραγωνικάς, ἑξαγωνικὰς μοιρικὰς πλευράς, καθὼς ἔμαθες ἐν τῷ ις' κεφαλαίῳ, τὰς τε δεξιὰς καὶ εὐωνύμους, καὶ ταῦτα κατ' ἰδίαν σημειωσάμενος ἔχε, ἵνα ἐν τοῖς ἀποτελέσμασι τῶν περιπάτων τῶν ἀστέρων ποιῶν τὰς κολλήσεις, μὴ μόνον ζῴδιακὰς καὶ τοπικὰς λαμβάνῃς πλευράς, ἀλλὰ καὶ μοιρικὰς ὡς ἀναγκαιοτέρας οὖσας μάλιστα ἐν τοῖς ὀλιγοαναφόροις καὶ πολυαναφόροις ζῳδίοις. εἶτα ζήτει τὰ περὶ χρόνων ζωῆς ἀπό τε τῶν Πτολεμαίου καὶ Οὐάλεντος. ἐν δὲ τοῖς περιπάτοις τῶν ζῳδίων αἱ κολλήσεις αὐτῶν καὶ τοῦ ὡροσκοπου καὶ τοῦ μεσουρανήματος καὶ τῶν κλήρων, αἱ πρὸς τοὺς ἀπλανεῖς γιγνόμεναι κατὰ τὰς κράσεις αὐτῶν, μεγίστας ἔχουσιν ἐνεργείας, ὅταν τὸ αὐτὸ πλάτος ἔχωσι.

Γ.Ὁ μὲν οὖν τοῦ Κρόνου περίπατος σημαίνει ἀνασκευὰς πραγμάτων καὶ σίνη καὶ πάθη καὶ πένθη καὶ πάππους ἢ πατέρας καὶ μείζονας ἀδελφοὺς καὶ τὰς ἀπὸ νεκρικῶν ὠφελείας ἢ βλάβας ἢ καθύγρους κινδύνους. ὁ δὲ τοῦ Διὸς σημαίνει δόξας, φιλίας, γνώσεις μεγιστάνων καὶ προστασίας καὶ κτήσεις ἀγαθάς. ὁ δὲ τοῦ Ἄρεως στρατείας, δημόσια πράγματα, θράσος, δίκας, θορύβους, αἰφνιδίους πολέμους, ἐμπρησμούς, τομὰς ἀπὸ σιδήρου ἢ πτώσεως. ὁ δὲ τῆς Ἀφροδίτης γάμον, φιλίας, ἐρωτικὰς διαθέσεις, συνηθείας, εὐημερίας, ἀπὸ γυναικῶν ὠφελείας ἢ βλάβας ἢ ἀπὸ μητρὸς ἢ ἀπὸ θηλειῶν ἀδελφῶν. ὁ δὲ τοῦ Ἑρμοῦ σημαίνει εἶναι ἀδελφούς, λόγους, παιδείας, δοσοληψίας, δούλους, ἀπελευθέρους• ὁ δὲ τοῦ Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου καὶ μεσουρανήματος καὶ κλήρου Τύχης περίπατος, τὶ σημαίνει ἕκαστος αὐτῶν, εἴρηται ὑπὸ Πτολεμαίου.

Δ.Ἕκαστον οὖν τῶν ἀστέρων χρὴ κρίνειν καὶ κατὰ τὰς κολλήσεις τῶν τε πλανωμένων καὶ ἀπλανῶν καὶ τοῦ Ἀναβιβάζοντος καὶ Καταβιβάζοντος καὶ τῆς τῶν ὁρίων ἐνεργείας καὶ οὕτω προστοχαζε σθαι τὸ μέλλον• τὰς δὲ ἀναφορὰς τῶν ζῳδίων δεῖ λαμβάνειν ἐν μὲν ταῖς Πτολεμαίου μεθόδοις κατὰ τὸν Πρόχειρον Κανόνα, ἐν δὲ ταῖς τῶν Αἰγυπτίων κατὰ τὸν Αἰγυπτιακὸν καὶ ἐν ταῖς Οὐάλεντος κατὰ τὸν Οὐάλεντος. εἶτα ζήτει περὶ γονέων ἀπὸ τῶν Πτολεμαίου καὶ Δωροθέου μεθόδων καὶ ἀπὸ τῶν κλήρων αὐτῶν κατὰ τοὺς ἄλλους ἀρχαίους• εἶτα περὶ ἀδελφῶν ἀπὸ τοῦ τρίτου τόπου καὶ τῶν κλήρων τῶν ἀδελφῶν, εἶτα περὶ μορφῆς καὶ περὶ ποιότητος ψυχῆς ἀπὸ τῶν Πτολεμαίου, καὶ περὶ σινῶν ἢ παθῶν ἀπό τε τῶν Πτολεμαίου καὶ τῶν ἄλλων, καθὼς καὶ προεγράψαμεν, εἶτα περὶ τύχης ἀξιωματικῆς ἀπὸ τῶν Πτολεμαίου καὶ τῶν ἄλλων, εἶτα περὶ γάμου καὶ τέκνων καὶ ξενιτείας, εἶτα τὰ ἀποτελέσματα τοῦ πίνακος τῆς δωδεκατόπου, καθὼς εἴρηται ἐν τῷ ε' κεφαλαίῳ, εἶτα τὰ ἀποτελεσματα τῶν συναφῶν καὶ ἀπορροιῶν, καθὼς διδάξω μετὰ ταῦτα, εἶτα τὰ δεκανικὰ ἀποτελέσματα ὡροσκόπου, Ἡλίου καὶ Σελήνης καὶ τῶν ε' ἀστέρων καὶ τῶν κλήρων κατὰ Τεῦκρον τὸν Βαβυλώνιον, εἶτα τὰ ἀποτελέσματα τρίγωνα τετράγωνα διάμετρα ἑξάγωνα τῶν ἀστέρων κατὰ Δωρόθεον καὶ τοὺς ἄλλους• εἶτα τὰς τοπικὰς διαιρέσεις τῶν ἀστέρων καὶ τῶν ὁρίων αὐτῶν. εἶτα τοῦ Ἀναβιβάζοντος καὶ Καταβιβάζοντος τὰ ἀποτελέσματα, καθὼς ἐν τῷ ε' κεφαλαίῳ, εἶτα τήν του θανάτου ποιότητα κατὰ τὸν Πτολεμαῖον καὶ τὸν Δωρόθεον καὶ τὸν Οὐάλεντα καὶ τοὺς ἄλλους• εἶτα τὴν τῶν χρόνων διαίρεσιν.

Ε. Πρὸ πάντων οὖν ζήτει τὸν ἐνιαυτοκράτορα καὶ τὴν θέσιν καὶ τὰς μαρτυρίας αὐτοῦ καὶ εἰ τὸν οἶκον αὐτοῦ ὁρᾷ καί πως ἔκειτο ἐπὶ τῆς γενέσεως• εἶτα ζήτει τὸν ὡροσκόπον τοῦ ἐνιαυτοῦ ἀπὸ τῆς καταστατικῆς μοίρας τοῦ Ἡλίου, τουτέστι τῆς ἀκριβοῦς ὥρας τῆς ἀντιγενέσεως, καὶ τοὺς ἐπιθεωροῦντας αὐτὸν καὶ τὸν κύριον αὐτοῦ, εἶτα λοιπὸν ποίει τοὺς ἐπιμερισμοὺς τῆς Τύχης τε καὶ τοῦ Δαίμονος, καθὼς Οὐάλης. καὶ τὰς παραδόσεις καὶ παραληψεις τῶν ἀστέρων, καθὼς Οὐάλης, εἶτα λοιπὸν ποίει τὰς δεκαετη¬ρίδας, καθὼς Αἰγύπτιοι, καὶ μετὰ ταῦτα ποίει τὸν ἐπιμερισμὸν τοῦ ἐνιαυτοῦ.

Τὸ δὲ κατ' εἶδος οὕτως• ἐπὶ μὲν γεννήσεως διέκβαλε τὰ ἔτη ἀπὸ ὡροσκόπου καὶ μεσουρανήματος καὶ Ἡλίου καὶ Σελήνης καὶ Τύχης• περὶ δὲ πατρὸς ἀπὸ τοῦ κλήρου τοῦ πατρὸς ἢ περὶ μητρὸς ἀπὸ τοῦ κλήρου τῆς μητρὸς ἢ ἀπὸ ἑκάστου τόπου ἢ ἀπὸ κλήρου τοῦ ἐνιαυτοῦ ἢ τοῦ Ἑρμοῦ.

Περί τοῦ πόσα δεῖ ζητεῖν

Επεξεργασία

Α. Μετὰ τὸ ἐκθέσθαι τὸν ὡροσκόπον καὶ τοὺς λοιποὺς τόπους τοῦ θέματος, πῆξαί τε τοὺς ἀστέρας εἰς τοὺς τόπους ἤτοι εἰς τὰ ζῴδια, ἐν οἷς τότε τὴν πορείαν ποιοῦνται, καὶ γράψαι τὰς κατὰ μῆκος αὐτῶν ἐποχάς, δέον σκέψασθαι τοὺς οἴκους, τὰ τρίγωνα, τὰ ὑψώματα, τὰ ὅρια, ἤγουν τίς τῶν ἀστέρων ἰδιοθρονεῖ καὶ ὑψοῦται καὶ ἐν ὁρίοις αὐτοῦ ἢ ἀγαθοποιοῦ ὑπάρχει καὶ προσθέτης καὶ ἔξαυγος ἢ τουναντίον ἐν ἀλλοτρίῳ οἴκῳ ἐστὶ καὶ ὑψώματι καὶ τριγώνῳ καὶ ἐναντιοῦται τῷ ἰδίῳ οἴκῳ ἤγουν ἑαυτῷ καὶ ταπεινοῦται καὶ εἰ ὕπαυγος ἔσται καὶ ἀφαι¬ρέτης, εἶτα τοὺς δεκανούς ἤτοι τὰ πρόσωπα, τὰς μετοχάς, τὰς μονομοιρίας, τὰς λαμπρομοιρίας, τὰ δωδεκατημόρια καὶ τὰ πλάτη τῶν ἀνέμων καὶ τοὺς βαθμούς, τὰς φάσεις καὶ τοὺς στηριγμους καὶ τὰς τῶν ἀπλανῶν συνεγγιζούσας αὐτοῖς μοιρικὰς παρανατολὰς καὶ τὰς κράσεις αὐτῶν καὶ τὰς συνοικειώσεις καὶ ἀντιπαθείας, τουτέστι τὰς αἱρέσεις καὶ παραιρέσεις, εἶτα τὰς φάσεις τῆς Σελήνης, τουτέστι τὴν προγεγονυῖαν σύνοδον ἢ πανσέληνον καὶ τὴν γ' καὶ ζ' καὶ μ' καὶ τὴν συναφὴν καὶ ἀπόρροιαν αὐτῆς κατὰ μῆκος καὶ πλάτος,

Β. ἔτι δὲ τὸν σπόριμον ὡροσκόπον, ὡς οἱ παλαιοὶ Αἰγύπτιοι, καὶ τὸν οἰκοδεσπότην τῆς γενέσεως, τὰς τριγωνικὰς, τετραγωνικὰς, ἑξαγωνικὰς μοιρικὰς πλευράς, τὰς τε δεξιὰς καὶ εὐωνύμους• ταῦτα πάντα κατ' ἰδίαν σημειωσάμενος ἔχε, ἵνα ἐν τοῖς ἀποτελέσμασι τῶν περιπάτων τῶν ἀστέρων ποιῶν τὰς κολλήσεις μὴ μόνον ζῳδιακὰς καὶ τοπικὰς λαμβάνῃς πλευράς, ἀλλὰ καὶ μοιρικὰς, ὡς ἀναγκαιοτέρας οὔσας, μάλιστα ἐν τοῖς ὀλιγοαναφόροις καὶ πολυαναφόροις ζῳδίοις. ἐν γὰρ τοῖς περιπάτοις τῶν ἀστερων αἱ κολλήσεις αὐτῶν καὶ τοῦ ὡροσκόπου καὶ μεσουρανήματος καὶ τῶν κλήρων αἱ πρὸς τοὺς ἀπλανεῖς γιγνόμεναι κατὰ τὰς κρα¬σεις αὐτῶν μεγίστας ἔχουσιν ἐνεργειας, ὅταν τὸ αὐτὸ ἔχωσι πλάτος•

Γ. Ὁ μὲν οὖν τοῦ Κρόνου περίπατος σημαίνει ἀνασκευὰς πραγμάτων καὶ σίνη καὶ πάθη καὶ πένθη καὶ πάππους ἢ πατέρας καὶ μείζονας ἀδελφοὺς καὶ τὰς ἀπὸ νεκρικῶν ὠφελείας ἢ βλάβας ἢ καθύγρους κινδύνους. ὁ δὲ τοῦ Διὸς σημαίνει δόξας, φιλίας, γνώσεις μεγιστάνων καὶ προστασίας καὶ κτήσεις ἀγαθάς. ὁ δὲ τοῦ Ἄρεως στρατείας, δημόσια πράγματα, θράσος, δίκας, θορύβους, αἰφνιδίους πολέμους, ἐμπρησμούς, τομὰς ἀπὸ σιδήρου ἢ πτώσεως. ὁ δὲ τῆς Ἀφροδίτης γάμον, φιλίας, ἐρωτικὰς διαθέσεις, συνηθείας, εὐημερίας, ἀπὸ γυναικῶν ὠφελείας ἢ βλάβας ἢ ἀπὸ μητρὸς ἢ ἀπὸ θηλειῶν ἀδελφῶν. ὁ δὲ τοῦ Ἑρμοῦ σημαίνει εἶναι ἀδελφούς, λόγους, παιδείας, δοσοληψίας, δούλους, ἀπελευθέρους• ὁ δὲ τοῦ Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου καὶ μεσουρανήματος καὶ κλήρου Τύχης περίπατος, τὶ σημαίνει ἕκαστος αὐτῶν, εἴρηται ὑπὸ Πτολεμαίου.

Δ. Ἕκαστον οὖν τῶν ἀστέρων χρὴ κρίνειν καὶ κατά τὰς κολλήσεις αὐτῶν τῶν τε πλανωμένων καὶ τῶν ἀπλανῶν καὶ τοῦ Ἀναβιβάζοντος καὶ Καταβιβάζοντος καὶ τῆς τῶν ὁρίων ἐνεργείας καὶ οὕτω πρόστοχάζεσθαι τὸ μέλλον• τὰς δὲ ἀναφορὰς τῶν ζῳδίων δεῖ λαβεῖν ἐν μὲν ταῖς Πτολεμαίου μεθόδοις κατὰ τὸν Πρόχειρον Κανόνα, ἐν δὲ ταῖς τῶν Αἰγυπτίων κατὰ τὴν τῶν Αἰγυπτίων καὶ ἐν ταῖς του Οὐάλεντος κατὰ τὰς τοῦ Οὐάλεντος. εἶτα ζήτει περὶ γονέων ἀπὸ τῶν Πτολεμαίου καὶ Οὐάλεντος καὶ Δωροθέου μεθόδων καὶ ἀπὸ τῶν κλήρων αὐτῶν, εἶτα περὶ ἀδελφῶν, καθὼς ὁ Πτολεμαῖος, καὶ ἀπὸ τοῦ γ' τόπου καὶ τῶν κλήρων αὐτῶν, εἰθ' ἑξῆς περὶ γενέσεως καὶ χρόνων ζωῆς, μορφῆς σωματικῆς, διαπλάσεως, περὶ σινῶν, ποιότητος ψυχῆς καὶ παθῶν ψυχικῶν, τύχης τε κτητικῶς καὶ ἀξιωματικῆς, βίου, πράξεως, γάμου, τέκνων, φίλων, δούλων καὶ ξενιτείας, ἐπισυνάπτων τούτοις τά του πίνακος τῆς δωδεκατόπου ἀποτελέσματα, ἔτι τὲ τῶν συναφῶν καὶ ἀπορροιῶν Ἡλίου καὶ Σελήνης καὶ τῶν λοιπῶν ἀστέρων τὰ ἀποτελέσματα καὶ τοῦ ὡροσκόπου καὶ τῶν κλήρων κατὰ Τεῦκρον τὸν Βαβυλώνιον, εἶτα τὰ ἀποτελέσματα τῶν τριγώνων τετραγώνων διαμέτρων ἑξαγώνων καὶ συνόδων τῶν ἀστέρων κατὰ Δωρόθεον καὶ τοὺς ἄλλους, καὶ τὰς τοπικὰς διακρίσεις τῶν ἀστέρων καὶ τῶν ὁρίων αὐτῶν καὶ τοῦ Ἀναβιβάζοντος καὶ Καταβιβάζοντος τὰ ἀποτελέσματα, εἶτα τήν τοῦ θανάτου ποιότητα κατὰ Πτολεμαῖον καὶ Δωρόθεον καὶ Οὐαλεντα, εἶτα τὴν τῶν χρόνων διαίρεσιν.

Ε. Πρὸ πάντων οὖν ζήτει τὸν ἐνιαυτοκράτορα καὶ τὴν θέσιν καὶ τὰς μαρτυρίας αὐτοῦ καὶ εἰ τὸν οἶκον αὐτοῦ ὅρα καί πως ἐκεῖτο ἐπὶ τῆς γενέσεως καὶ εἰ τὸ αὐτὸ σχῆμα ἐφυλαξεν ὃ καὶ ἐπὶ γενεσεως, καὶ τὸν ὡροσκόπον τοῦ ἐνιαυτοῦ ἀπὸ τῆς καταστατικῆς μοίρας τοῦ Ἡλίου, τουτέστι τῆς ἀκριβοῦς ὥρας τῆς ἀντιγενέσεως, καὶ τοὺς ἐπιθεωροῦντας αὐτόν τε καὶ τὸν κύριον αὐτοῦ, εἶτα ποίει τοὺς ἐπιμερισμοὺς τῆς Τύχης καὶ τοῦ Δαίμονος, καθὼς Οὐάλης, καὶ τὰς παραδόσεις καὶ παραληψεις τῶν ἀστέρων, καθὼς ὁ αὐτός, εἶτα λοιπὸν τὰς δεκαετηρίδας, καθὼς Αἰγύπτιοι.

νδ'. Ἐπίσκεψις πινακική

Επεξεργασία

Ἡ πινακικὴ ἐπίσκεψις οὕτως ζητεῖται· πρὸ πάντων δέον ζητεῖν περὶ εὐτοκίας καὶ δυστοκίας καὶ οὕτως τάς τῶν φώτων δορυφορίας εἰ ὑπὸ τῶν αἱρετιστῶν δορυφορεῖται ἢ τῶν ἀνταιρετιστῶν καὶ εἰ ἐν ἀρσενικοῖς ζῳδίοις εἰσίν ἢ ἐπὶ θηλυκοῖς τεταρτημορίοις τοῦ πίνακος, εἰ τὰ φῶτα εὐσύνδετα ἢ ἀσύνδετα πρὸς ἀλλήλους καὶ τὸν ὡροσκόπον τυγχάνει, εἰ ὁ μὲν ἐν ἀρσενικῷ, ἢ δὲ ἐν θηλυκῷ καὶ πάλιν ἐναλλάξ· πολλὴ γάρ τίς ἐστιν ἀπὸ τούτων ἐνεργείᾳ. καὶ τότε ζήτει τοὺς τριγωνικοὺς δεσπότας τοῦ αἱρετικοῦ φωτὸς καὶ τοῦ ὡροσκόπου καὶ τοὺς οἰκοδεσπότας αὐτῶν καὶ τοὺς ὁριοκράτορας Ἡλίου καὶ Σελήνης καὶ τὰ δωδηκατημόρια τῶν ἀστέρων που ἢ πρὸς τίνας ἐκπίπτουσι· ζήτει καὶ τὸν κλῆρον τῆς τύχης καὶ τοῦ δαίμονος καὶ τὸν κύριον αὐτῶν· οὗτοι γὰρ ὕπαυγοι πεπτωκότες καὶ ὑπὸ κακοποιῶν θεωρούμενοι ἢ ἐμπεριεχόμενοι ἢ καὶ ἀλλήλοις ἐναντιούμενοι καὶ κακῶς πεπτωκότες ἄτροφα ποιοῦσι τὰ τικτόμενα, μάλιστα τῶν φώτων ὑπὸ κακοποιῶν θεωρουμένων ** ἢ καὶ ὑβρισμένην λέγε τὴν μητέρα, πλέον δὲ ἐν τῷ Καταβιβάζοντι. ἐν δὲ ταῖς τελευταίαις μοίραις τυχοῦσα μητρὸς ἀγένειαν σημαίνει, δίχα δὲ Ζυγοῦ διὰ τὸ τάς τελευταίας μοίρας τοῦ Ζυγοῦ καλεῖσθαι αὔξησιν καὶ δίχα Καρκίνου διὰ τὸ τάς τελευταίας μοίρας τοῦ Καρκίνου καλεῖσθαι θεῶν γαῖαν***.

Ζήτει δὲ καὶ τοὺς τριγωνικοὺς δεσπότας τοῦ ὑπογείου κέντρου· ὁ γὰρ πρῶτος σημαίνει τὴν τοῦ θανάτου ποιότητα, ὁ δὲ δεύτερος τὸ σῖνος· ἐὰν οὗτοι κακῶς κεῖνται ἢ καὶ ὑπὸ κακοποιῶν θεωροῦνται, κακοποιοῦσιν τὸν θάνατον καὶ τὸ σῖνος.

Ἐν δὲ τῇ τετάρτῃ σκέψει δέον ζητεῖν τάς συνόδους καὶ πανσελήνους ἐν ποίοις τόποις τετυχήκασιν καὶ τίσι συνάπτουσιν ἀπὸ συνόδου ἢ πανσελήνου. βλέπε δὲ καὶ τίνες προαναφέρονται τοῖς φωσὶν καὶ ἐπαναφέρονται∙ καὶ ἐὰν μὲν ἀγαθοποιοὶ τύχωσιν, εὖ ἂν εἴη τὰ τῆς τύχης καὶ περὶ τῶν γονέων· εἰ δὲ κακοποιοὶ καὶ παραιρέται, λέγε τοὺς γονέας ἀλλοφύλους ἢ ἀλλοεθνεῖς ἢ ἀγενεῖς ἢ ταπεινούς∙ οὐ μὴν ἀλλὰ καὶ τὰ παρὰ τῶν γονέων διαφθείρεσθαι ἢ καὶ ὀφθαλμῶν ἀλγηδόνας. ἀλλὰ δὴ καὶ οἱ ὁριοκράτορες Ἡλίου καὶ Σελήνης κακοὶ καὶ ὕπαυγοι πεπτωκότες τοὺς γονεῖς καὶ τοὺς τεχθέντας ταπεινοὺς σημαίνουσιν· ὁμοίως δὲ καὶ τὰ φῶτα ἐὰν εὕρῃς ἐν τροπικῷ ζῳδίῳ, λέγε τοὺς γονεῖς ἀλλοφύλους ἢ ἀλλοεθνεῖς εἶναι. ὁμοίως δὲ καὶ οἱ κακοποιοὶ μόνοι καθυπερτεροῦντες τὴν Σελήνην ἢ τὸν Ἥλιον κατὰ ἑξάγωνον ἢ τετράγωνον μᾶλλον κινδύνων εἰσίν δηλωτικοί, ἐσθ' ὅτε δὲ καὶ βιοθανασίας.

βλεπε δὲ καὶ τοὺς κυρίους τῶν συνοδοπανσελήνων καὶ τριγωνικοὺς αὐτῶν δεσπότας πῶς κεῖνται καὶ ὑπὸ τίνων θεωροῦνται καὶ ποίας φάσεις ἔχουσιν, καὶ εἰ μὴ ἀπόστροφοί εἰσιν τῶν συνόδων ἢ πανσελήνων ἢ ἐναντιοῦνται τοῖς τόποις. αἱ συνοδοπανσέληνοι καὶ οἱ κύριοι αὐτῶν ὑπὸ κακοποιῶν θεωρούμενοι καὶ τῶν κυρίων τῶν συνοδοπανσελήνων ἀποστρόφων ὄντων ἢ ἐναντιουμένων, βιοθανασίας εἰσὶ δηλωτικοί. εἰ δὲ καὶ ὁ κύριος τῆς κατὰ πῆξιν Σελήνης τύχῃ ἀπόστροφος ὢν αὐτῆς καὶ ὁ κύριος τοῦ ὡροσκόπου ἀπόστροφος αὐτοῦ, οὔτε ἄνθρωπος ἔσται ὁ γεννηθεὶς ἀλλὰ τέρας ἢ τετράποδον∙ καὶ εἰ μὲν ἀγαθοποιοῖ ἐπιθεωροῦσι τὰ κέντρα, τῶν χειροήθων ἢ ἐκθειαζομένων ἔσται τὸ γεννηθὲν οἷον κύων ἢ αἴλουρος ἢ ὄρνις καὶ τὰ ὅμοια· εἰ δὲ καὶ κακοποιοὶ ἐπιθεωρήσουσιν τὰ κέντρα τῶν ἀγαθοποιῶν ἀποστρόφων ὄντων, ἄγριόν τι ζῷον ἔσται τὸ γεννηθέν.

Ἐν δὲ τῇ πέμπτῃ σκέψει δέον ζητεῖν τὸν κλῆρον τῆς τύχης καὶ τοῦ δαίμονος καὶ τῆς βάσεως καὶ τοῦ ὑψώματος τῆς γενέσεως καὶ τάς φάσεις αὐτῶν καὶ τάς τοποθεσίας· ἐὰν γὰρ καὶ ἀπόστροφοι τύχωσι τοῦ ὡροσκόπου οἱ ἀποκεκλικότες, ἐπίκεντροι δὲ τῷ κλήρῳ τῆς τύχης μετὰ τῶν ἀγαθοποιῶν, καλῇ τῇ τύχῃ σημαίνουσιν, εἴπερ ἕξαυγοι τύχωσιν. εἰ δὲ τούτων οὕτω κειμένων τὸν ἑνδέκατον τόπον τοῦ κλήρου ἥ τοῦ ὡροσκόπου τὸν καλούμενον περιποιητικὸν κακοποιὸς μόνος θεωρήσει ἢ τὸν ὄγδοον τόπον τοῦ ὡροσκόπου ἢ τὸν κλῆρον τῆς τύχης ἢ τὸν κύριον τοῦ ὀγδόου τόπου, μετὰ τῆς ἐκπτώσεως καὶ βιοθανασίαν δηλοῖ τὸ σχῆμα, εἰ δὲ ὁ κλῆρος τῆς τύχης καὶ ὁ κύριος αὐτοῦ καλῶς τύχωσιν, ὁ δὲ κλῆρος τοῦ δαίμονος καὶ ὁ κύριος αὐτοῦ κακῶς τύχωσι καὶ ὑπὸ κακοποιῶν θεωρηθῶσι, ἔκπτωσιν τελοῦσι τῇ γενέσει μάλιστα ἐπὶ νυκτερινῆς γενέσεως διὰ τὸ κατὰ Πτολεμαῖον κλῆρον τύχῃς ὑπάρχειν τὸν κλῆρον τοῦ δαίμονος.

εἰ δὲ καὶ ὁ κύριος τοῦ ὑψώματος τῆς γενέσεως κακῶς τύχῃ ἢ ὑπὸ κακοποιῶν θεωρηθῆ, καθαιρέσεις τῶν ἀξιωμάτων ἢ τῶν πράξεων, ἀργίας καὶ νωχελίας ποιήσει· εἰ δὲ τοῦ κλήρου τῆς τύχης καλῶς κειμένου καὶ ὑπὸ ἀγαθο­ποιῶν θεωρουμένου ὁ κύριος αὐτοῦ εὑρεθῇ ἐν τῷ ἐννάτῳ τόπῳ τοῦ ὡροσκόπου ἢ ὁ κύριος τοῦ δαίμονος, ἀπὸ ἱερῶν πραγμά­των ἢ ἱερῶν τόπων ὁ τοιοῦτος ἐπικτήσεται. εἰ δὲ ἐν τῷ ὑπογείῳ τύχῃ ὁ κύριος τοῦ κλῆρου θησαυροφύλαξ ὁ τοιοῦτος γενήσεται · εἰ δὲ ἐν καθύγρῳ ζῳδίῳ τύχῃ ὁ κλῆρος τῆς τύχης καὶ ὁ κύριος αὐτοῦ, ἐξ ὑγρῶν πραγμάτων ἢ ναυτικῶν ὁ τοιοῦτος ἐπικτήσεται∙ καὶ ἀπλῶς δέον κατὰ τὴν φύσιν τοῦ ζῳδίου καὶ τὴν τοποθεσίαν ἐν ᾖ ἔτυχεν ὁ κλῆρος τῆς τύχης καὶ ὁ κύριος αὐτοῦ, ἀποφαίνεσθαι τάς εὐδαιμονίας ἤτοι ἐκπτωσεις.

ἐὰν τύχῃ Ἄρης ἢ Κρόνος ἐν τῷ δωδεκάτῳ τῆς τύχης, εὑρεθῇ δὲ ὁ τῆς αἱρέσεως ἐν ἰδίῳ οἴκῳ ἢ τριγώνῳ ἢ ὑψώματι, ἀπὸ βίας καὶ ἁρπαγῆς τάς περικτήσεις ποιήσει καὶ ἀδικίας, ἰδὲ δὲ τίνας ἐσχηματικότας ἐν τῷ ἕκτῳ τοῦ κλήρου τῆς τύχης καὶ ἀπὸ δουλικῶν προσώπων ἀδικηθέντας καὶ προδοθέντας ὡς διὰ τὸν ἕκτον τόπον · ὁ γὰρ δωδέκατος τόπος τοῦ κλήρου τῆς τύχης ὑπὸ κακοποιῶν μόνον θεωρούμενος μάλιστα καὶ παραιρετῶν σημαίνει τάς ἐκπτώσεις οὕτως· ὑπὸ μὲν Ἄρεως ἀπὸ ἐμπυρισμῶν ἢ ἀρχόντων ἢ στρατιωτικῶν ἢ λῃστρικῶν ἐφόδων ἢ τῶν ὁμοίων ὑπὸ δὲ Κρόνου ἀπὸ ναυαγίων ἢ δικῶν ἢ πρεσβυτέρων προσώπων καὶ ἐκκλησιαστικῶν ἢ εὐνούχων ἢ ἀνασκευῶν τινων χάριν παλαιῶν πραγματαιν ἢ νεκρικῶν προσώπων∙ ὁ κλῆρος τῆς τύχης καὶ ὁ κύριος αὐτοῦ ἀπόστροφοι τοῦ Ἡλίου ἐκπτώτους ποιοῦσι δίχα ὁμοζωνίας καὶ τῶν ἰσαναφόρων ζῳδίων καὶ τῶν ἰσοδυναμούντων∙ ἀλλὰ καὶ ὁ κύριος τῆς συνόδου ἢ πανσελήνου ἐν τῷ δωδεκάτῳ ἢ ὀγδόῳ τοῦ ὡροσκόπου ἐκπτώτους ποιοῦσι. ὁμοίως δὲ καὶ ἡ σύνοδος καὶ ἡ πανσέληνος ἐν τῷ δωδεκάτῳ ἢ ὀγδόῳ.

καὶ ἐὰν τὰ πλείονα σχήματα καὶ οἱ τούτων κύριοι ἐπὶ <ἀγαθοῦ> τόπου εὑρεθῶσι κεκοσμημένα φύσεσιν καὶ σχηματισμοῖς, ἐπίμονα τά τοῦ βίου καὶ τὰ τῆς δόξῃς γενήσονται· ἡ δὲ χρονιότης τῆς εὐτυχίας ἢ δυστυχίας ἢ ἀνωμαλίας ἐκ τῆς τῶν περιπάτων καί κολλήσεως τῶν γινομένων ἀπὸ πάντων τῶν ἀστέρων καὶ τοῦ κλήρου τῆς τύχης καὶ τοῦ δαίμονος, ἀλλὰ δέον καὶ ἐκ τῆς τοῦ ζῳδίου ἀναφορᾶς, καθὼς Αἰγύπτιοι καὶ ἐκ τῆς ἕκαστου ἀστέρος κυκλικῆς περιόδου, τουτέστιν τῶν τελείων καὶ μεσῶν καὶ ἐλαχίστων ἐτῶν κατὰ τρίτον καὶ ἥμισυ καὶ δίμοιρον τῶν χρόνων μετὰ τῶν ἀναφορῶν τῶν ζῳδίων ** καὶ τάς παρα­δόσεις καὶ παραλήψεις τῶν ἀστέρων∙ καὶ ἐὰν μὲν οἱ ἀστέρες κακῶς ἐπισχηματίζονται πρὸς τὸν ἀνατολικὸν ὁρίζοντα, καλῶς δὲ πρὸς τὸν κλῆρον τῆς τύχης καὶ τὸν κύριον αὐτοῦ, τὰ μὲν πρῶτα ἄπρακτα ἔσται, ἐξ ὑστέρου δὲ πρακτικά. εἰ δὲ ἐναλλάξ τὸ σχῆμα γίνεται καὶ τοῦ ὡροσκόπου καὶ τοῦ κλήρου τῆς τύχης καὶ τοῦ κυρίου αὐτῆς, ἀνάπαλιν τὴν πρᾶξιν ἢ τὴν ἐκπτωσιν λέγε. ὁμοίως οἱ μὲν κλήροι σημαίνουσιν τὴν πρώτην ἡλικίαν, οἱ δὲ κύριοι αὐτῶν τὴν τελευταίαν∙ ἡ μὲν γὰρ τύχη τὰ σωματικὰ πάθη καὶ περικτήσεις σημαίνει, μάλιστα ὁ ια' αὐτῆς τόπος καὶ ὁ κύριος αὐτοῦ∙ ὁ δὲ δαίμων τὰ ψυχικὰ καὶ τάς πράξεις καὶ τάς δόξας καὶ τὸν τρόπον.

ὁ δὲ κύριος τῆς βάσεώς ἐστι θεμέλιος τῆς τύχης. μερίζων οὖν τὰ ἔτη τῆς γεννήσεως μὴ μόνον ἀπὸ τοῦ ὡροσκόπου τοὺς ἐνιαυτοὺς δέον ἐκβάλλειν, ἀλλὰ καὶ ἀπὸ Ἡλίου καὶ Σελήνης καὶ κλήρου τῆς τύχης. εἰ δὲ καὶ πατέρα ἔχῃ καὶ μητέρα, ἐκβάλλονται τὰ ἔτη ἀπὸ τοῦ κλήρου τοῦ πατρὸς καὶ τῆς μητρὸς καὶ οὕτως σκέπτου τὸν ἐνιαυτὸν τῶν γονέων. ζήτει δὲ μή πως ὁ πλείονα λόγον ἔχων πρὸς τὴν γένεσιν κακῶς πέση ἢ ὑπὸ κακοποιῶν θεωρηθῆ καὶ τοῦτο δὲ τὸ σχῆμα φαῦλον ὑπάρχει κακοθανασίας γὰρ ποιήσει τῇ γενέσει.

Μετὰ πάντων δὲ τῶν σχημάτων σκέπτου καὶ τὰ ἀποτελέσματα τῶν ὁρίων καὶ τάς τοπικὰς διακρίσεις καὶ τοὺς συσχηματισμοὺς τῶν ἀστέρων καὶ τὰ πρόσωπα τῶν δεκανῶν μετὰ καὶ τῶν παρανατελλόντων αὐτῶν καὶ τῆς μορφώσεως τῆς δωδεκάωρου∙ ζήτει δὲ καὶ τὸν κύριον τοῦ δωδέκατου τόπου καὶ τοῦ ἕκτου ἀπὸ ὡροσκόπου, μή πως ἐπίκεντροι τύχωσι· ὡρονομούντων γὰρ βλάπτουσιν τὴν νεότητα, δυνόντων δὲ τὸ γῆρας. Ζήτει δὲ καὶ τὴν Σελήνην, εἰ μὴ ὅρᾳ τὸν κλῆρον τοῦ ἀναιρέτου ἀστέρος· σημεῖόν ἐστιν τοῦτο βιοθανασίας· λαμβάνεται δὲ ὁ κλη­ρος τοῦ ἀναιρέτου ἀστέρος ἀπὸ τοῦ οἰκοδεσπότου τοῦ ὡροσκόπου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ ἐναλλάξ.

Ἐν δὲ τῇ ἕκτῃ σκέψει δέον ζητεῖν τὸν Ἀναβιβάζοντα καὶ Καταβιβάζοντα ἐν ποίοις τόποις καὶ δεκανοῖς τετυχήκασιν καὶ ὑπὸ τίνων θεωροῦνται πολλάκις γὰρ καὶ τῶν ἀστέρων καλῶς κειμένων μάλιστα τῶν ἀγαθοποιῶν ὁ καταβιβάζων συμπαρὼν μετὰ Ἡλίου ἢ Σελήνης ἢ Διὸς .

Ἐν δὲ τῇ ἑβδόμῃ σκέψει ζήτει τὰ δωδεκατημόρια τῶν ἀστέ­ρων μάλιστα Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου ἐν ποίοις τόποις τοῦ ὡροσκόπου τετυχήκασιν καὶ ὑπὸ τίνος θεωροῦνται∙ εἰ γὰρ εἰς τετράποδα ζῴδια τύχωσι τὰ δωδεκατημόρια αὐτῶν μετὰ τοῦ ὡροσκόπου, λέγε μὲν τετράποδον ἢ τέρας τὸ γεννηθέν, μάλιστα καὶ τῶν φώτων οὕτως τυχόντων, ἐξαιρέτως δὲ καὶ τοῦ κλήρου τῆς τύχης καὶ τοῦ κυρίου αὐτῆς. πολλάκις δὲ τὸ σχῆμα τοῦτο ἐποίησεν ἠνιόχους καὶ ἱπποδρόμους ἢ θηριοτρόφους τῶν ἀγαθοποιῶν μαρτυρούντων∙ εἰ δὲ καὶ ἢ Σελήνη ἀπέστραπται τὸν οἰκοδεσπότην αὐτῆς ἢ ἐναντιοῦται αὐτῷ, τὸ αὐτό σημαίνει, οὐ μὴν ἀλλὰ καὶ ἡ τριταία τῆς Σελήνης ἐν τετράποδῳ τυχοῦσα καὶ ὑπὸ κακοποιῶν θεωρουμένη τέρατα ἢ τετράποδα σημαίνει τὰ γεννώμενα∙ ἐὰν δὲ τούτων οὕτως κειμένων εὑρεθῇ ἡ τριταία τῆς Σελήνης ὑπὸ κακοποιῶν θεωρουμένη, ὁ δὲ κύριος τῆς προγενομένης συνόδου καὶ πανσελήνου ἀπέστραπται τὸν ὡροσκόπον καὶ τὸν οἶκον αὐτοῦ, τὸ αὐτὸ σκόπει.

Ζήτει δὲ καὶ τὸν αἰτιατικὸν κλῆρον τὸν λαμβανόμενον ἀπὸ Κρόνου καί ἐπὶ Ἅρεα καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ ἐναλλάξ· οὗτος γὰρ ὁ κλῆρος ὑπὸ κακοποιῶν θεωρούμενος ἐπισφαλὴς καὶ ἐπικίνδυνος καθαιρετικὰς ποιῶν τάς γενέσεις. ἐπιθεώρει δὲ τὸν σχηματισμὸν τῶν ζῳδίων κατὰ τὰ † ἰσανέφηκτα καὶ κατὰ τάς ἰσοδυναμίας· δέον γὰρ Παρθένον καὶ Κριὸν † διάμετρα λογίζεσθαι καὶ Ζυγὸν καὶ Ἰχθὺας καὶ τὰ λοιπὰ ἰσανάφορα καὶ ὁμόζωνα ζῴδια. καθ' ἕκαστην γένεσιν δέον ζητεῖν καὶ τὰ ἀποτελέσματα τῶν δεκανῶν πρὸς τοὺς ἀστέρας καὶ τοὺς παρανατέλλοντας καὶ τὰ πρόσωπα τῶν δεκανῶν καὶ τὴν λαμπρομοιρίαν τῶν ζῳδίων. Τούτων γὰρ πασῶν τῶν ἑπτὰ σκέψεων οὕτως ἐξεταζομένων οὐχ ἁμαρτήσῃ περὶ τὰ τῆς γενέσεως θεμέλια.

Ζήτει δὲ καὶ τὰ ἀποτελέσματα τοῦ ἑνδεκάτου τῆς τύχης καὶ φυλάττου τῶν ἐκλειπτικῶν τὰ τρίγωνα· ζήτει δὲ καὶ τάς μοίρας τῶν κέντρων, πολλάκις γὰρ τῶν ἀστέρων τῆς γενέσεως παραπεπτωκότων οἱ λαμπροὶ τῶν ἀπλανῶν εὑρίσκονται μοίραις ἐπικέντροις. καὶ μεγάλας καὶ ὑπερβαλλούσας ποιοῦσιν τάς γενέσεις· πολλοὶ γὰρ ἀγνοοῦσιν τάς τῶν ἀπλανῶν ἀστέρων δυνάμεις τὲ καὶ ἐνεργείας, ἀλλὰ δὲ καὶ ἐν ταῖς κολλήσεσιν τῶν περιπάτων μεγάλως ἐνεργοῦσιν, εἴπερ ὁ κολλῶν ἀστὴρ τόν τοῦ ἀπλανοῦς ἄνεμον τρέχει, ὁμοίως δὲ ἐνεργοῦσιν πάλιν οἱ ἀπλανεῖς, εἴπερ ἰσόμοιροι τῶν πλανητῶν τύχωσιν κατὰ τὸν αὐτὸν ἄνεμον.

νε'. Περὶ τοκετοῦ. [Περὶ εὐτοκίας καὶ δυστοκίας καθὼς Δωροθεος]

Επεξεργασία

Ἐπὶ μὲν ἀρσενικῆς γενέσεως τὰ φῶτα ἐν ἀρσενικοῖς Ζῳδίοις τυχόντα καὶ ὁ ὡροσκόπος ὑπὸ ἀγαθοποιῶν θεωρούμενος εὐτοκίαν ποιοῦσιν∙ ἐπὶ δὲ θηλυκῆς γενέσεως δυστοκίαν ποιοῦσι, καὶ μάλιστα ἐὰν ὧσιν τὰ φῶτα τρίγωνα ἀλλήλων καὶ ἐν ἀρσενικοῖς ζῳδίοις. ἐπὶ δὲ ἀρσενικῆς γενέσεως τὰ φῶτα ἑαυτῶν τρίγωνα καὶ ἐν θηλυκοῖς ζῳδίοις μετὰ τοῦ ὡροσκόπου δυστοκίαν ποιοῦσι· αὔτη γὰρ ἢ φάσις τῶν φώτων καλεῖται ἀμφίκυρτος. Ζεὺς ὡροσκοπὼν εὐτοκίαν δίδωσι, καὶ εἰ μὲν ἀρσενικῶν εἴη τὸ ὡροσκοποῦν ζῴδιον, τὸν πατέρα εὐγενέστερον εἶναι τῆς μητρός· εἰ δὲ θηλυκόν, τὴν μητέρα τοῦ πατρός.

Κρόνος ὡροσκοπὼν δυστοκίαν παρέχει, μάλιστα ἐν τοῖς θηλυκοῖς ζῳδίοις. Ἄρης ὡροσκοπὼν, μάλιστα ἐν θηλυκοῖς ζῳδίοις, ἐξαπίνης καὶ σύντομον ποιεῖ τὸν τοκετὸν μάλιστα ἐν ὁδῷ ἢ λουτρῷ. φησὶ δὲ καὶ τὰ ὀρθὰ καὶ τὰ πλάγια ζῴδια πολλὰ συμβάλλεσθαι εἰς τὸν περὶ τοκετοῦ λόγον∙ ὀρθὰ μὲν ζῴδιά εἰσιν ἀπὸ Καρκίνου ἕως Τοξότου, πλάγια δὲ τὰ λοιπὰ ἀπὸ Αἰγοκερω ἕως Διδύμων. ἡ οὖν Σελήνη ἐν τοῖς πλαγίοις ζῳδίοις τυχοῦσα καὶ ὑπὸ τῶν κακῶν ἐμπερισχομένη δυστοκίαν ἀποτε­λεῖ, μάλιστα καὶ τῶν κακοποιῶν ἐν τοῖς πλαγίοις ζῳδίοις τυχόντων καὶ τὴν Σελήνην ἔκκεντρον ἐπιθεωροῦντων.

νς. Περὶ γεννημάτων ἀπὸ τοῦ πολεύοντος καὶ διέποντος

Επεξεργασία

Κρόνου πολεύοντος ὡροσκόπου α' γ' η' ι' οἱ γεννώμενοι ἀγενεῖς καὶ ἐπισινεῖς καὶ βιοθάνατοι. Διὸς πολεύοντος ὡροσκόπου α' δ' ι' ια' οἱ γεννώμενοι ἄρχοντες, ἔνδοξοι, ἐπαφρόδιτοι. Ἄρεως πολεύοντος ὡροσκόπου α' ε' ς' η' ἀπὸ σιδήρου ἢ πυρὸς τελευτῶσι ἢ χολῳ μεγιστάνου ἢ αἵματος ἀναφορᾷ Ἡλίου πολεύοντος ὡροσκόπου α' β' γ' ς' ἢ λαμπροί, ἔνδοξοι, μεγι­στάνων φίλοι, θεοφιλεῖς. Ἀφροδίτης πολευούσης ὡροσκόπου α' β' ε' η' θ' ι' ἐπαφρόδιτοι πρακτικοί. Ἑρμοῦ πολεύοντος ὡροσκόπου α' δ' ς' ζ' η' ἔμπρακτοι, δραστικοί, πολυΐστορες. Σελήνης πολεύοντος ὡροσκόπου α' γ' ς' ζ' η' ἐπὶ μεγάλων πραγμά­των γινωσκόμενοι.

Ὁμοιως δὲ καὶ ἐπὶ τῶν νυκτερινῶν ὡρῶν, ἐὰν ὁ κύριος τῶν ὡρῶν τοῦ διέποντος κακοδαιμονισῃ θυριοβόλους ποιεῖ∙ ἐὰν δὲ Κρόνου διέποντος Σελήνη διαμετρῇ, ἐπιληπτικὸν καὶ θεοφορούμενον ποιεῖ.

νζ. Ἀποτελέσματα τοῦ πίνακος τῆς δωδεκατόπου [Ἑρμοῦ τοῦ Τρισμεγίστου περὶ τῆς τῶν ιβ' τόπων ὀνομασίας καὶ δυνάμεως]

Επεξεργασία

Περὶ ὡροσκόπου· τόπος πρῶτος

Επεξεργασία

Ὁ δὲ πρῶτος τόπος καλεῖται ὁ περὶ ζῳῆς · διὰ δὲ τοῦτο οὕτως ἐκλήθη ἐπειδὴ μετὰ τήν τοῦ κακοδαιμονήματος ἀνατολὴν τοῦτο τὸ ζῴδιον ἀνατέλλει καὶ μετὰ τήν τοῦ κλιμακτῆρος πάροδον περὶ ζωῆς ἐξετάζεται καὶ ἢ τίκτουσα καὶ τὸ βρέφος, καὶ ὅτι ἀμφότεροι ἀπὸ κινδύνων καὶ σκότους ἐπὶ τὸ φῶς ἐληλύθασιν καὶ τὴν ζωὴν∙ οἶαξ δὲ καλεῖται καὶ πρῶτον τόπον λέγομεν ὅτι ἡ ἀρχὴ τῆς ἐπισκέψεως τοῖς μαθηματικοῖς ἐκεῖθεν γνωρίζεται∙ ἔτι δὲ καὶ πνεύματος καὶ βάσεώς ἐστι δηλωτικός. ἐν δὲ τούτῳ τῷ τόπῳ ὁ τοῦ Ἑρμοῦ χαίρει παρὼν ὅτι τὸ πνευματικὸν διὰ τοῦ λόγου καθέστηκεν.

Ἐπὰν δὲ τὶς τῶν ἀγαθοποιῶν ὡροσκοπῇ δίχα τῆς τῶν κακοποιῶν θεωρίας καὶ τοῦ κυρίου τοῦ ὡροσκόπου καλῶς κειμένου καὶ τῶν τριγωνοκρατόρων τοῦ ὡροσκόπου, εὔτροφον ἔσται τὸ γεννηθὲν καὶ καλὴν ἔξει τὴν πρώτην ἡλικίαν. εἰ δὲ τὶς τῶν κακοποιῶν ὡροσκοπεῖ καὶ τὸν Ἥλιον καὶ τὴν Σελήνην κατοπτεύει, ἄτροφα ἢ ὀλιγοχρόνια ἢ σεσινωμένα ἢ ἐπιπαθῆ ἢ ἐν ὀρφάνια διατελοῦντα τὰ τικτομενα λέγε. ἐπαν δὲ ὁ Ἥλιος ἐν τῷ ἰδίῳ τριγώνῳ ὡροσκοπῇ, πρωτοτόκους ἢ πρωτοτροφους λέγε τοὺς γεννηθέντας· καὶ ἡγεμονίαν καὶ προκοπὴν παρέχει δίχα τῆς τῶν κακοποιῶν ἀκτινοβολίας, ὁ δὲ Κρόνος ὡροσκοπὼν πρω­τοτόκους ἢ πρωτοτρόφους λέγει τοὺς γεννηθέντος. Ἀφροδίτη δὲ ὡροσκοποῦσα χαρίεντας, τερπνούς, φιλομούσους, πολυκοίνους λέγει τοὺς γεννηθέντας, οὐκ εὐγάμους δὲ∙ Ἑρμῆς δὲ ὡροσκοπὼν λογικούς, φρονίμους, ἀγχίνους ποιεῖ τοὺς γεννηθέντας. Ἄρης δὲ ὡροσκοπὼν θερμούς, παραβόλους, τολμηρούς, ῥιψοκινδύνους ἀπεργάζεται. ἐσθ' ὅτε δὲ καὶ σεσινωμένους ἢ ἐπιπαθεις∙ ὀξυτοκίαν δὲ ποιεῖ ἢ ἐν ὁδῷ ἢ ἐν λουτρῷ. ὁ δὲ τοῦ Διός, ἐὰν ὡροσκοπῂ ἐκτὸς τῶν κακοποιῶν, λαμπρούς, ἡγεμόνας, ἄρχοντας τῆς ἰδίας πατρίδος πάντοτε ποιεῖ.

Ὁ δὲ κλῆρος τῆς τύχης καὶ ὁ κύριος αὐτοῦ ὡροσκοπὼν ἐπικείμενος τῷ τόπῳ ἑῷος ἀνατολικὸς ἀθεώρητος ὑπὸ κακοποιῶν εὐτυχεῖς, πολυ­χρονίους ποιήσει τοὺς τοιούτους. ὁ κύριος τοῦ ὡροσκόπου ὕπαυγος ὧν καὶ ὁ κλῆρος τῆς τύχης καὶ οἱ οἰκοδεσπόται τῶν φώτων ὀλιγοχρονίους ποιήσουσιν. ἐὰν δὲ ὁ κύριος τοῦ Ἀγαθοδαιμονος ὡροσκοπῇ, εὔπορον ποιεῖ ἐν τῇ νεότητι καὶ τὸ σχῆμα καλόν. Ἑρμῆς δὲ ἑῷος ὡροσκοπὼν μετὰ Ἡλίου ἢ Σελήνης ἐν θηλυκῷ ζῳδίῳ καὶ μοίραις θηλυκαῖς ἀποκόπους ποιήσει τοὺς τοιούτους τῶν ἀναγκαίων. ὁ κύριος τοῦ σίνους καὶ ὁ κύριος τοῦ κλήρου τοῦ σίνους ὡροσκοποῦντες ἐν τροπικοῖς ζῳδίοις καὶ αὐτὸν καὶ τοὺς γονεῖς πηροὺς ποιοῦσι∙ ἐὰν ὁ κύριος τοῦ ἕβδομου τόπου ὡροσκοπῇ, ἐναντιουμένην αὐτῷ γυναῖκα λήψεται ὁ τοιοῦτος, ἐὰν ὁ κύριος τοῦ ἐννάτου τόπου ὡροσκοπῇ δίχα τῆς τῶν κακοποιῶν ἀκτινοβολίας, ἐπὶ ξένης καλῶς διάξει ὁ τοιοῦτος. ἐὰν τὸ δωδεκατημόριον τῶν φώτων ὡροσκοπῇ, εὐγενεῖς τοὺς γονεῖς πρόλεγε, ἐὰν οἱ κλῆροι τῶν γονέων νυκτὸς ὡροσκόπωσιν, εὐγενεῖς οἱ γονεῖς.

Ἀφροδίτη ὡροσκοποῦσα ἐν θηλυκῷ ζῳδίῳ τὴν μητέρα εὐγενεστέραν καὶ πλουσιωτεραν καὶ πολυχρονιωτέραν τοῦ πατρὸς ποιεῖ καὶ ἐπὶ τοῦ Διὸς οὕτως νόει ἀπὸ ὡροσκόπου · ἐὰν ὁ Ζεὺς ὡροσκοπῇ ἐν θηλυκῷ ζῳδίῳ τὴν μητέρα εὐγενεστέραν λεγε∙ Ζεὺς ὡροσκοπὼν ἐν δισώμῳ ζῳδίῳ ἢ διπάτριον ἢ διώνυμον ποιεῖ τὸν γεννηθέντα τὰ δὲ αὐτὰ καὶ ἡ Ἀφρο­διτη ποιεῖ ὡροσκοποῦσα ἐν δισώμῳ ζῳδίῳ. Ἑρμῆς ὡροσκοπὼν, εἰ μὲν ἐν θηλυκῷ ζῳδίῳ,διὰ γυναικὸς τῷ γεννηθέντι προκοπὰς καὶ συστάσεις δίδωσι. Ἑρμῆς ὡροσκοπὼν ἐν δισώμῳ ζῳδίῳ ἀλλοτρίων τέκνων ἐπιτροπους ποιεῖ, ὁ δὲ Κρόνος ἐπίκεντρος μετὰ Ἡλίου τοῦ Ἡλίου ἔκλειψιν ποιοῦντος ἐπὶ τῆς γεννητικῆς ἡμέρας ἐν αἰχμαλωσίαις καὶ συνοχαῖς καὶ δουλίαις ποιεῖ τὸν γεννηθέντα· εἰ δὲ σύνεστιν Ἀφροδίτη καὶ Ἑρμῆς, εὐνοῦχοι γίνονται. Ἥλιος καὶ Ἀφροδίτη ὡροσκοποῦντες ἐν Λέοντι ἐν ἡμερινῇ γενέσει ἀθεμιτοφάγους ποιοῦσι τοὺς τοιούτους ὑπὲρ βρώματα βίου. Κρόνος δὲ καὶ Ἀφροδίτη ὡροσκοποῦντες ἐν οἴκῳ Κρόνου ἢ Ἀφροδίτης ποιοῦσι τοὺς τοιούτους μίγνυσθαι θυγατράσιν ἢ ἀδελφαῖς ἰδίαις. ἐὰν δὲ καὶ Σελήνη ἐπιθεωρήσῃ, μητρογάμους ποιήσουσιν ἢ πρὸς θείας ἐὰν δὲ μὴ θεωρήσῃ ἢ Σελήνη ἀλλὰ Ἄρης ἐπιβλεψη τὸ σχῆμα, ὠνητὴν γυναῖκα δίδουσιν ἢ ἐπαυτῶν βλάβας ποιοῦσι ἐκ τοιαύτης αἰτίας.

Ἐὰν ὁ Ἀναβιβάζων τύχῃ ἐν τῷ ὡροσκόπω καὶ Ζεὺς καὶ Ἀφροδίτη ἐκεῖ τύχωσι δίχα Κρόνου καὶ Ἄρεως, ἀνὴρ μέγας καὶ εὐτυχῇς ἔσται ἐν πολει. εἰ δὲ καὶ Σελήνη συμμαρτυρήσῃ αὐτοῖς, βέλτιον τὸ ἀγαθόν, εἰ δὲ καὶ Ἥλιος συμπαρῇ τῷ τόπῳ ἢ ἐπιθεωρήσῃ αὐτούς, ἄμεινον τὸ τῆς εὐτυχίας. ἢ γὰρ μεγιστᾶνες ἢ τύραννοι γενήσονται οἱ τοιοῦτοι. ἐὰν δὲ καὶ Κρόνος καὶ Ἄρης ἐπιθεωρήσωσιν αὐτοῖς ἢ συμπαρώσιν τῷ ὡροσκόπω νεότητα μοχθηρὰν κηι ἀπόκτησιν ἔξει καὶ ἀλγηδόνας ἐν τοῖς ὀφθαλμοῖς καὶ ἐν οὐδενὶ εὐοδοῦται, ἕως ἂν ὑπερβῂ ἔτη λς' ἐπὰν δὲ ὑπερβῂ ἀπαλλαγήσεται πάντων τῶν κακῶν, εἰ δὲ Κρόνος καὶ Ἄρης μετὰ Ἡλίου καὶ Σελήνης ἐπιτύχωσι Διὶ καὶ Ἀφροδίτη κατὰ συμπαρουσίαν ἢ ἐπιθεωρίαν, σινωθήσονται ὀστέα αὐτοῦ ἢ τυφλοῦται ἢ ἀπὸ πάθους τομὴν ἔξει καὶ ὅσα ἂν κτήσηται, ἀπωλέσει, ἐσθ' ὅτε δὲ καὶ βιοθανατήσει.

Ἐὰν δὲ Καταβιβάζων ἐν τῷ ὡροσκόπῳ τύχη καὶ Κρόνος καὶ Ἄρης ἐκεῖ τύχωσι δίχα τῆς τῶν ἀγαθοποιῶν ἐπιθεωριας, πάνυ χρηστὸν τὸ σχῆμα πολυγνωστος γὰρ ἔσται καὶ δυναστης καὶ εὐκτημων. εἰ δὲ καὶ Ἑρμῆς καὶ Ἥλιος συμπαρωσιν αὐτοῖς, τῷ πατρὶ κακον τὸ σχῆμα ζημίας γὰρ καὶ μάχας καὶ καταπλοκας ὑπομένει, εἰ δὲ καὶ Ζεὺς καὶ Ἀφροδίτη ἐκεῖ τύχωσιν μόνοι μετὰ Καταβιβάζοντος, κακιστον τῷ γεννηθέντι, μάλιστα ἐὰν συμπαρῇ αὐτοῖς καὶ ἢ Σελήνη · μέτριος γὰρ ἔσται καὶ οὐδὲν κτήσεται.

Ὅ τοῦ Κρόνου ἡμέρας τυχὼν ἐπὶ τοῦ ὡροσκοποῦντος Ζῳδίου κραυγὴν γεννήσει καὶ τὰ διὰ φωνῇς πρασσόμενα τῷ γεννωμένῳ∙ ποιεῖ δὲ καὶ πρωτοτόκους ἢ πρωτοτρόφους ἢ τῶν πρὸ αὐτοῦ ἀδελφῶν σπάνιν∙ πάντοτε δὲ ὁ θεὸς οὗτος ἐπιπαρὼν τοῖς κέντροις ποιεῖ πρωτο­γενεῖς ἢ καὶ πρωτοτρόφους ἤτοι τοὺς πρὸ αὐτοῦ ἀδελφοὺς ἀναιρεῖ∙ νυκτὸς δὲ βλάβας καὶ ἐναντιώσεις καὶ μόχθους τελεῖ, νυκτὸς δὲ καὶ παρ' ὑγροῖς τάς πράξεις.

Ὁ Ζεὺς τῆς αἱρέσεως τυχὼν ἐπὶ τοῦ ὡροσκοποῦντος ζῳδίου ἐπισήμους, δοξαστικούς, πολεων προηγουμένους, ἠδυβίους δὲ καὶ καλοψύχους ποιήσει∙ παρ' αἵρεσιν δὲ τυχὼν ἐπὶ τοῦδε τοῦ τόπου ποιήσει πρωτοτόκους ἢ πρωτοτρόφους ἢ πρὸ αὐτῶν ἀδελφοὺς ἀναιρεῖ∙ ἔτι δὲ τραφέντας καλῶς καὶ ἐν εὐδαιμονίᾳ γονέων τυχόντας, ἀπολλύοντας δὲ τὰ τῶν γονέων καὶ ἐκπίπτοντας τῶν ἰδίων, πάντοτε δὲ ὁ θεὸς οὗτος ἐπίκεντρος τύχοιν ποιεῖ πρωτοτόκους ἢ πρωτοτροφους ἢ τῶν μειζόνων ἀδελφῶν ἀναίρεσιν.

Ὁ τοῦ Ἄρεως ἀστὴρ τῆς αἱρέσεως τυχὼν ἐπὶ τοῦ ὡροσκοποῦντος ζῳδίου πολεμάρχους, στρατιώτας, στρατοπεδάρχας, ζωῆς καὶ θανάτου κυρίους, βλοσυροὺς πόλεσι καὶ χώραις γεννήσει · παρ' αἵρεσιν δὲ τυχὼν ἐπὶ τοῦδε τοῦ τόπου θερμοὺς παραβόλους, ξενιτεύοντας. ἐν τοῖς δόξαις ἀβεβαίους καὶ ἐν ταῖς ἐπιβολαῖς ἀποπίπτοντας καὶ μάλιστα τεχνίτας ἀποτελεῖ ἀπὸ πυρὸς ἢ σιδήρου ἢ τὸν βίον ἐν στρατείαις ἔχοντας.

Ἥλιος ἐπὶ τοῦ ὡροσκοποῦντος ζῳδίου Κρόνῳ ὁμόκεντρος τυχῶν βασιλεῖς ἢ ἡγεμόνας γεννήσει∙ ἐὰν δὲ ὁ τοῦ Ἄρεως συμπαρῇ ἢ κατὰ τετράγωνον ἢ διάμετρον στάσιν ἐπιθεωρήσῃ, μετὰ φθονῶν καὶ κινδύ­νων καὶ πολέμων τάς βασιλείας ἢ καὶ τάς ἡγεμονίας ἐξόντας. νυκτὸς δὲ ὁ θεὸς οὗτος ἐπὶ τοῦ ὡροσκοποῦντος ζῳδίου τυχὼν ταπεινοτέρους τοὺς γονεῖς ἀποδείξει· ἐπὶ δὲ τοῦ προκείμενου τόπου ὑπὸ Κρόνου ἐπιθεωρηθεὶς ἢ Ἄρεως κατὰ τετράγωνον ἢ διάμετρον στάσιν ἢ καὶ τοῖσδε συσχηματισθεις ἀδελφῶν μειζόνων ἢ καὶ τῆς ζωῆς ἢ καὶ τῶν ὅλων ὑπαρχόντων τε καὶ πράξεων ὀλετὴρ γενήσεται∙ πάντοτε δὲ ὁ Ἥλιος ἐπιπαρὼν τοῖς ἐπικέντροις μέρεσι τῶν ζῳδίων μειζόνων ἀδελ­φων ἄχρηστος γενήσεται, τινὰς δὲ καὶ πρωτογενεῖς ἢ πρωτοτροφους ὑπάρχοντας ἀποδείκνυσιν.

Ἡ Ἀφροδίτη τῆς αἱρέσεως τυχοῦσα ἐπὶ τοῦ ὡροσκοποῦντος ζῳδίου ἡμιθέους ταῖς διανοίαις γεννήσει, μεγάλους, μεγαλοφίλους, φίλους βασιλέων καὶ δυναστῶν πράγματα πιστευομένους σοφιστὰς ἀγαθοὺς κατὰ τήν τοῦ ζῳδίου ἰδιογενῆ φύσιν∙ ἔσονται γὰρ ἐν μὲν τοῖς ἀνθρωποειδέσι ζῳδίοις ἀρχιερεῖς χρυσοκόμητοι, κοσμοφόροι, τιμὴν παρὰ θεῶν ἔχοντες, τὰ μέλλοντα προφοιβώμενοι, μέγιστοι τῷ βίῳ. ἐν δὲ τοῖς ἡμιφώνοις ζῳδίοις τυχοῦσα ποικίλους θηρευτὰς δραστικωτέρους, φίλους βασιλέων, μηχανωμένους ὅσα πρὸς θεωρίαν βασιλέων θαυμαστὰ ἀνῆκεν, ὀψωνιζομένους παρὰ βασιλέων καὶ ἐκ τούτου εὐδαιμονοῦντας· ἐν δὲ τοῖς χερσαίοις ἢ παρύγροις τυχοῦσα μυροποιητὰς ἢ καὶ ἱματίων εὐκοσμιῶν κτήτας ἢ χρωματουργοὺς ἀποτελεῖ. ἐν δὲ τοῖς τετράποσιν ἐπισέμνους, φιλοδόξους, ἀγαθούς, φιλοτροφους ζῴων <ἢ ζῴων> ἡγεμόνας ποιήσει· παρ' αἵρεσιν δὲ τυχοῦσα ἐπὶ τοῦ ὡροσκοποῦντος ζῳδίου πολυκοίνους, ἐπιψόγους, λάγνους, ἀσελγεῖς ποιήσει∙ γίνονται δὲ καὶ λινουργοὶ ἢ ἱματίων πλοκεῖς ἢ χρωμάτων ἢ βαμμάτων καὶ τροφῶν τινων ἢ ποτῶν εὑρεταί.

Ὅ τοῦ Ἑρμοῦ ἐπὶ τοῦ ὡροσκοποῦντος ζῳδίου ἡμέρας τυχὼν φιλο­σόφους, γραμματικοὺς γεννήσει, ἐσθ' ὅτε δὲ καὶ ῥήτορας ἢ γεωμέτρας ἢ καὶ τῶν οὐρανίων μύστας ἢ καὶ θείων προσόδων ἀντεχομένους ἢ καὶ ἀπορρήτων πραγμάτων ἵστορας. θεωρηθεὶς δὲ ὑπό τινος τῶν τὴν αἵρεσιν ἐχόντων μεγάλους, στεμματοφόρους, βασιλέων πράγματα πιστευομένους ἀποδείκνυσιν. Ἄρεως δ' ἐπιθεωρήσαντος κατὰ διάμε­τρον ἢ τετράγωνον στάσιν ἢ καὶ κατὰ συμπαρουσίαν μοιρικὴν τρὶς κακὸς γενήσεται. ἐπὶ δὲ τριγωνικῆς στάσεως πραγματικώτερος καὶ ἀγαθώτερος ὁ τρόπος σοι νοείσθω. νυκτὸς δὲ ἐπὶ τοῦ ὡροσκοποῦντος ζῳδίου τυχεῖν ἡμιθέους γεννήσεται ταῖς διανοίαις καὶ ταῖς ἐπιβολαῖς ἐπιτευκτικοὺς καὶ εὐσχήμονας τοῖς βίοις καὶ φροντίδων ἢ μισθώσεων ἢ γραμματείων ἢ τελωνικῶν πράξεων ἀντεχομένους τελείους κατὰ τήν τοῦ ζῳδίου φύσιν.

Σελήνη τῆς αἱρέσεως τυχοῦσα ἐπὶ τοῦ ὡροσκοποῦντος ζῳδίου μηδενὶ τὴν συναφὴν ποιουμένη οὐκ ἀγαθὴ κριθήσεται ὁμόκεντρος δὲ τοῦ ὡροσκοποῦντος τυχοῦσα ἀρχικούς, ἡγεμόνας, μεγιστᾶνας, βασιλεῖς γεννήσει, τοῦ Ἄρεως τῶν ἐναντίων αὐτὴ τόπων μὴ μετέχοντος μηδὲ τοῦ Κρόνου αὔτη συμπαρόντος, μήτε κατὰ διάμετρον μήτε κατὰ τετράγωνον αὔτη στάσιν τυγχάνοντος. ἐπὶ γὰρ τῶνδε τῶν σχημάτων ὑπὸ τούτων οὕτως θεωρηθεῖσα ἢ καὶ ὑπὸ ἑκατέρου τῶν δυοῖν ἀχρό­νους ἢ καὶ ἐκθέτους ἢ βιοθανάτους ποιήσει κατὰ τήν τοῦ τόπου φυσικὴν ἐνέργειαν ζῳδιακῷ· τῆς ἀφέσεως ἐπὶ τοῦ ὡροσκοποῦντος ζῳδίου τυχοῦσα ἱεροπράκτους ἢ ἀρχιερεῖς ἢ ἱερῶν ἀγωνοθέτας ἢ ἐν ἱεροῖς τάς πράξεις καὶ δωρεὰς ἔχοντας γεννήσει, ἐάνπερ ὑπὸ τῶν τῆς αἱρέσεως ἀστέρων δορυφορουμένη τύχῃ· ἡ δὲ δορυφορία ἐστὶ τῆς Σελήνης εἰς τὸ ἔμπροσθεν μέρος, ὂ ἐστὶν ἑσπέριον, ὑπαρχούσης, εἰ οἱ ἀστέρες ἑπόμενοι τύχωσι · τὸν γὰρ Ἥλιον οἱ ἀστέρες δορυφοροῦσιν κατὰ τάς ἑῴους φάσεις, τὴν δὲ Σελήνην, ὡς προείρηται, κατὰ τάς ἑσπερίους.

καθολικῶς δὲ κενοδρομοῦσα ἡ Σελήνη ἐπὶ τῶν ἀναγκαίων τόπων πάσης γενέσεως οὐκ ἀγαθὴ γενήσεται. συνεπικρινεῖς δὲ ἐπὶ ποίου τόπου τῆς γενέσεως τυχοῦσα ποίαν κεκλήρωται φάσιν∙ ἐπὶ γὰρ τοῦ ὡροσκοποῦντος ζῳδίου ἡμέρας μὲν ὁμόκεντρος τυχοῦσα κυβερνήτας ἢ πειρατὰς ἢ δυσβάτων τόπων ἡγεμόνας γεννήσει· ὑπὸ δὲ τοῦ Ἄρεως κατὰ συμπαρουσίαν βλεφθεῖσα ἢ κατὰ διάμετρον ἢ τετράγωνον στάσιν σινῶν τὲ καὶ παθὼν παραιτία γενήσεται ἢ καὶ τὸ καθόλου ἄχρονον καὶ βιοθάνατον ποιήσει.

Περὶ τοῦ δευτέρου τόπου

Επεξεργασία

Ὁ δεύτερος τόπος καλεῖται βίος καὶ Ἅιδου πύλη καὶ ἀργὸς τόπος∙ ἐν τούτῳ τῷ ζῳδίῳ ἀργότεροι μένουσιν οἱ ἀγαθοποιοί, πλὴν τὰ ἐλπιζόμενα καλὰ ἀποτελοῦσι καὶ ἀπὸ νεκρικῶν πραγμάτων ἐλπίδας παρέχουσι, καθ' ὁ τόπος ἐπαναφορὰ καθέστηκεν τοῦ ὡροσκόπου. οἱ δὲ κακοποιοὶ παρόντες τῷ τόπῳ ποιοῦσι ἀπράκτους καὶ νωχελεῖς καὶ σίνη περὶ τάς ὄψεις. ἐὰν δὲ ὁ κλῆρος τῆς τύχης ἐκεῖ ἢ καὶ ὁ κύριος αὐτοῦ καὶ ὁ οἰκοδεσπότης τοῦ ὡροσκόπου, οὗτοί γε κακοποιοὶ ὄντες, ἐπιθεωρήσωσι τὸν τόπον, νεκροφύλακας ποιοῦσι καὶ τὸν βίον ἔξω τῆς πόλεως διατελοῦντας· οἱ τοιοῦτοι δὲ καὶ κυνόβρωτοι γίνονται∙ ἔσθ' ὅτε δὲ καὶ ὑπὸ γονέων ἐκβάλλονται.

Ὁμοιως ὁ Κρόνος ἐπιπαρὼν τῷ τόπῳ καὶ οἰκοδεσποτῶν τὸν κλῆρον τῆς τύχης ἢ καὶ τὸν ὡροσκόπον νεκροψύχους, νοσεροὺς ἀποτελεῖ ἢ καὶ λῆψιν χρημάτων ποιήσουσιν.

Ὁ δὲ τοῦ Ἄρεως οἰκοδεσπότης ὢν τοῦ κλήρου τῆς τύχης ἢ καὶ τοῦ ὡροσκόπου καὶ ἐπιπαρὼν τῷ δευτέρῳ τόπῳ ποιεῖ ἀποβολὰς καὶ ἀντιπτώματα πλεῖστα τῷ γεννομενω, ἐσθ' ὅτε καὶ περὶ τάς ὄψεις σῖνος ποιεῖ. ἐὰν δὲ Ἀφροδίτης εὑρεθῇ οἴκῳ, καὶ ἀπὸ γυναικῶν βλάβας ἔξει καὶ πρὸς τὴν φύσιν τοῦ ἀστέρος οὔ ἐστι τὸ ζῴδιον, ἀποκρίνου τὴν βλάβην. ἐὰν δὲ εὑρεθῇ καὶ Ἄρης ἐν ἰδίῳ προσώπῳ **, ἐσθ' ὅτε δὲ καὶ δεσμοφύλακες γίνονται ἢ ἀπὸ καρκάρων τὸν βίον ἕξουσι. Ἐὰν δὲ ὁ Ἥλιος ἐπιπαρῇ τῷ ζῳδίῳ οἰκοδεσποτῶν τὸν κλῆρον τῆς τύχης ἢ τὸν ὡροσκόπον κατὰ μοῖραν προσώπῳ ἰδίῳ, τοῦ Ἄρεως ὄντος ἐν τῷ ὡροσκόπω ἐν Κρόνου ζῳδίῳ, ὁ γεννώμενος ἀπολεῖ τὴν ὅρασιν ἐν τοῖς τοῦ Ἄρεως χρόνοις καὶ ἐπαιτήσει ἢ καὶ τῶν πατρῴων στερηθήσεται.

Ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης ἐπιπαρῇ τῷ τόπῳ οἰκοδεσποτῶν τὸν κλῆρον τῆς τύχης ἢ τὸν ὡροσκόπον, οἱ γεννώμενοι ἀποδημήσουσιν ἢ ἐφ' ὑγρῶν τάς πράξεις ἕξουσιν, ἐάν ἐστιν ἑῴα ἀνατολική. ἐὰν δὲ ἑσπερία ὑπάρχῃ, ἐν ἱεροῖς θηλυκῶν θεῶν καταφεύγουσιν εὐπορούμενοι τῶν δεόντων ἢ μυστήρια θεῶν ἢ καὶ τελετὰς περιποιοῦνται τὸ δὲ γηρᾷς ἀγαθὸν ἕξουσι. Ἐὰν δὲ καὶ ὁ τοῦ Ἑρμοῦ ὕπαυγος ὢν ἐπιπαρῇ τῷ τόπῳ, ἀμυήτους ποιεῖ καὶ ἀγραμμάτους. ἐὰν δὲ ἀνατείλῃ, οἱ τοιοῦτοι εὐμαθεῖς, περίεργοι γίνονται καὶ ἐπιχειροῦνται ἃ οὐκ ἔμαθον∙ γίνονται δὲ καὶ ἐπιτευκτικοὶ ἐν τοῖς μαθήμασιν. Ἐὰν δὲ Σελήνη παρῇ ἐν τῷ δευτέρῳ τόπῳ καὶ τοῦ Κρόνου ὡροσκοποῦντος, ὑποχυθήσεται τοὺς ὀφθαλμοὺς ὁ τοιοῦτος,

Ἐὰν κακοποιὸς ἐπίδῃ τὸν δεύτερον τόπον κατὰ τετράγωνον ἢ διάμε­τρον ἢ συμπαρῇ ἔκπτωσιν βίου σημαίνει τῷ γεννηθέντι∙ καὶ εἰ μὲν ὁ δεύτερος τόπος ἐστὶν οἶκος Ἀφροδίτης, ὁ τοιοῦτος ζημιωθήσεται χάριν γυναικῶν ἢ διὰ γυναικῶν · εἰ δὲ οἶκος Ἑρμοῦ, χάριν γραμματων ἢ ψήφων ἢ κληρονομιῶν ἢ χωρισμῶν∙ εἰ δὲ οἶκος Διός, παρὰ μεγιστά­νων ἢ δημοσίων πραγμάτων τὴν βλάβην ἔξει∙ εἰ δὲ οἶκος Ἄρεως, λέγε τὴν βλάβην ἀπὸ στρατιωτικῶν πραγμάτων ἢ προσώπων τοιούτων ἢ πολεμου ἢ ἐμπρησμοῦ ἢ μάχης ἢ ἁρπάγης ἢ λῃστρικῶν ἢ ἐφοδικῶν προσώπων∙ εἰ δὲ οἶκος Κρόνου, λέγε τὴν βλάβην ἀπὸ γερόντων ἢ δούλων ἢ ἀπελευθέρων χάριν γῆς ἢ κληρονομίας ἢ τάφων ἢ νεκρικῶν πραγμάτων ἢ ἐξ εὐτελῶν προσώπων∙ εἰ δὲ Ἡλίου οἶκος ᾖ, τὴν βλάβην ποιήσει ἀπὸ πατρὸς ἢ πατρῴων ἢ προγόνων ἢ χάριν δανείων ἢ χρημά­των τινῶν ἢ πράξεων. ἐὰν δὲ Σελήνης οἶκος ᾖ, χάριν μητρὸς ἢ μητρικοῦ γένους ἢ μητρυιὰς ἢ τῶν τοιούτων προσώπων.

Ἐμοὶ δὲ δοκεῖ καὶ ἐπὶ ἕκαστου οἴκου καὶ τόπου βλαπτομένου ὑπὸ κακοποιοῦ ἀποφήνασθαι τὴν βλάβην κατὰ τὴν φύσιν τοῦ οἰκοδεσπότου τοῦ ζῳδίου καθ' ὃ ὁ κακοποιός ἐστιν, καὶ τὰ σημαινόμενα ἀπὸ τοῦ τόπου. εἰ δὲ θέλεις λαβεῖν καὶ κλῆρον βίου, κατὰ Δωρόθεον λάμβανε πάντοτε νυκτὸς καὶ ἡμέρας ἀπὸ οἰκοδεσπότου τοῦ δευτέρου τόπου ἐπ' αὐτὸν τὸν τόπον τὸν δεύτερον, καὶ τὰ ἴσα ἀπόλυε ἀπὸ τοῦ ὡροσκόπου, καὶ ὅπου ἂν ἐκπέσῃ ὁ κλῆρος, σκόπει τὸν κύριον τοῦ κλήρου καὶ αὐτὸ τὸ ζῴδιον ἐν ᾦ ὁ κλῆρος ἐνέπεσεν. καὶ εἰ καλῷ τόπῳ ἔτυχεν ὁ κλῆρος καὶ ὁ κύριος αὐτοῦ δίχα τῆς τῶν κακοποιῶν ἀκτινοβολίας, καλὸν τὸν βίον λέγε· εἰ δὲ εὑρεθῇ ὁ κύριος τοῦ κλήρου ἑῷος δυτικός, μετὰ ἑπτὰ ἡμερῶν γενήσεται, εἰ δὲ ἑῷος ἀνατολικός, κρυπτὸν καὶ λαθραῖον πλουτον ποιήσει.

Ἐὰν δὲ ὁ Ἀναβιβάζων ἐν τῷ βίῳ εὑρεθῇ καὶ ἐκεῖ τύχωσι Ζεὺς καὶ Ἀφροδίτη καὶ Ἥλιος καὶ Σελήνη καὶ Ἑρμῆς, ὑπάρχοντα κτήσεται καὶ πιστὸς ἔσται καὶ φιλάργυρος∙ εἰ δὲ Κρόνος καὶ Ἄρης καὶ Σελήνη ἐπιθεωρήσωσιν αὐτοῖς, ἐν νεότητι ἀκαταστατἠσει καὶ ἀποκαταστήσεται καὶ κακοπαθήσει ἕως ὑπερβῂ ἔτη λε'· μετὰ δὲ ταῦτα ἀπαλλαγήσεται καὶ ὑπάρχοντα κτήσεται. εἰ δὲ Κρόνος καὶ Ἄρης ἐκεῖ τύχωσι μόνοι δίχα Διὸς καὶ Ἀφροδίτης ἐπιθεωρίας, ἀτυχὴς ἔσται· ἐσθ' ὅτε καὶ κακομόρως τελευτᾷ. ἐὰν δὲ ὁ Καταβιβάζων ἐν τῷ βίῳ εὑρεθῇ, τῷ πατρὶ κάκιστον ἔσται· ζημίας γὰρ καὶ συκοφαντίας ἔξει. εἰ δὲ Κρόνος καὶ Ἄρης ἐκεῖ τύχωσι, κάλλιστον τὸ σχῆμα, ὑπάρχοντα γὰρ κτᾶται ἀπὸ πραγμάτων δυσκόλων καὶ φόνων καὶ νεκρικῶν πραγμάτων ἢ καταλύσεως οἰκίας ἀπὸ πράγματος ἀδοκήτου. εἰ δὲ Ζεὺς καὶ Ἀφροδίτη ἐκεῖ τύχωσι, οὐδὲν κτᾶται ἀλλὰ κακοτυχὴς ἔσται.

Ἐπὶ δὲ τῆς ἀναφορᾶς τοῦ ὡροσκοποῦντος ζῳδίου νυκτὸς Κρόνος τυχὼν ἔκλειψιν παίδων καὶ ταραχὰς οὐκ ὀλίγας ποιήσει καὶ ἔκπτωσιν βίου καὶ ὑποδειγματισμοὺς καὶ πατρικῶν καὶ μητρικῶν ἀποβολὰς καὶ νωχελεστέρους ταῖς πράξεσιν ἀποτελεῖ, τινὰς δὲ καὶ πάθεσι σωματικοῖς περιτρεπομένους ἡμέρας δὲ αὐξητικοὺς τοῖς βίοις κατὰ πρόβασιν γιγνομένους ποιήσει, ἀνεπιφυντικοὺς δὲ καὶ πενιχροὺς ταῖς ψυχαῖς, τινὰς δὲ καὶ ἀπὸ παρύγρων βιοῦντας.Ἐπὶ δὲ τῆς ἀναφορᾶς τοῦ ὡροσκόπου Ζεὺς τυχὼν ἀποτελεῖ κληρονόμους ἀλλοτρίων καὶ υἱοθετημένους ὑπὸ τινων καὶ ἐγγαίων καὶ θεμε­λίων κυρίους ἡμέρας καὶ νυκτός.

Ἐπὶ δὲ τοῦ βίου ἡμέρας ὁ τοῦ Ἄρεως τυχὼν ἀλλοτριώσεις τῶν ἰδίων καὶ ξενιτείας ποιεῖ∙ αὐτοῖς δὲ τοῖς γεννωμένοις σίνη ποιεῖ καὶ τομας σιδήρου. ἐὰν δὲ καὶ ἡ Σελήνη ἐπὶ τῶν κέντρων καὶ τῶν ἐπαναφορῶν καὶ τῶν ἐπικαταφορῶν τύχη, σινώσει τοὺς γεννωμένους ἀπὸ ὕψους ἢ τετράποδων φύξεως, τινὰς δὲ ἐκθέσεως ἢ καὶ αἰχμαλωσίας ἢ καὶ ὑπο­ταγῆς πειρωμένους ποιεῖ∙ γίνονται καὶ ἐκλείψεσιν καὶ στενοχωρίαις οὐ ταῖς τυχούσαις. ἐὰν δὲ ὁ τοῦ Διὸς ἢ ὁ τῆς Ἀφροδίτης τοῦτον ἐπὶ μαρτυρησῃ, τοὺς ἐπιφερομένους κινδύνους διεκδραμοῦνται καὶ τάς ὑποταγὰς διεκφεύξονται· τῶν μὲν βίῳ δεόντων οὐκ ἀπορήσουσι, ἀλλ' ὅτε μὲν ἕξουσι, ὅτε δὲ θλιβήσονται. νυκτὸς δὲ στρατίαις καὶ ἀθλήσεσιν ἕτοιμος ὁ θεός, ἐπισφαλεῖς δὲ καὶ αὐτοὺς ταῖς πράξεσιν καὶ ταῖς δόξαις ἀποτελεῖ. Ἐπὶ δὲ τῆς ἀναφορᾶς τοῦ ὡροσκόπου τυχῶν ὁ Ἥλιος ἰδιοκτήμονας ἀποτελεῖ καὶ ἠδυβίους.

Ἐπὶ δὲ τοῦ βίου τυχοῦσα ἡ Ἀφροδίτη ἡμέρας ἐναντιώσεις ἢ καὶ ὀψιγαμίας ἀποτελεῖ καὶ κρίσεις πρὸς θηλυκὰ πρόσωπα∙ τινὲς δὲ καὶ θάνατον γυναικῶν ὁρῶσιν, πλὴν οὐ κακοβίους τελεῖ ἐν γήρᾳ. νυκτὸς δὲ κτητικωτέρους καὶ κατὰ πρόβασιν εὐτυχεστέρους καὶ ἡδεῖς κατὰ τὰ ἀφροδίσια καὶ ἐπιχαρεῖς τοὺς γεννωμένους ἀποτελεῖ. Ἐπὶ δὲ τοῦ βίου ἑῷος ἀνατολικὸς τυχῶν Ἑρμῆς νυκτὸς μὲν ἄφρο­νας, σκολιούς, ἀλλοτρίους γραμμάτων, καὶ τοῖς βίοις ἐνδεεῖς γεννήσει, ἑσπέριος δὲ τυχὼν νυκτὸς ἐπὶ τούτου τοῦ τόπου τοκιστὰς, ἐμπόρους ἢ ἀλλοτρίων φροντιστάς, ἐπιτρόπους γεννήσει σοφούς· ἡμέρας δὲ φιλοσόφους ἢ μονοτρόπους ἢ ἰδιοφυεῖς, ἃ μὴ ἔμαθον ἐπιχειροῦντας, σαπροζώους τὲ καὶ ἑαυτῶν τιμωρητάς. [Ὁ κύριος τῆς προγενομένης συνόδου εἰ ἐν τούτῳ τῷ τόπῳ τύχῃ, ἐκπτώτους τοῦ βίου ποιεῖ.] ** καὶ παθεῖ περιπεσεῖται καὶ ἐν στενοχωρίᾳ ἔσται∙ εἰ δὲ Κρόνος καὶ Ἄρης ἐκεῖ τύχωσι καὶ ἐπιθεωρήσωσι τὸν τόπον, ἐν νεότητι αὐτὸς κακοπαθήσει καὶ μετὰ ταῦτα ἐν ἀγαθοῖς ἔσται κτώμενος ἀπὸ δυναστῶν καὶ βασιλέων ὑπάρχοντα καὶ ὀνομαστὸς ἔσται καὶ τύραννος· εὐτελὴς δὲ ἔσται καὶ οὐ φροντίσει τινὸς διὰ τὸ τὸν Ἄρεα καὶ Κρόνον χαίρειν ἐν τῷ Καταβιβάζοντι · εἰ δὲ Κρόνος μετὰ Ἀφροδίτης ἐκεῖ τύχη, εἰς γυναῖκας ἀκαταστατήσει καὶ μετὰ ταῦτα ἐν καλοῖς ἔσται καὶ ζήσει ἔτη ο'.

Τρίτος τόπος

Επεξεργασία

Ὁ τρίτος τόπος καλεῖται θέας Σελήνης, κατάσκιος, ἐξουσιαστικὸς, μετακόσμιος. σημαίνει δὲ τὸν περὶ ξένης λόγον καὶ τὸν περὶ ὀνείρων καὶ θρησκείας καὶ τραπέζης καὶ ἀδελφῶν καὶ φιλῶν καὶ βασιλίδος.

Ἐὰν οὖν Σελήνη τύχῃ ἐν τῷ γ' τὴν οἰκοδεσποτείαν ἔχουσα τοῦ ὡροσκόπου ἢ τοῦ κλήρου τῆς τύχης ἐν ἰδίῳ προσώπῳ μάλιστα καὶ τῆς αἱρέσεως καὶ μεστὴ καὶ τοῖς ἀριθμοῖς προσθετική, ὁ γεννώμενος ἔσται μέγας, πλούσιος, ὑπὸ θεῶν χρηματιζόμενος, καὶ ἱερῶν τόπων ἔξει διὰφορα χρήματα, ἄρξει δὲ πόλεων. ἐὰν δὲ συμπαρῇ ὁ Ἥλιος τῇ Σελήνῃ ἀπὸ συνόδου, ἱερεὺς ἔσται. ἐὰν δὲ ὁ τοῦ Κρόνου συμπαρῇ τῇ Σελήνῃ, ἔσται ἱεροσκόπος, φιλόδικος, ζημιώδης, θεοχόλωτος, βλάσφημος εἰς τὸ θεῖον, ἐὰν δὲ Ζεὺς συμπαρῇ τῇ Σελήνη, μάγος, προφητης, πλου­σιος, ἐὰν δὲ Ἄρης συμπαρῇ τῇ Σελήνη, ἔσται πρακτικὸς καὶ ἀποστερητὴς ἀλλοτρίων. ἐὰν δὲ παρῶσιν ἐν ἰδίοις τόποις ἢ προσώποις μάλιστα ἐπὶ νυκτός, γίνεται στρατηγός, ἐπίορκος χάριν χρυσοῦ, ἐσθ' ὅτε καὶ χόλῳ βασιλείας ἀπολεῖται. ἐὰν δὲ ὁ τῆς τύχης κλῆρος ἐπιπαρῇ σὺν τῷ τῆς Ἀφροδίτης ἐν ἰδίῳ προσώπῳ μάλιστα νυκτὸς καὶ ἡ Σελήνη οἰκοδεσποτοῦσα τοῦ κλήρου συνῇ ἐκεῖ ἐν ἰδίῳ προσώπῳ, ὁ γεννώμε­νος ἔσται μέγας, πλούσιος καὶ ὑπὸ γυναικὸς εὐεργετηθήσεται∙ τινὲς δὲ καὶ ἐν ἡγεμονίαις διάγουσιν∙ οἱ δὲ καὶ ἀρώματα μεταχειρίζονται. ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ σὺν τῇ Σελήνῃ τύχῃ ἐκεῖ ἰδίοις προσώποις καὶ κυριεύσωσι τοῦ ὡροσκόπου ἢ τοῦ κλήρου τῆς τύχης, ὁ γεννώμενος ἐρεῖ τὰ μέλλοντα ὡς θεὸς καὶ μυστηρίων ἀπορρήτων μεθέξει καὶ τῶν οὐρα­νίων μέτοχος ἔσται καὶ πολύπειρος καὶ ὀνείροις χρηματιζόμενος καὶ μαντικός. Ἥλιος δὲ σὺν Σελήνῃ παρὼν ξενιτεύοντας ποιήσει· καὶ ὁ κύριος τοῦ ὡροσκόπου ἐνταύθα ὢν ξενιτείας παρέχει. ὁ δὲ κύριος τοῦ γ' καλῶς κείμενος φάσει ἢ τόπῳ, ὑψώματι ὑπὸ ἀγαθοῦ θεωρούμε­νος, ἀνδρῶν μεγάλων φίλους τοὺς τοιούτους ποιήσει καὶ τάς περὶ φίλων καὶ ἀδελφῶν εὐεργεσίας δίδωσι, μάλιστα εἴπερ ἀγαθὸς τύχῃ ἐπὶ τοῦ τόπου∙ εἰ δὲ κακοποιὸς ἐπὶ τοῦ τόπου τύχῃ, τάς παρὰ φίλων καὶ ὑπὲρ φίλων βλάβας ποιοῦσιν γενέσθαι∙ ἐσθ' ὅτε δὲ καὶ βλασφήμους ποιοῦσι καὶ κινδύνους ἐπὶ ξένης.

Κρόνος δὲ καὶ Ἑρμῆς ἐν τῷ γ' ὄντες ὀνείρων ἀποκαλύψεις καὶ μυστηριώδη ποιοῦσιν. ὁ δὲ κλῆρος τοῦ γαμου ἐν τῷ γ' ὢν ἐπὶ ξένης λέγει τὸν γαμον γενέσθαι ἢ ἀπὸ ξένης · Ἀφροδίτη δὲ ἐν τῷ γ' οὖσα τάς ἀπὸ γυναικῶν χαρίτας καὶ δωρεὰς παρέχει τῷ γεννηθέντι. ὁ δὲ κύριος τοῦ ς' ἢ τοῦ ιβ' ἐν τῷ γ ὢν φίλων ὑποκρίσεις καὶ προδοσίας καὶ τάς παρ' ἐχθρῶν βλάβας ποιεῖ∙ ἐσθ' ὅτε δὲ καὶ σῖνος ἢ πάθος ἐπὶ ξένης ποιοῦσιν. ὁ δὲ κύριος τοῦ γ' ἐν τῷ β' ἥ τῳ ς' ὢν ποιεῖ + κληματικοὺς ἐν ὁδῷ. ὁ δὲ κύριος τοῦ ε' καὶ ια' ἐν τῷ γ' ὢν ἀγαθὰς καὶ ἐπικερδεῖς τάς ξενιτείας ποιεῖ καὶ φιλίας. ὁ δὲ κύριος τοῦ ζ ἐν τῷ γ' ὢν ξενογαμίας ποιεῖ. ἐὰν δὲ ὁ γ εὑρεθῇ περιέχων δίσωμον ζῴδιον καὶ ὁ κύριος τοῦ γ' ἐν δισώμῳ ᾖ, ἐξ ἄλλων καὶ ἄλλων γονέων ἀδελφοὺς λέγε γενέσθαι καὶ οὐχ ὁμοπατρίους ἢ ὁμογαστρίους. ἐὰν δὲ τὰ δυο φῶτα εὑρεθῇ ἐν διαφόροις ἀποκλίμασιν, ἀλλοεθνεῖς τοὺς γονεῖς λέγε. ἐὰν δὲ ὁ γ' ᾖ Καρκίνῳ, Λέοντι καὶ Ζεὺς μετὰ Ἀφροδίτης ἢ Ζεὺς μετὰ Ἑρμοῦ ἐπιθεωρῶσιν, εὐτυχίας σημαίνει. ἐὰν δὲ Κρόνος καὶ Ἄρης τὸν τόπον θεωρῶσιν, πλανήτας ποιοῦσι καὶ κακοφίλους εἰ δὲ ἀγαθός, χρηστοφιλους. ἐὰν ὁ γ' εὑρεθῇ Τοξότῃ ὑπὸ Διὸς Ἀφροδίτης μαρτυρούμενος, εὐτυχέστατος ἔσται, εἴπερ ἡμέρα εἴη∙ ἐὰν δὲ συσχηματισθῇ τούτοις καὶ Ἄρης, στρατοπεδάρχας ποιεῖ. εἰ δὲ Κρόνος Ἑρμῆς ἐπιθεωρήσουσιν τὸν τόπον, γραμματικοὺς, ῥήτορας, σοφιστάς. εἰ δὲ Κρόνος καλῶς σχηματίζεται, οἰκονόμους καὶ ἐπιτρόπους ποιεῖ∙ εἰ δὲ Ἀφρο­δίτη, γάμον κρύφιον καὶ εὔπορον καὶ εὐτυχῇ, μάλιστα ἐπὶ νυκτὸς ἀνατολικῆς οὔσης. Ἀφροδίτη καὶ Ἑρμῆς προσώποις Διὸς καὶ οἱ κακο­ποιοὶ τῆς αἱρέσεως ὄντες, ἐν οἷς χαίρουσι ζῳδίοις, ἀγαθὰ παρέχουσι. Ζεὺς δὲ καὶ Κρόνος ἐν τῷ γ' δίχα Ἄρεως εὐτυχίας δηλοῦσιν.

Ἐὰν δὲ ὁ γ' ᾖ Κριῷ Σκορπιω ἐπιθεωροῦντων Ἄρεως Ἀφροδίτης, ποιοῦσι μόχθους τῶν ἰδίων φίλων ἢ ἀδελφῶν, μάλιστα Ἄρεως καὶ Ἀφροδίτης τὰ ὅρια ἀμειψάντων. ἐὰν δὲ Κριῷ ἢ Σκορπίῳ ἢ Ζυγῷ Ἄρεως θεωροῦντος, μοιχοὺς μάλιστα ὁρίοις ἢ προσώποις Ἀφροδίτης· εἰ δὲ μετὰ Ἄρεως θεώρει, μοιχαλίδας ἕξει γυναῖκας. ἐὰν ὁ γ' ᾖ Διδύμοις ἢ Παρθένῳ Ἄρεως θεωροῦντος. ποιεῖ κακοπαθῆ τὸν τοιοῦτον διὰ φίλους ἢ παρὰ φίλων, ὁ κύριος τοῦ γ' ἐὰν εὑρεθῇ ἐν πολυσπόρῳ ζῳδίῳ ὑπὸ ἀγαθοῦ μαρτυρούμενος, πολλοὺς ἀδελφοὺς ἔξει. ἐὰν δὲ εὑρεθῇ ὁ κύριος τοῦ γ' ἐν β' ἢ ια' ἢ ι' ἢ θ', ὁπλοτέρους καὶ προτέρους ἀδελφοὺς δηλοῖ· εἰ δὲ ἐν τῷ ὡροσκόπω, πρωτοτόκον ἢ μονογενῆ. ἐὰν ὁ κύριος τοῦ γ' εὑρεθῇ ἐν καλῷ τόπῳ ἢ ὑψώματι, ποιεῖ ὑπὸ φίλων εὐωχίαις τέρπεσθαι καὶ ζωήν ἢ τέχνην ἀνενδεᾶ.

Εἰ δὲ ὁ Ἀναβιβάζων ἐν τῷ περὶ ἀδελφῶν τύχῃ καὶ Ζεὺς καὶ Ἀφροδίτη καὶ Ἥλιος μετὰ Σελήνης ἐκεῖ ὦσιν ἢ ἐπιθεωρῶσιν, ἐπὶ ἀδελφῷ λυπηθήσεται ἢ ἀποβαλῶν ἢ σεσινωμένον σχών. ἐὰν ὁ Καταβιβάζων ἐν τῷ περὶ ἀδελφων τύχῃ καὶ Ζεὺς καὶ Ἀφροδίτη ἐκεῖ ὦσιν ἢ ἐπιθεωρώσιν, κάκιστον τὸ σχῆμα τοῖς γονεῦσιν. εἰ δέ Κρόνος καὶ Ἄρης ἐκεῖ τύχωσι, θραύεται αὐτῶν ἢ κακία, ὁ δὲ πατὴρ πάντως σινοῦται.

Ἐν δὲ τῷ θεῷ ἡμέρας ὁ Κρόνος τυχὼν μύστας, ἀρχιμάγους φιλο­σόφους, θεῶν τεράστια προφοβουμένους· τινὰς δὲ καὶ ἀσχολίαις περιβάλλει· νυκτὸς δὲ ἐγκατόχους, ἀποφθεγγομένους, φιλοσόφους. Ἐν δὲ τῷ θεῷ ἡμέρας τυχὼν ὁ Ζεὺς χρηματιζομένους τὰ μέλλοντα, τινὲς δὲ καὶ ἱερῶνται καὶ τεράστιά τινα ποιοῦσι∙ νυκτὸς δὲ ἀβεβαίους τοῖς ὀνείροις καὶ καταψευδομένους θεῶν, φιλοχρύσους. Ἐν δὲ τῷ θεῷ ἡμέρας ἢ νυκτὸς Ἄρης τυχὼν ἀτιμωρήτους, σοφιστάς, παρὰ θεοῖς φοβερούς, κἄν ματαίως ὀμνύωσι, σωτηρίας τόπον ἔχοντας. γίνονται δὲ καὶ φοβεροὶ δαίμοσιν. Ἐν δὲ τῇ θεᾷ τυχὼν ὁ Ἥλιος θεοσεβεῖς, θεολήπτους, ἐν ἱεροῖς δουλείας ἀδόξους ἢ δουλικὰς κεκτημένους.

Ἐν δὲ τῷ θεῷ ἢ τῇ θεᾷ παρ' αἵρεσιν οὖσα ἢ Ἀφροδίτη δαίμοσι προσπλεκομενους ἀποτελεῖ ἢ καὶ ἐν ἱεροῖς ῥακοδύτας, ἀπὸ θεοῦ φθεγγομένους, φιλοσόφους. ταῦτα δὲ γίνεται μάλιστα Ἀφροδίτης ἐπιθεωρηθείσης ὑπὸ Κρόνου · νυκτὸς δὲ ἡ Ἀφροδίτη κατὰ αἵρεσιν ἐν τοῖς τόποις τούτοις εὐχρηματίστους, τεραστίους, θεοσεβεῖς, ἱερατεύοντας. τινὲς δὲ καὶ ἐν ἱεροῖς τάξεις ἢ δωρεὰς ἴσχουσι Κρόνου δὲ ἢ Ἄρεως συμπαρόντων αὐτῇ ἢ τετραγώνων ἢ διαμέτρων κρίσεις ποιεῖ ἕνεκα γυναικῶν καὶ μάχας καὶ δυστυχίας καὶ ἀχαριστίας, μάλιστα δὲ ἐπὶ τῶν τροπικῷν ζῳδίων∙ ταῦτα γὰρ τὰ ζῴδια τῶν πλείσταις συνερχομένων. ἐὰν δὲ ὁ τοῦ Διὸς ταύτῃ συμπαρῇ ἢ τρίγωνος ἢ τετράγωνος ἢ διάμετρος, ποιεῖ ἐπαφροδίτους, ἐπιτευκτικούς, κυρίους τῶν τῆς γυναικὸς ἀγαθῶν. τίνες δὲ φροντισταὶ γίνονται γυναικῶν καὶ ἐν μεγιστᾶσιν ἀναστρέφονται ἕνεκα θηλυκῶν προφάσεων, ὧν χάριν καὶ προκόπτουσιν.

Ἐν δὲ τῷ θεῷ ἑῷος τυχῶν ὁ Ἑρμῆς θύτας, ἱερομάντεις, οἰωνιστάς, ἰατρούς, ἀστρολόγους, θεολήπτους∙ ἀφ ὧν καὶ τὸν βίον ἔχουσιν. ἐναντιόθετος Ἄρει ἀσεβεῖς ποιεῖ, ἱεροσύλους· ἑσπέριος δὲ τυχὼν ἱερεῖς, μάγους, ἰατρούς, τεχνικούς, ἃ οὐκ ἐμαθον ἐπινοοῦντας. Ἐν δὲ τῇ θεᾷ ἡ Σελήνη νυκτὸς οὖσα ξενιτευτὰς ἐνδόξους, κτητικοὺς∙ τινὲς δὲ καὶ γυναικῶν πράγματα πιστεύονται καὶ θεοσεβεῖς γίνονται, ἡμέρας δὲ ξενιτευτὰς ἀδόξους, τὸν βίον ἐν πλάναις καὶ κινδύνοις ἔχον­τας∙ τινὲς δὲ καὶ ἐν ἱεροῖς ἀδόξους ἢ δουλικὰς ἔχουσι πράξεις· ἢ θεῷ προσπλόκους ἢ ἐξαγορεύοντας, καὶ μάλιστα ὅταν ὑπὸ κακοποιῶν Ἀφροδίτη ὁραθῇ.

Τόπος τέταρτος

Επεξεργασία

Ὁ τέταρτος τόπος καλεῖται ὑπόγειον κέντρον καὶ ἡ τοῦ γήρως ἡλικία. σημαίνει δὲ τὸν περὶ γονέων λόγον καὶ περὶ ἐγγείων καὶ κρυπτῶν πραγμάτων καὶ οἴκου ἐν ᾦ τὶς ἐγεννήθη, καὶ περὶ θεμελίων καὶ τῶν μετὰ θάνατον. ἐπὶ δὲ τῶν καταρχῶν σημαίνει τήν τοῦ μαθη­ματικοῦ πρᾶξιν κατὰ τὴν τῶν ἀστέρων ἐπιθεωρίαν ἢ γὰρ κέρδος καὶ ἐπαίνους παρέξουσι Ζεὺς Ἀφροδίτη ἢ ζημίας καὶ καταγνώσεις Κρόνος Ἄρης τῷ μαθηματικῷ.

Ἀγαθὸν οὖν τὸ γῆρας διὰ Διὸς ἢ Ἀφροδίτης ἐν τῷ δ' ὄντων καὶ ὁ θάνατος∙ Ἄρης δὲ καὶ Κρόνος ἐκεῖ τυγχάνοντες οὐ μόνον κακοθανασίαν τῷ τεχθέντι ἀλλὰ καὶ σῖνος ἢ πάθος διδόασιν. πάντως δὲ τὰ γονικα φθείρουσι. Ἀφροδίτη δὲ ἐκεῖ κακογάμους ποιεῖ, ἀλλὰ τὸ γῆρας ἄμοχθον. ἡ δὲ Σελήνη ὑπὸ Κρόνου ἢ Ἄρεως ὁρωμένη, κρυπτῶν τόπων πόνους ποιεῖ ἢ χάριν τίνων πραγμάτων κρυπτῶν· συνοχὰς γὰρ καὶ δεσμοὺς ἐπάγει· θάπτουσι δὲ γυναῖκα καὶ τέκνα οἱ τοιοῦτοι. ὑπὸ δὲ ἀγαθῶν ὁρωμένη ἀπὸ κρυπτῶν ἔργων ὠφέλειαν φέρει. εἰ δ' ἡ Σελήνη ἐν οἴκῳ Ἄρεως ἢ ὑπὸ κακοποιοῦ ὁρωμένη, ἔκπτωσιν καὶ μείωσιν τῶν πατρικῶν σημαίνει, εἰ μὴ ἄρα ἢ οἴκῳ ἢ ὑψώματι Διός.

Ὁ δὲ Κρόνος ἐκεῖ ὢν κατὰ αἵρεσιν οἴκῳ Διὸς ἢ ὑψώματι θησαυροῦ εὑρετὰς δηλοῖ καὶ μάλιστα στηρίζων, τῶν δὲ γονικῶν ἀποβολάς· πάν­τως δὲ κρυπτὰ δώσει καὶ θάψει τέκνα. ὁ Ζεὺς ἐκεῖ ὢν ὠφέλειαν ποιεῖ ἐξ ἀπορρήτων πραγμάτων ἢ κληρονομιῶν ἢ θησαυρῶν εὑρέσεως· ἐὰν δὲ τοιοῦτος ᾖ ἐν τῇ μέσῃ ἡλικίᾳ, ἔκπτωσιν δηλοῖ καὶ περὶ τὸ γῆρας αὔξησιν καὶ ἀνατολὴν τύχης καὶ εὐθανασίαν δηλοῖ. Ἀφροδίτη ἐκεῖ οὖσα μαρτυρουμένη ὑπὸ Κρόνου ἢ Ἄρεως · γυναικὸς θάνατον ὄψεται. εἰ δ' ἐν τροπικῷ εἴη, οὐ μίαν θάψει, ἀλλὰ πολλας. ἐὰν δὲ μόνη εὑρεθῇ στηρίζουσα, οὐ μόνον μοιχοὺς ἀλλὰ καὶ μαλακοὺς ποιεῖ. Ἑρμῆς δὲ ἐκεῖ ὢν μετὰ Ἀφροδίτης βλάπτει τὸν περὶ ἀδελφῶν λόγον καὶ τέκνων, φρονίμους δὲ ποιεῖ καὶ διαβολὰς καὶ κατηγορίας, μάλιστα δ' ὑπὸ Ἄρεως θεωρούμενος καὶ ἐν ἀνοικείοις ζῳδίοις παρὼν∙ ἀλλὰ καὶ φαρμακίδα γυναῖκα δώσει. ἐν δὲ Διὸς οἴκῳ ἢ ὑψώματι ἀλλοτρίων τέκνων πατὴρ γίνεται καὶ τεκνοποιεῖται ὑπὸ τίνος σεσινωμένου. Σελήνη ἐκεῖ οὖσα τὴν μητέρα ἀγενεστέραν λέγει∙ εἰ δὲ ὁ οἰκοδεσπότης αὐτῆς ἀποκλίνει πάντως δούλην ποιεῖ καὶ κακοθάνατον∙ τὰ δ' αὐτὰ νόησον καὶ ἐπὶ πατρὸς ἀπὸ τοῦ Ἡλίου.

Κρόνος μετὰ Ἡλίου ἐκεῖ ὢν τοῦ Ἡλίου ἐκλείποντος ἐπὶ τῆς γεννη­τικῆς ἡμέρας· ἐν αἰχμαλωσίαις καὶ συνοχαῖς γίνεται. εἰ δὲ ἐπιθεωρήσουσιν Ἑρμῆς καὶ Ἀφροδίτη, εὐνοῦχος γίνεται τὰ αὐτὰ δὲ γίνεται καὶ ἐπὶ τῶν λοιπῶν κέντρων. Ἄρης παρ' αἵρεσιν ἐν ἀλλοτρίῳ ζῳδίῳ θηριόπληκτον ποιεῖ. ὁ τοῦ δ' οἰκοδεσπότης ἐναντιούμενος τῷ τόπῳ ἢ ἐν τῷ ς' ἢ η' ἢ ιβ' ἐπὶ ξένης τελευτήσει. Κρόνος καὶ Ἄρης καὶ Ἀφροδίτη ἐκεῖ τάς γυναῖκας αὐτῶν φθείρουσιν ἀπὸ ὠμοτοκίας ἢ μανίας. Ἀφρο­διτη ἐκεῖ ἐν τροπικοῖς μάλιστα Καρκίνῳ Αἰγοκέρωτι· πόρνας γαμοῦσι καὶ διὰ τοῦτο δανείοις περιπίπτουσι. Ἀναβιβάζων ἐκεῖ μετὰ Διὸς ἢ Ἀφρο­διτης Σελήνης καὶ Ἡλίου ὁρώντων· ὁ οἶκος ἐν ᾦ γεννᾶται εὐτυχή­σει. Ἥλιος μετὰ Κρόνου ἐκεῖ∙ ἄτεκνος γίνεται καὶ ἡ οἰκία, ἔνθα ἐγεννήθη, ἐρημοῦται ἢ ἀλλοτριοῦται τοῦ δεσπότου.

Ἥλιος ἐκεῖ μετὰ Ἀναβιβάζοντος· ὁ πατὴρ μέγας ἔσται. εἰ δὲ συμπαρῇ Κρόνος καὶ Ἄρης, ἐρημοῦται ὁ οἶκος ἐν ᾦ ἐγεννήθη καὶ ὁ πατὴρ τελευτᾶ ἢ ἔκπτωσιν τῶν ὑπαρχόντων ἕξει, καὶ τὸ γεννώμενον ὀλιγοχρόνιον ἔσται ἢ ἐπὶ γυναικὶ καὶ τέκνοις ἀκαταστατήσει. εἰ δὲ Σελήνη καὶ Ἀφροδίτη τύχοιεν ἐν τῷ Ἀναβιβάζοντι, ἀστρολόγος ἔσται καὶ ἀπ' αὐτῆς τῆς ἐπιστήμης περίκτησις ἔσται αὐτῷ. εἰ δὲ Κρόνος καὶ 'Άρης καὶ Ἑρμῆς ἐκεῖ ὦσι χωρὶς Διὸς ἢ Ἀφροδίτης, κακοπαθήσει καὶ πάθος ἕξει καὶ σῖνος καὶ τομὰς καὶ κακοθανατήσει, καὶ ἡ οἰκία ἐν ᾖ ἐγεννήθη ἐκριζοῦται. ἐὰν δὲ τύχῃ ὁ Ἥλιος μετ' αὐτῶν, ὁ πατὴρ ταχέως τελευτᾶ. ἐὰν δὲ Σελήνη συνῇ Κρόνῳ Ἀρεῖ Ἐρμεῖ, τὸ γεννηθὲν καὶ ἡ μήτηρ ταχεως τελευτῶσι. Καταβιβάζων ἐκεῖ τυχῶν μετὰ Διὸς ἢ Ἀφροδίτης ἀβλαβὴς ἔσται ὁ τεχθεῖς. εἰ δὲ Ἥλιος ἢ Σελήνη ἐκεῖ ὦσιν, ἄμφω οἱ γονεῖς κακοθανατοῦσιν ἢ τυφλοῦνται ἢ κρημνίζονται.

Ἐν δὲ ἡμέρᾳ ὁ Κρόνου ἐκεῖ ὢν σωρευτὰς χρημάτων καὶ χρυσοφύλακας ποιεῖ, νυκτὸς δὲ γονικῶν ἀπώλειαν καὶ πατρὸς κίνδυνον καὶ νόσους τῷ τεχθέντι καὶ ἄδοξον τὴν νεότητα, μαρτυρήσας δὲ τῇ Σελήνη κατὰ διάμετρον ἢ τετράγωνον ἢ συμπαρουσίαν ἀτεκνίας ποιεῖ, ἀλλοτρίων δὲ τέκνων πατέρας ἢ ἐπιτροπους. περὶ δὲ τὰ ἐντὸς καὶ στόμαχον μακρονοσίας ποιεῖ καὶ μητρὶ χηρείαν καὶ ἐκ γυναικείων ὄχλησιν. Ὁ δὲ Διὸς ἐκεῖ κατὰ αἵρεσιν μεγάλους ἡγεμόνας, γνωστοὺς ἄρχουσι δημόσια πράγματα πράσσοντας, εὐσεβοῦντας, ἐν θεοῖς ἑαυτοὺς ἐμπιστεύοντας καὶ ὑπὸ θεῶν ὁδηγουμένους, περὶ τῶν μελλόντων προνοοῦντας. τινὲς δὲ καὶ τάξεις ἐν ἱεροῖς ἔχουσι καὶ εὐρεμάτων καταξιοῦνται· διὸ καὶ τὸ γῆρας καλῶς διάξουσι. παραιρέτης δὲ ὢν μετρίους ποιεῖ, τοῖς δὲ κατὰ πρόβασιν χρόνοις εὐτυχεστέρους καὶ ἐνδοξοτέρους.

Ὁ δὲ Ἄρεως ἐκεῖ νυκτὸς ὢν στρατηλάτας, ἐπιμόχθους, ἐρημοβάτας, θηρίων ἡγεμόνας, πεζούς, ἀγγέλους βασιλικούς, ἡμέρας δὲ πτωματι­κοὺς, νοσεροὺς καὶ τομῆς σιδήρου διὰ νόσον πειρωμένους καὶ ἀδικουμένους ὑπὸ γυναικῶν καὶ ἀχαριστουμένους. ἐὰν δὲ καὶ τῷ Ἡλίῳ μαρτυρῶν ἢ Κρόνος ἢ συμπαρῶν ἢ τετράγωνος ἢ διάμετρος, πολυκινδύνους ἀποτελεῖ, ἔτι δὲ καὶ μανιώδεις καὶ ἐπιλήπτους, ἐάνπερ οἰκοδεσποτήσῃ τοῦ κλήρου τῆς τύχης ἢ τοῦ ὡροσκόπου ἢ τοῦ δαίμονος. Ὁ δὲ Ἡλίου ἐκεῖ ὢν τὸν τικτόμενον φθείρει μετὰ τῶν γονέων ἢ τὸν βίον αὐτοῦ κατὰ τὴν τῶν μαρτυρούντων αὐτῷ ἀστέρων διάκρισιν.

Ἐὰν δὲ Ἀφροδίτη ἐκεῖ ᾖ ἐπὶ τῆς προβάσεως τῶν ἐτῶν εὐτυχοῦντας ἀποτελεῖ καὶ μεγάλων φίλους καὶ ἐπαφροδιτους, ἐπὶ δὲ τῆς νεότητος εὐσχήμονας μὲν τῷ βίῳ, ἀνενδεεῖς δὲ καὶ ἐμπαθεῖς. ἐν δὲ τροπικῷ ἢ δισώμῳ χηρείας ἀποτελεῖ καὶ βλάβας καὶ μάχας ἕνεκα γυναικῶν. ἐν δὲ τοῖς στερεοῖς εὐνοηθήσονται ὑπὸ γυναικῶν ὠφελούμενοι, χωρὶς τοῦ τὴν Ἀφροδίτην Ὑδροχόῳ ὑπὸ Σελήνης ἐναντιοῦσθαι, οὐ γὰρ ἀσπέρμους καὶ στειρώδεις καὶ δυσγάμους ἢ παιδεραστὰς ἀποτελεῖ. Ἐκεῖ δὲ ὁ τοῦ Ἑρμοῦ ἑῷος τυχὼν μυστηρίων ἀπορρήτων ἀναδείκνυσι μετόχους, ἐπὰν δὲ Κρόνος ἢ Ἄρης ἐν ἰδίῳ σχήματι αὐτὸν θεωρήσωσι, κρίσεων ἢ συνοχῆς ἢ καταδίκης μετέχοντας ποιοῦσιν. ἑσπέριος δὲ χρυσίου τορευτὰς ἢ καὶ εὐρετὰς ἢ τῶν ἀποκρύφων μύστας ἢ ἀριθμῶν <ἐπιστήμονας> ἢ παλαίστρας ἡγεμόνας ποιήσει.

Σελήνη δὲ ἐκεῖ καθ' αἵρεσιν μητέρα ἔνδοξον τελεῖ καὶ τῷ γεννηθέντι αὐξήσει τὸν βίον. παρ' αἵρεσιν δὲ μητέρας μὲν ἀγενεῖς, εὐπόρους δὲ ποιεῖ καὶ ἐν δόσεσι καὶ λήψεσι γίνονται, ἐάνπερ ὁ Ἥλιος μὴ ὡροσκοπῇ. εἰ δὲ Ἥλιος ὡροσκοπεῖ, δόξης καὶ προεδρίας καὶ δυναστείας ἢ βασι­λείας ἀξιοῦνται, τοῦ Κρόνου ἢ Ἄρεως ἡμέρας τε καὶ νυκτὸς τοῦ Ἡλίου ἤτοι τοῦ ὡροσκόπου ἀπόντος.

Τόπος πέμπτος

Επεξεργασία

Ὁ πέμπτος τόπος ἀπὸ ὡροσκόπου καλεῖται Ἀγαθὴ Τύχη καὶ ἐπιπόρευσις. ἐστὶ δὲ τόπος Ἀφροδίτης· χαίρει γὰρ ἐκεῖ, ὅταν οὖν Ζεὺς ἢ Ἀφροδίτη ἐκεῖ τύχωσι οἰκοδεσποτοῦντες ἢ τοῦ κλήρου τῆς τύχης ἢ τοῦ ὡροσκόπου, ὁ γεννώμενος ἄρχει διὰ λαοῦ · μάλιστα δὲ ἡ Ἀφροδίτη ἰδιοπροσωποῦσα ἔξαυγος. ὁ γὰρ τοιοῦτος κυριεύσει χώρας καὶ ἐπαφρόδιτος ἔσται καὶ εὐσχήμων καὶ τιμᾷς ἕξει πρὸς ὅλων, εἴπερ μὴ θεωρεῖται ὑπὸ κακοποιοῦ, ὁ δὲ Ζεὺς καὶ ἀγαθὸν σύμβουλον πρὸς τοῖς εἰρήμενοις ποιεῖ. ὁ δὲ Ἄρης ἐκεῖ τύραννον, στρατηγόν.

ὁ δὲ κύριος τοῦ ὡροσκόπου ἢ ὁ κύριος τῆς τύχης ἐκεῖ ἰδιοπροσωπουντες ποιοῦσι κυρίους ζωῆς καὶ θανάτου, ὁ δὲ Κρόνος ἐκεῖ πολυκτήμονας, ἐγγείων ἄρχοντας, θεμελίων κτίστας ἢ χωρῶν ἢ πολεων. ὁ δὲ Ἥλιος ἐκεῖ ἰδιοπροσωπῶν βασιλέων φίλους καὶ ἱερῶν θείων ἄρχοντας· ὁ δὲ Ἑρμῆς πολυπείρους καὶ γραμματεῖς ποιεῖ, προκόπτοντας διὰ λόγων καὶ πίστιν χρημάτων ἔχοντας, μάλιστα δὲ εἴ ἐστιν ἔξαυγος καὶ ἰδιοπροσωπει μὴ ὁρῶντος Ἄρεως ἢ Κρόνου. ἡ δὲ Σελήνη ἐκεῖ καλῶς κειμένη εὐτυχεῖς ποιεῖ, μάλιστα οἰκοδεσποτοῦσα τοῦ κλήρου τῆς τύχης ἢ τοῦ ὡροσκόπου καὶ ἰδιοπροσωποῦσα καὶ τοῖς ἀριθμοῖς προστιθεῖσα. ἀλλ οἱ μὲν ἀγαθοὶ συμπαρόντες αὐτῇ τὰ ἀγαθὰ δώσουσιν, οἱ δὲ κακοποιοὶ θραύσουσιν.

Ἐὰν δὲ ὁ οἰκοδεσπότης τοῦ ιβ' ἐν τῷ ε' ἢ η' ᾖ, ἢ ὁ κύριος τοῦ ε' ἐν τῷ ιβ', ἔσται πατρυιὸς παίδων ἀλλοτρίων τροφεύς · ἐὰν δὲ ὁ κύριος τοῦ ε' ἢ ὁ κύριος τοῦ κλήρου τῶν τέκνων ἐν τῷ η' ᾖ, ἀτέκνους ποιεῖ ἢ τέκνα θάπτοντας. ἐὰν δὲ ὁ κύριος τοῦ γαμοστόλου ἐν τῷ ε' ᾖ ἢ τοῦ κλήρου τοῦ γαμου, εὐγαμον ἄνδρα ποιεῖ καὶ χήραν λήψεται ἔχουσαν υἱόν.

Εἰ δὲ Ἀναβιβάζων ἐκεῖ μετὰ Διός, Ἀφροδίτης, Ἑρμοῦ ἢ ἐπιθεωρούντων τὸν τόπον, εὔτεκνος ἔσται καὶ ὀνομαστὰ ἕξει τέκνα, ἐὰν δε Ἄρης ἢ Κρόνος τὸν τόπον ἴδωσι, τὰ πρῶτα τέκνα ἀπολέσει ἢ ἐν ἐνιαυτῷ βιοθανατήσει. ἐὰν δὲ Ἥλιος ἐκεῖ τύχῃ ἢ ἐπιθεωρήσῃ, τῶν μὲν κακῶν ἀπαλλαγήσεται, τέκνα δὲ αὐτοῦ σινωθήσεται. ἐὰν δὲ Καταβιβάζων ἐκεῖ ᾖ μετὰ Κρόνου Ἄρεως Ἑρμοῦ, τὰ πρῶτα τέκνα ἀπολέσει καὶ ἀπὸ γυναικῶν εὐτυχήσει. ἐὰν δὲ μετὰ Διὸς Ἀφροδίτης ᾖ ἐπιθεωρούντων, ὁ υἱὸς αὐτοῦ ξενιτεύσας οὐχ' ὑποστρέψει.

Κρόνος δὲ ** ἐγγίσας βραδυτέρας τάς βασιλείας καὶ τάς ἡγεμονίας δίδωσιν. ἐάνπερ ὁ Ἥλιος ὡροσκοπῇ, ἐκδεχόμενος δέ καὶ τὴν συναφήν τῆς Σελήνης αὐξιφωτούσης, μετὰ ἀγαθοῦ τάς ἀρχὰς δίδωσιν. ἐὰν δὲ μὴ ὡροσκοπῇ Ἥλιος, Κρόνος δέ ἐστιν ἐκεῖ, προβαινόντων τῶν χρόνων τὰ τέλεια κτωμένους ἀποτελεῖ. ἐπὶ δὲ νεότητος ἀνώμαλός ἐστι καὶ μειοῖ τὰ ὑπάρχοντα νέοις. νυκτὸς δὲ βραδυτέρους ταῖς ἐπιβολαῖς καὶ ἀργοτέρους ταῖς πράξεσι ποιεῖ, τινὰς δὲ καὶ ἐκπίπτοντας ἐκ τῶν περικτηθέντων. Ζεὺς δὲ ἐκεῖ ἡμέρας καὶ νυκτὸς ἰσχυρός ἐστιν∙ γενῄσονται γὰρ ἐπ' ἀγαθῷ τὸ κράτος ἔχοντες.

Ὁ δὲ Ἄρης νυκτὸς ἐκεῖ πολλῶν ἀγαθῶν ὑπάρξεις ποιήσει, ἐνδόξους τε καὶ ὑπὸ ὄχλων τιμωμένους καὶ γνωστοὺς ἄρχουσιν∙ ἐὰν δὲ ἐν ἰδίῳ οἴκῳ ἢ μοῖρα ἢ δεκανῷ συμπαρούσης Σελήνης, μεγάλους δυνάστας, φοβεροὺς ἐπὶ στρατοπέδου. τῆς δὲ Σελήνης ἀπούσης, ἐὰν ὁ τῆς Ἀφροδίτης παρῇ ἢ τρίγωνος αὐτοῦ ἢ ἑξάγωνος, εὐδαίμονας ποιεῖ καὶ προσεκτικοὺς ἐν ταῖς πράξεσι καὶ ἐπαφροδίτους ἡμέρας δὲ ἐκεῖ ξενιτείας ποιεῖ βλαβερὰς καὶ ἐπικινδύνους· πλὴν Ζεὺς ἢ Ἀφροδίτη ἰδόντες ὠφελοῦσιν ἐν ξενιτείαις καὶ ταχεῖαι ἔσονται ὑπονοστήσεις. Ἡλίου δὲ ὄντος ἐκεῖ μετριώτεροί εἰσιν πρὸς τάς εὐδαιμονίας καὶ ἄτεκνοι ἢ δυστυχεῖς ἐπὶ τέκνοις.

Ἀφροδίτη δὲ ἐκεῖ ἀγωνιστὰς ἀγαθούς, πλουσίων ἄθλων νικητάς, δυναστικούς, ἐν πᾶσι τύχην ἔχοντας, τὰ μέλλοντα προθεσπίζοντας, γνωστοὺς ἄρχουσιν, ὑπὸ γυναικῶν σωματοποιουμένους ἢ ἀπὸ ἀφροσίων ἔργων προβιβαζομένους καὶ κατὰ πρόβασιν τῶν ἐτῶν κτωμένους. Ἐπὶ δὲ τοῦ ε' ἑῷος τυχῶν ὁ Ἑρμῆς χρυσοῦ σωρευτὰς καὶ ἀγαθῶν ἐφευρέτας ἢ ἀλλοτρίων χρημάτων ἡγεμόνας ποιεῖ καὶ πολυχρονίους καὶ εὐτέκνους. ἑσπέριος δὲ οὐ τηρητὴς οὐδὲ φύλαξ χρημάτων γενή­σεται, ἀλλὰ σκορπιστὴς τῶν ἐν ἀποκρύφῳ κειμένων. ποιεῖ δὲ πραγμα­τικοὺς ἢ διδασκάλους ἢ γεωμέτρας ἢ ἀριθμητικῶν ἢ παλαιστρικῶν ἡγεμόνας. ἐκδεχόμενος δὲ καὶ τὴν συναφὴν αὐξιφωτούσης Σελήνης λευκαῖς ἐπισπιλώσει τὸν γεννώμενον, ἢ πάθος ἔξει. μειουμένης δέ, ἀσχήμονα τὰ σίνη ποιεῖ ἢ καὶ τάς φρένας βλάπτει.

Σελήνη δὲ ἐκεῖ νυκτὸς πολυχαριεστάτη γενήσεται. ποιεῖ γὰρ ἠγεμό­νας, εὐδαίμονας, ἐπιδόξους, προέδρους, ἐκ γονέων ἀγαθὰ ἔχοντας, εἴπερ μὴ μαρτυρεῖται ὑπὸ Κρόνου ἢ Ἄρεως, ἡμέρας δὲ ξενιτείας ἀποτε­λεῖ, γονέων ἀλλοτριώσεις ἢ ὀρφανίας κατὰ δὲ πρόβασιν εὐδαιμονίσει.

Τόπος ἕκτος

Επεξεργασία

Ὁ δὲ ἕκτος τόπος καλεῖται φαῦλον ἀπόκλιμα καὶ πρόδυσις καὶ προκαταφορὰ καὶ μετακόσμιος καὶ Κακὴ Τύχη. σημαίνει δὲ περὶ σίνους καὶ δούλων καὶ ἐχθρῶν καὶ τετραπόδων, ἐσθ' ὅτε δὲ καὶ περὶ πράξεως διὰ τὸ εἶναι δεξιὸν τρίγωνον τοῦ μεσουρανήματος, ἀλλὰ καὶ τοῦ περὶ ποδῶν τόπου καὶ τῶν παθῶν τῶν περὶ τοὺς πόδας, οἱ οὖν κακοποιοὶ ἐκεῖ ποιοῦσι πάθη ἢ σίνη περὶ τοὺς πόδας καὶ ἀποβολὰς χρημάτων.

Ἥλιος δὲ ἐκεῖ· καταδυναστευθήσεται παρ' ὑπερεχόντων καὶ ἐν ὑποταγῇ ἔσται, ὅθεν δοῦλον τὸν πατέρα ποιεῖ ἢ ἀγενῆ ἢ σεσινωμένον, πάντως δὲ ἀλλόφυλον, μάλιστα δὲ εἰ καὶ ὁ οἰκοδεσπότης τοῦ Ἡλίου ἐκεῖ εἴη ἢ ὁ κλῆρος τοῦ πατρὸς ἢ τὸ δωδεκατημόριον τοῦ Ἡλίου ἢ οἱ τριγωνοκράτορες τοῦ Ἡλίου. ταῦτα γὰρ τὰ σχήματα δεικνύουσιν ἀγενεῖς ἢ σεσινωμένους ἢ ἐκπτώτους τοὺς γονεῖς ἢ ξένους, τὰ δ' αὐτὰ νόει καὶ ἀπὸ τῆς Σελήνης περὶ τῆς μητρὸς καὶ ἀπὸ τοῦ οἰκοδεσπότου καὶ τοῦ δωδεκατημορίου. μάλιστα καὶ ἐὰν ἐν τῷ Καταβιβάζοντι τύχωσιν οἱ φωστῆρες, ὑβρισμένους τοὺς γονεῖς πρόλεγε· καὶ ἐὰν ὁ Κρόνος ἐπιπαρῇ τῷ τόπῳ, πλανήτην καὶ ζημιώδη ποιεῖ τὸν γεννώμενον καταλιπόντα τὰ ἑαυτοῦ μετὰ λύπης. Ζεὺς δὲ ἐκεῖ· ἐν δημοσίοις πράγμασι ζημιωθήσεται.

Ἀφροδίτη δὲ∙ διὰ γυναῖκα ἢ εἰς γυναῖκα ζημιωθήσεται καὶ κρίσεις ἕξει πρὸς τὸ γένος· μίγνυται δὲ δούλαις ἢ μισθίαις ἢ σεσινωμέναις· ἔσονται δὲ καὶ ἀναφρόδιτοι καὶ ἀχάρεις. Ἄρης δὲ ἐκεῖ σῖνος περὶ τοὺς πόδας ποιεῖ, κακίζει δὲ καὶ τὸν περὶ δούλων λόγον· καὶ ἐχθρῶν ἐπαναστάσεις καὶ ἐπὶ ξένης κινδύνους καὶ σῖνος δίδωσιν οὗ ἐστὶ τὸ ζῴδιον οἰκεῖον ἔνθα ὁ Ἄρης. ὁ δὲ Ἑρμῆς ἐκεῖ κακοβούλους, κλέπτας, ἀλλοτρίων ἐπιθυμητάς, κακολόγους, δυσεπιτεύκτους∙ καὶ κακὰς φήμας κτήσονται. Ἥλιος δὲ καὶ Σελήνη συνοδεύοντες ἐκεῖ μανικούς, ἐπιλήπτους, φρενοβλαβεῖς. Κρόνος δὲ ἐκεῖ ἐξ ὑγρῶν καὶ ψυγμῶν καὶ μελαίνης χολῆς ποιεῖ τὸ σῖνος ἢ πάθος, ἔσθ' ὅτε δὲ καὶ παρέ­σεις, ποδάγρας, χειράγρας, χείρων ἕλκη πρὸς τήν τοῦ ζῳδίου φύσιν, μάλιστα νυκτός. ὁ δὲ Ἄρης ἐκεῖ ποιεῖ τομάς, καύσεις, θηριοδήκτους, βίας, πληγάς, λῃστῶν ἑφόδους, εἴπερ εἴη ἑῷος ἀνατολικός. εἰ δὲ ὕπαυγος, κρυπτὰ πάθη τῶν σπλάγχνων ἢ αἱμορροίας πρὸς τὸ ζῴδιον καὶ μᾶλλον ἡμέρας.

Ζεὺς οἰκοδεσποτήσας τοῦ ς', βλαπτόμενος ὑπὸ Κρόνου ἢ Ἄρεως ἑστὼς ἐν τῷ ς' κακῶς ἢ τῷ ιβ' ποιεῖ ἡπατικοὺς καὶ ἀπὸ οἴνου βλάβας. Ἀφροδίτη δὲ οἰκοδεσποτοῦσα τοῦ ς' κακῶς κειμένη καὶ ὑπὸ Ἄρεως ἢ Κρόνου θεωρουμένη γυναικομανεῖς ποιήσει · ἐὰν δὲ ἐν ἀρσενικῷ ζῳδίῳ ᾖ, παιδεράστας, καὶ διὰ τοῦτο πολλά κακὰ πείσονται· πάθος δὲ ἕξουσι καὶ περὶ τὸν πνεύμονα. Ἑρμῆς δὲ οἰκοδεσποτήσας τοῦ ς' ὑπὸ Κρόνου ἢ Ἄρεως θεωρούμενος σινώσει τάς ἀκοὰς ἢ τὴν λαλίαν ἢ τὸν λαιμόν. Ἥλιος Ἄρης Σελήνη κακοσχημάτιστοι κείμενοι ἐκεῖ τὴν ὅρασιν κακοῦσιν. ἡ δὲ Σελήνη καὶ σπληνικοὺς ποιεῖ. Σελήνη μεστὴ πρὸς Ἄρεα φερομένη χωλούς, κυλλούς. Ἥλιος· ἐκεῖ οἴκῳ Ἀφροδίτης κακώσει διὰ γυναῖκα.

Ὁ τοῦ δ' οἰκοδεσπότης ἐπιπαρὼν τῷ ς' ἢ ὁ τοῦ η' ἢ ὁ τοῦ θ' πλανήτας καὶ ἐπὶ ξένης θνήσκοντας. ὁ κύριος τοῦ ζ' ἐν τῷ ς' ἢ ὁ κλῆρος τοῦ γάμου ἢ ὁ κύριος τοῦ κλήρου τοῦ γάμου, μίγνυσι δούλαις, σεσινωμέναις, οἰκτραῖς. Κρόνος Ἄρης Ἀφροδίτη συμπαρόντες ἐκεῖ γαμετὰς φθείρουσι κακῶς. ὁ κύριος τοῦ γ' ἐν τῷ ς' ποιεῖ κάκωσιν ὑπὸ φίλων ἢ ἀδελφῶν ἢ σίνει τοὺς ἀδελφούς. τὸ δωδεκατημόριον τῆς Σελήνης ἐν τῷ ς' σινοῖ τὸ γεννώμενον καὶ τὴν μητέρα αὐτοῦ ἀγενῆ λέγει · τὸ δ' αὐτὸ καὶ τό τοῦ Ἡλίου ποιεῖ ἐπὶ τοῦ πατρός.

Ἀναβιβάζων ἐν τῷ ς' μετὰ Ἄρεως καὶ Κρόνου ὢν ἢ ἐπιθεωρούμενος πρὸς αὐτῶν · κρημνισθήσεται ἐν ὕδατι ἢ ἐν φρέατι ἢ σινοῦται ὀστοῦν αὐτοῦ. Ζεὺς Ἥλιος Σελήνη ἐκεῖ, εἰ θεωρήσουσι Κρόνον ἢ Ἄρεα ἐκεῖ ὄντας, ἀπαλλάσσουσι τῶν κακῶν τούτων, πλὴν συντηρείτω ἑαυτὸν ἕως ἐτῶν κς' καὶ ἕως ἐτῶν λε', καὶ τότε ἔσται ἄφοβος. Καταβιβάζων ἐν τῷ ς'· κακοπαθήσει ἐν νεότητι. Ζεὺς δὲ καὶ Ἀφροδίτη ἐκεῖ∙ πάθος κρυπτὸν ἔξει. εἰ δὲ Κρόνος καὶ Ἄρης, ἀπαλλαγήσεται κακῶν, πλὴν σινοῦται αὐτῷ μέλος τοῦ σώματος.

Νυκτὸς δὲ Κρόνος ἐκεῖ ἔκλειψιν τῶν πατρικῶν ποιήσει, καὶ χάριν δούλων κινδύνους καὶ ἐπιβουλάς. τινὲς δὲ καὶ σινοῦνται. ἡμέρας δὲ μετριάζεται τὰ κακά. ἐὰν δὲ καὶ πρὸς τὴν Σελήνην τετράγωνος ᾖ ἢ διάμετρος, ἀστασίας καὶ φθίσεις ποιεῖ, εἰ μὴ ὁ Ζεὺς μαρτυρήσει ἢ τῇ Σελήνῃ ἥ τῳ Κρόνῳ καὶ ἐκ μέρους ὠφελήσει. ποιεῖ δὲ καὶ νοσηματώδεις. Ζεὺς ἐν τῷ ς' μάχας καὶ κρίσεις πρὸς ὑπερέχοντας ποιεῖ· καὶ κακὸς γίνεται ὁ Ζεὺς ἀεὶ ἐν τῷ ς' καὶ ιβ' μάλιστα νυκτός.

Ἄρης ἐν τῷ ς' πάθη καὶ σίνη ποιεῖ καὶ κινδύνους καὶ ἐπιβουλὰς ἕνεκα δούλων ἢ κατακρίτων ἢ συνεχομένων μάλιστα ἡμέρας. ἐπίκεντρος δὲ Ἄρης ὢν καθόλου ἡμέρας ὀλέθριος γίνεται. Ἐν δὲ τῷ ς' Ἥλιος πατέρα κακοθάνατον ἢ κατάδικον ποιεῖ καὶ σινοῖ καὶ τὰ ὑπάρχοντα φθείρει, ἐάνπερ μηδεὶς ἀστὴρ ᾖ ἐπὶ τοῦ ι', εἰ δ' εὑρεθῇ τὶς ἐν τῷ δεκάτῳ, ἀπὸ γονέων εὐδαίμονας ποιοῦσιν.

Ἀφροδίτη ἡμέρας καὶ νυκτὸς ἀγενεστέραις ἢ χήραις ἢ σεσινωμέναις μίγνυσι καὶ οὐκ εὐνοουμένους ὑπὸ γυναικῶν ποιεῖ, ἐάνπερ μηδεὶς ᾖ ἐν τῷ ι'. ἐὰν δὲ ᾖ γυναικὸς τὸ θεμάτιον, δυστοκίαι ἢ ἐμβρυοτομίαι ἔσονται. ἐὰν δὲ τὶς ἐπὶ τοῦ ι' ἀστὴρ ᾖ, μάλιστα νυκτὸς καὶ τῆς αἱρέσεως, ἐπαφροδίτους καὶ ἐπιχαρίτους ἀποτελεῖ καὶ εὐτυχεῖςς διὰ γυναικῶν καὶ εὐεπιτεύκτους ἀχρόνους δὲ καὶ ἐκβολίμους ποιεῖ προσκλίνασα τοῖς κέντροις τῶν κακοποιῶν τὰ κέντρα ἐχόντων καὶ Σελήνην διακρατούντων. Ἑρμῆς δὲ ἐν τῷ ς' ἡμέρας ἀπὸ λόγου ἢ ῥητορείας ἢ ἐμπορίας ἢ παρὰ θεῶν τίνας προσόδους καὶ τύχας ἔχοντας, μάλιστα δ' εἴπερ ἐν τῷ ι' τύχῃ τις ἀστὴρ · νυκτὸς δὲ ἐπὶ τοῦ ς' Ἑρμῆς ἑῷος τυχῶν ἐρμηνέας, ἁλιεῖς, ἰξευτάς, γλυφεῖς ποιεῖ, ἐάνπερ τὶς ᾖ ἐπὶ τοῦ ι' ἀστήρ· εἰ δὲ μηδεὶς κακόφρονας ποιεῖ, ἀργούς, δυσεπιβόλους, τυφώδεις· ἑσπέριος δὲ συνετούς, νοήμονας, κριτικούς, ἐπὶ λογιστηρίων ἢ τραπεζῶν ἢ ἀπο­θηκων ἢ γραμμάτων ἢ ἐμπορίων τασσομένους, ἀφ' ὧν καὶ εὐδαιμονοῦσιν. ἐὰν δὲ καὶ τὴν συναφὴν τῆς Σελήνης ἐπισχῇ, πόλεως γραμματεῖς ἢ καθηγητὰς βασιλέων ἢ διοικητὰς ποιεῖ, μάλιστα ἐὰν τὶς ᾖ ἀστὴρ ἐν τῷ ι'.

<Σελήνη δὲ ἐν τῷ ς'> .

Τόπος ἕβδομος

Επεξεργασία

Ὁ ἕβδομος τόπος καλεῖται κέντρον δυτικόν, σημαίνει δὲ τὸ γῆρας καὶ τὸν γάμον, ἔσθ' ὅτε δὲ καὶ τὸν περὶ κληρονομίας λόγον καὶ περὶ σίνους. μάλιστα δὲ σημαίνει τὸν περὶ τῶν δακτύλων λόγον ἢ τῆς κύστεως ἢ τῶν ποδῶν, ποιεῖ δὲ καὶ ξενιτείας.

Ὁ οὖν Ζεὺς παρὼν ἐκεῖ καλὸν τὸ γῆρας καὶ ἄμοχθον ποιεῖ καὶ εὑρή­ματα ἢ κληρονομίας ἐπὶ ξένης καὶ πράξεις, τὴν δὲ νεότητα μοχθηροτέραν δυσγάμους δὲ μάλιστα ἐν τροπικῷ ζῳδίῳ καὶ δυστέκνους ἢ ἀτέκνους. εἰ δὲ Ἀφροδίτη ἐκεῖ τύχῃ, ἐπίχαριν καὶ ἐν τῷ γήρᾳ νεωτερίζοντα καὶ εὔγηρον καὶ πολύκοινον καὶ ἄστατον περὶ γαμου ποιεῖ. εἰ δὲ Ἀφροδίτη δυτικὴ ἐκεῖ, δίχα τῆς τῶν κακοποιῶν θεωρίας, σώφρονας· καὶ ταπεινουμένη δὲ τὸ αὐτὸ ποιεῖ, τὴν δὲ νεότητα ἄστατον, καὶ δούλαις ἢ πόρναις μίγνυσι. Ἑρμῆς δὲ ἐν τῷ ζ' πλουσίους, πεπαιδευμένους, φρονίμους, τάς δὲ τούτων γυναῖκας περιέργους ἢ θηριοψύχους ἢ φιλοφαρμάκους. ὁ δὲ Κρόνος ἐκεῖ οὐ μόνον κακογάμους ἢ χήρας, ἀλλὰ καὶ πάθη ποιεῖ περὶ τοὺς δακτύλους ἢ αἱμορροίας ἢ ῥεύματα περὶ τοὺς πόδας. πάντως δὲ σινοῖ τὸ σῶμα καὶ κακοτεκνίαν ποιεῖ μάλιστα παρ' αἵρεσιν∙ εἰ δὲ κατὰ αἵρεσιν ἐν ἰδίῳ οἴκῳ ἢ ὑψώματι, πολυχρονίους ποιεῖ καὶ περὶ τὸ γῆρας πλουσίους, τὴν δὲ νεότητα προλυπεῖ.

Ἄρης δὲ ἐκεῖ ὢν δυσγαμίας ποιεῖ καὶ μοιχαλίδι ζεύγνυσι. σινοῖ δὲ τοὺς ὀφθαλμοὺς ἢ τοὺς δακτύλους ἢ τοὺς πόδας καὶ τρομώδεις ποιεῖ. πάν­τως δὲ τὰ γονικὰ διαφθείρει, μάλιστα δὲ παρ' αἵρεσιν καὶ ἀλλοτρίοις οἴκοις, καὶ τὸ γῆρας κακοῖ∙ εἰ δὲ κατὰ αἵρεσιν ἐν ἰδίῳ οἴκῳ ἢ ὑψώματι, τὸ κακὸν μέτριον γίνεται. Σελήνη δὲ ἐκεῖ φιλόξενον, ἐν δὲ θηλυκῷ ζῳδίῳ ὑπὸ Ἡλίου καὶ Ἀφροδίτης θεωρουμένη κατὰ συμπαρουσίαν ἢ διάμετρον, πάντως μαλακοὺς καὶ πρὸς δυο ἀδελφὰς μίξεις. εἰ δὲ γυναικὸς εἴη τὸ θεμάτιον, Σελήνη ἐν ἀρσενικῷ ζῳδίῳ Ἡλίου καὶ Ἀφροδίτης ὁρώντων ἐξ ἀρσενικῶν ζῳδίων, πάντως τριβάδας ποιεῖ. Ἥλιος δὲ ἐκεῖ κακογαμίαν καὶ δυστεκνίαν καὶ εὐπορίαν καὶ πλοῦτον.

Ὁ κύριος τοῦ ζ' ἐν τῷ ιβ' ἢ ὁ τοῦ ιβ' ἐν τῷ ζ' δυσγαμίαν ἢ δουλογαμίαν ποιεῖ. ὁ κύριος τοῦ ζ' θεωρούμενος ὑπὸ τοῦ κυρίου τοῦ η' χήρους ποιεῖ ἢ διαζευγνυμένους. ἀλλ' ἐν μὲν στερεῷ ἅπαξ, ἐν δὲ δισώμῳ δίς, ἐν δὲ τροπικῷ πολλάκις. ὁ κύριος τοῦ ζ' μεσουρανῶν, ὁ δὲ κύριος τοῦ ιβ' ἐν τῷ δ' ἢ δουλογάμους ἢ ἀγοραστὰς τῶν ἰδίων γυναικῶν. ὁ κύριος τοῦ ζ' ἐν τῷ θ' ξένην ἢ θεοσεβῆ γυναῖκα δίδωσιν. ὁ κύριος τοῦ ζ' ὕπαυγος ὼν ἢ ἐν τῷ δ' ἢ ὑπὸ κακοποιῶν βαλλόμενος πρὸς πόρνας ἢ δούλας τάς μίξεις ποιεῖ.

Ὁ Ἀναβιβάζων ἐν τῷ ζ' μετὰ Κρόνου Ἀφροδίτης Ἑρμοῦ τὴν γυναῖκα τούτου δίγαμον ποιεῖ. εἰ δὲ Ἀφροδίτη καὶ Ἄρης ἐκεῖ τύχωσι ἢ ἐπιθεωρήσουσι, γραῦν γαμήσει πλουσίαν ἢ σεσινωμένην τὴν ὅρασιν. Ζεὺς Ἀφροδίτη Ἑρμῆς ἐκεῖ· εὐγενίδα γαμήσει καὶ ἀπὸ γυναικείας φιλίας εὐτυχήσει, γυναῖκα δὲ θάψει. Καταβιβάζων ἐκεῖ γυναῖκα προαναιρεῖ ἢ σινοῖ. Κρόνος Ἄρης ἐκεῖ ὄντες ἢ ὁρῶντες γυναῖκα δώσουσι πρακτικὴν ἢ εὐτελῆ ἢ χήραν. Ἀφροδίτη δὲ ἐκεῖ οὖσα ἢ ὁρῶσα νέαν γυναῖκα δίδωσι. Ζεὺς δὲ ἅμα αὐτὴ ἐκεῖ ὢν ἢ ἐπιθεωρων εἰς γυναῖκας ἀκαταστατήσει. Ἥλιος Ἑρμῆς ἐκεῖ ὄντες ἢ ἐπιθεωροῦντες· ξένην γαμήσει γυναῖκα ἢ γλαυκήν.

Κρόνος ἡμέρας ἐκεῖ ὀψιτύχους, μακρογήρας, θησαυροφύλακας ποιεῖ. ἀλλ' ἢ ἕδρας ἢ κρυπτῶν τόπων σίνη ἕξουσι. νυκτὸς δὲ χείρων· ποιεῖ γὰρ ἐπινόσους, ῥευματιζομένους, πυρωτικοῖς πάθεσιν ἐνεχομένους. Ζεὺς ἐκεῖ ἡμέρας μακροβίους, σπανοτέκνους ποιεῖ· πλουσίους περὶ τὰ ἔσχατα. νυκτὸς δὲ μετρίους τῷ βίῳ καὶ περὶ τὴν μέσην ἡλικίαν εὐτυχοῦντας.

Ἄρης ἡμέρας ἐκεῖ ἐπιμόχθους ποιεῖ, ἀνοσίους, βιαίους, φονεῖς, βασανιστάς, προδότας∙ τινὸς δὲ καὶ ὀλιγοχρονίους, μάλιστα ἐὰν τὴν Σελήνην κεκεντρωμένην βλέψῃ. καθόλου δὲ ὁ Ἄρης ἡμέρας νυκτὸς ἐκεῖ βιοθανάτους ποιεῖ· μάλιστα δὲ ἐν ἀλλοτρίοις τόποις σινοῖ∙ γίνονται γὰρ ἐν πόνοις καὶ τομαῖς ἢ πτώσεσι. νυκτὸς δὲ λύπας καὶ ταραχὰς ποιεῖ ἐν πᾶσιν οἵα διαπράττεται∙ ἔτι δὲ καύσεις ἢ τομὰς σιδήρου ἢ κρυπτῶν πόνους ποιεῖ κατὰ τὸν ἐπιβάλλοντα αὐτῷ χρόνον. καὶ πράξεις δὲ παρέχει τάς ἀπὸ σιδήρου ἢ πυρὸς ἢ στρατείας ἢ βίας τινὸς τῆς ἐπὶ βασάνοις ἢ ἐνοχαῖς ἢ καὶ ἀναιρέσεσι ἀνθρώπων γινο­μένης. Ἥλιος δὲ ἐν τῷ ζ' πάθους καὶ σινῶν αἴτιος γίνεται κατὰ τήν τοῦ συμπαρόντος ἢ μαρτυροῦντος ἀστέρος φύσιν.

Ἀφροδίτη δὲ ἐκεῖ ἡμέρας ἢ νυκτὸς ἐπὶ τῆς προβάσεως τῶν ἐτῶν, νεωτερίζοντας ποιεῖ καὶ βραδυγάμους καὶ εὐδιαβλήτους. ἐν μὲν τοῖς τροπικοῖς ἢ ἰχθυϊκοῖς ἢ λατρώδεσι ζῳδίοις, κακουμένη μάλιστα ὑπὸ Ἄρεως, ἀσελγεῖς ποιεῖ καὶ ἐμπαθεῖς. ἐπὶ δὲ γυναικός, ἐὰν ὑπὸ Κρόνου κακωθῇ, αἰσχρὰς ποιεῖ καὶ πόρνας, μάλιστα δὲ περὶ τὸν Αἰγοκέρων. Ἡμέρας δὲ ὁ Ἑρμῆς ἐκεῖ οὐκ ἀγαθὸς Ἀφροδίτης αὐτὸν μεσαζούσης. πάθεσι γὰρ κατακρίνει τοὺς γεννωμένους οὐκ ἀγνώστοις, οἷον ἀσελγεῖς, πορνοβοσκούς καὶ τὰ τοιαῦτα · ἐναντιωθέντος δὲ Ἄρεως ἢ καθυπερτερήσαντος ὀλιγοχρονίους, φθισικοὺς, φυγάδας, καταδίκους ποιεῖ, νυκτὸς δὲ Ἑρμῆς ἐκεῖ γυνακῶν πλουσίων προϊσταμένους καὶ ἐξ ἀφροδισίων εὐτυχοῦντας καὶ ἀριθμῶν ἢ μουσικῆς ἢ γραμμάτων σκολιῶν εὐρετάς.

Σελήνη ἡμέρας ἐκεῖ ξενιτείας καὶ κινδύνους ἢ ἀπὸ ὑγρῶν τόπων ἢ λῃστῶν ἢ ὑπὸ δούλων κακουμένους ἢ νοσηματώδεις, μάλιστα εἰ καὶ κακοποιῷ συνάπτει, τότε γὰρ ἀπαραίτητα τὰ κακὰ γίνεται. Σελήνη νυκτὸς τόπων μεταβολὰς καὶ ξενιτείας ποιεῖ καὶ αὐξοβίους περὶ τήν τοῦ χρόνου πρόβασιν.

Τόπος ὄγδοος

Επεξεργασία

Ὁ ὄγδοος τόπος καλεῖται ἀργὸς καὶ ἐπικαταφορὰ τοῦ ὡροσκόπου καὶ ἐπικατάδυσις καὶ ἀμαύρωσις. ἐστὶ δὲ τὸ ζῴδιον ἀπόστροφον τοῦ ὡροσκόπου · διὰ τοῦτο καὶ τὸν περὶ θανάτου λόγον σημαίνει τὸν ἀπόστροφον τῆς ζωῆς.

Ἐὰν οὖν ἐκεῖ τύχῃ καὶ ὁ κλῆρος τῆς τύχης καὶ ὁ κύριος αὐτοῦ καὶ ὁ κύριος τοῦ ὡροσκόπου, δυσπραγίας καὶ ἀνωμαλίας ποιεῖ, ἐὰν δὲ καὶ κακοποιοὶ ὦσιν οὔτοι, χεῖρον τὸ κακον∙ ἀτυχεῖς γὰρ ποιεῖ. εἰ δὲ καὶ ὕπαυγοι, ὀλιγοχρονίους. Ἑρμῆς κύριος ὢν τοῦ δαίμονος, ἐπιπαρῶν τῷ η' ἀνοήτους καὶ ἀγραμμάτους καὶ νωχελεῖς. Ἑρμῆς κύριος ὢν τοῦ η' ἢ τοῦ ιβ' ἢ τοῦ παρὼν τῷ η' ὕπαυγος μετὰ Κρόνου καὶ 'Άρεως κωφοὺς καὶ ἀλάλους. Σελήνη νυκτὸς ἐκεῖ τοῖς ἀριθμοῖς καὶ τῷ φωτὶ προστιθεῖσα, μάλιστα Διὸς ὄντος ἐν τῷ ἴα, ἀπὸ νεκρικῶν,πραγμά­των καὶ κληρονομιῶν ὠφελήσει. ὁ δεσπότης τοῦ δ' ἐν τῷ η' ἐπὶ ξένης ἀναιρεῖ. τὰ δ' αὐτὰ ποιεῖ καὶ ὁ κύριος τοῦ η' ἀποκλίνας.

Ἀφροδίτη ἐν τῷ η' κακοβίους καὶ αἰσχροὺς ποιεῖ. ὁ κύριος τοῦ η' ἐν τῷ ι' ἢ ια' ἥ ε' ἀπὸ νεκρικῶν πραγμάτων πλουτίζει, μάλιστα οἴκῳ ἢ ὑψώματι ἰδίῳ καὶ ἔξαυγος καὶ προσθετικὸς τοῖς ἀριθμοῖς. εἰ δὲ ὕπαυγος, ποιεῖ μὲν τὴν κληρονομίαν, ἀλλ εὐθέως σκορπίζει. ὁ κύριος τοῦ γ' ἐν τῷ η' ἀδελφοὺς προαναιρεῖ. ὁ κύριος τοῦ ε' ἐκεῖ ὢν ἀτεκνίαν ποιεῖ· ὁ κύριος τοῦ ιβ' ἢ τοῦ ἐκεῖ ὢν ἐχθρῶν καὶ δούλων θανάτους. Ὁ Ἄρης ἐκεῖ σινοῖ τὴν ὄψιν, μάλιστα εἰ ὁ Ἥλιος ὡροσκοπεῖ ἢ ἡ Σελήνη. Κρόνος Ἄρης ἐκεῖ ἄνευ Διὸς Ἀφροδίτης ἐκπτώτους ποιοῦσι. Ζεὺς ἐκεῖ ἐν ἰδίῳ οἴκῳ ἢ ὑψώματι προσθετικὸς τοῖς ἀριθμοῖς ἀπὸ νεκρι­κῶν πραγμάτων ὠφελεῖ καὶ μάλιστα ἐκτὸς Κρόνου καὶ Ἄρεως. Ἑρμῆς καὶ Ἄρης ἐκεῖ πλαστογράφους.

Κρόνος δεσπότης τοῦ η' ὁρῶν αὐτὸν ἐξ ὕδατος ἀναιρεῖ ἢ ἐπὶ ξένης μάλιστα ἐν ὑγρῷ ζῳδίῳ ἢ ἀλλοτρίῳ κεκακωμένος· εἰ δὲ ἐν χερσαίῳ ὁ Κρόνος, ἐν ὄρεσιν ἀναιρεῖ. ἀπλῶς δὲ ἕκαστου ζῳδίου τοῦ η' ζήτει τὸν οἰκοδεσπότην ἐν ποίῳ ἐστὶ ζῳδίῳ · τοιοῦτος γὰρ γίνεται καὶ ὁ θάνατος. Ἥλιος δεσπότης τοῦ η' ἐν ἀλλοτρίῳ ζῳδίῳ κεκακωμένος, ἐὰν καὶ αὐτὸς ὁ η' κακωθῇ τόπος, ἀπὸ ὕψους ἀναιρεῖ πρὸς τὴν φύσιν τοῦ ζῳδίου. Ἄρης κύριος τοῦ η' κακωθέντος τοῦ τόπου βιοθανάτους ποιεῖ, ἔσθ' ὅτε δὲ καὶ κυνηγούς, μαρτυρούμενος δὲ ὑπὸ Ἡλίου ὁ Ἄρης ἀπὸ βασιλέων ἢ ὄχλων τὴν βιοθανασίαν ποιεῖ. Ἀφροδίτη δεσπότης τοῦ η' κεκακωμένη καὶ τοῦ η' κακωθέντος ἀπὸ οἴνου πολλοῦ ἢ φαρμακείας γυναικῶν τὴν βιοθανασίαν ποιεῖ.

Ἑρμῆς δὲ οἰκοδεσπότης τοῦ η' κεκακωμένος καὶ αὐτὸς καὶ ὁ η' ἀπὸ δούλων ἢ διὰ γραμμάτων τὸν θάνατον ποιεῖ. Ζεὺς οἰκοδεσπότης τοῦ η' κεκακωμένος σὺν τῷ τόπῳ ἀπὸ βασιλέων ἢ μεγιστάνων ποιεῖ τὸν θάνατον. καὶ εἰ μὲν ἐν ἰδίοις οἴκοις ἢ τριγώνῳ ἢ ὑψώματι ἐν τῇ ἴδια χώρᾳ, εἰ δὲ ἐν ἀλλοτρίοις, ἐπὶ ξένης. εἰ δὲ ὁ Ἀναβιβάζων τύχῃ ἐν τῷ ἢ μετὰ Ἡλίου Ἄρεως Ἑρμοῦ Κρόνου ἢ ἐπιθεωροῦσι τὸν τόπον, κακοθανασίαν ποιεῖ ἢ ὀλιγοχρονιότητα. εἰ δὲ Ζεὺς καὶ Ἀφροδίτη ἐν τῷ η' μόνοι, εὐθανασίαν καὶ εὐτυχίαν μεγάλην. εἰ δὲ ὁ Καταβιβάζων τύχῃ ἐν τῷ η' καὶ Ζεύς, Κρόνος Ἀφροδίτη καὶ Ἄρης ἐκεῖ, βιαιοθανάτους ποιοῦσι.

Ὁ δὲ Κρόνος ἡμέρας ἐκεῖ προβαινόντων τῶν χρόνων κτωμένους ἀποτελεῖ, ὥστε καὶ ἑτέροις ἐπαρκεῖν τίνας δὲ ἐκ θανάτου κτωμένους, νυκτὸς δὲ ἐκεῖ ὢν ἐκπτώτους, φθινωδεις, κακοθανάτους ποιεῖ.Ζεὺς δὲ ἡμέρας καὶ νυκτὸς ἐκεῖ προβαινόντων τῶν χρόνων περίκτησιν ἀποτελεῖ καὶ κληρονομίαν. Ἄρης δὲ ἐν τῷ η' ἡμέρας ἐνδείας καὶ ταραχὰς καὶ κινδύνους ποιεῖ. Ἥλιος ἐν τῷ η' πατρὸς προτελευτὴν ποιεῖ, τινὰς δὲ καὶ φρενητικοὺς. οἱ δὲ συμπαρόντες αὐτῷ ἀστέρες ἢ μαρτυροῦντες δηλοῦσι τὸ ποιόν. Σελήνη δὲ διαμετρῶν ὁ Ἥλιος τοῦ συνδέσμου μὴ λυθέντος σινοῖ τὸν τεχθέντα.

Ἀφροδίτη ἡμέρας ἐπὶ τοῦ η' βραδυγάμους καὶ ἀγενεστέραις ἢ χήραις ἢ παισὶ μίγνυσι, καὶ γονορροικοὺς ἢ σπαστικοὺς ἢ ἀποπληκτικοὺς γενομένους ἀναιρεῖ. νυκτὸς δὲ εὐκτήμονας καὶ πλουσίους ἀποτελεῖ καὶ ἐκ γυναικῶν θανάτου εὐτυχοῦντας · καὶ τοὺς θανάτους ὀξεῖς καὶ ἀβαρεῖς καὶ ἀπόνους ποιεῖ. Ἑρμῆς ἐν τῷ ἢ ἡμέρας ἑσπέριος δυσεπιτεύκτους, ἀπράκτους, νωχελεῖς, ἐπιμόχθους. νυκτὸς δὲ ἑσπέριος κληρονόμους ἀλλοτρίων, ἀξίους εὐρεματων, εὐτυχεῖς, παθητικοὺς δὲ καὶ εὐκόλως νοσοῦντας. ἑῷος δὲ ἐν τῷ η' αὐξητὰς χρημάτων ἢ πίστεων ἢ οἰκονομιῶν ἢ γραμματείων μεθέξοντας ἢ καὶ ἀλλοτρίων κληρονόμους.

Τόπος ἔννατος

Επεξεργασία

Ὁ ἔννατος τόπος καλεῖται θεός· ἔστι δὲ ὁ τόπος Ἡλίου. σημαίνει δὲ τὰ περὶ θεῶν πάντα καὶ βασιλέων καὶ ξένων καὶ ὀνείρων καὶ θρησκείας. ἔστι δὲ τὸ ζῴδιον ἀστρονομικὸν καὶ μετακόσμιον. ἐν τούτῳ τῷ τόπῳ οἱ ἀγαθοὶ ὄντες ἐπὶ ξένης τάς εὐτυχίας ποιοῦσι καὶ περὶ τὴν θρησκείαν εὐσεβεῖς καὶ δικαίους, μάλιστα εἰ καὶ ὁ κύριος τοῦ τόπου καλῶς κεῖται καὶ ἐν ἰδίῳ οἴκῳ ἢ ὑψώματι καὶ ἀθεώρητος ὑπὸ κακοποιῶν.

καὶ ὁ μὲν Ἑρμῆς ἐπιπαρὼν τῷ θ' οἴκῳ ἰδίῳ ἢ ὑψώματι ἢ ἑῷος ἀνατολικός, εἰ ἀθεώρητος ὑπὸ κακοποιῶν τύχῃ, ἐν χρηματισμῷ γίνονται οἱ τοιοῦτοι, περὶ ὄχλων ἡγούμενοι διὰ τὴν ἐμπορίαν, τινὲς δὲ βασιλικοὶ γραμματεις γίνονται ταῦτα δὲ ποιεῖ μετὰ τὴν πρώτην ἡλικίαν. ποιεῖ δὲ καὶ ἀστρονομους. Ἥλιος ἐκεῖ καὶ Σελήνη· τοὺς γονεῖς θεοσεβεῖς λέγε ἢ ξένους, ἔσθ' ὅτε δὲ καὶ τὸ γεννηθὲν θεοσεβές. πάντως δὲ ξενιτευει πολλα· ἐὰν Κρόνος καὶ Ἄρης ἐκεῖ ἑῷοι ἀνατολικοὶ ἢ στηριζοντες καὶ ἐπιθεωρωσι τὸν κλῆρον τῆς τύχης ὄντα ἐν τῷ ὡροσκόπω, ποιοῦσι μέγαν τύραννον, ἱερόσυλον, ἀσεβῆ καὶ οὐχ ἔξει ἀμυνην ὑπὸ θεοῦ διὰ τόν τοῦ κακοῦ δαίμονος ἀστέρα ἢ καὶ τὸν τῆς κακης τύχης ἀστέρα Ἀρεα ἐν τῷ θεῷ ὄντα. ἐὰν δὲ μὴ ὡροσκοπῇ ὁ τῆς τύχης κλῆρος ἀλλὰ τύχῃ ἐν τῷ ς' ἢ ιβ', τοῦ Κρόνου καὶ Ἄρεως ἐν τῷ θ' ὄντων, δυστυχεστατος ἔσται καὶ πλανήτης καὶ δαιμονιοπληκτος.

Ὁ κύριος τοῦ η' ἐν τῷ θ' ἐπὶ ξένης ἀναιρεῖ. καλῶς δὲ κείμενος ὁ κύριος τοῦ θ' καὶ ἔξαυγος ἐν ἰδίῳ ζῳδίῳ ἢ ὑψώματι ἐπὶ ξένης τάς εὐτυχίας δώσει. εἰ δὲ εἴη ἐν τῷ ς' ἢ β' ἢ γ' ἢ ιβ' ἢ η', πλανήτας ἐπὶ ξένης ἀποτελεῖ. Ἀφροδίτη δὲ ἐν τῷ θ' οὐκ ἀγαθὴ πρὸς γάμον ἐπὶ ἀνδρός, ἐπὶ δὲ γυναικὸς ὁ Ἄρης ἢ ὁ κύριος τοῦ ζ' ἐν τῷ θ' ξένην ἢ θεοσεβῆ γυναῖκα δίδωσι τῷ παιδί. Ἄρης ἐν τῷ θ' χωρὶς Διὸς καὶ Ἀφροδίτης βλασφήμους ἀποτε­λεῖ. Κρόνος ἐν τῷ θ' ἵστορα μυστηρίων ποιεῖ καὶ ὀνείρων ἀποκαλύψεις. Ἀφροδίτη δὲ ἐν τῷ θ' ἄστατον ποιεῖ τὸν γάμον.

Ἀναβιβάζων ἐν τῷ θ' μετὰ Ἡλίου καὶ Κρόνου καὶ Ἄρεως δυστυχεῖς ἐπὶ ξένης ἢ διὰ ξένους ἢ αἰχμαλώτους ἢ πλανήτας ἢ κακοθανάτους. εἰ δὲ Ζεὺς καὶ Ἀφροδίτη ἐκεῖ ἄνευ Κρόνου καὶ Ἄρεως, ἐπὶ ξένης ἀνδρῶν μεγάλων φίλους καὶ εὐτυχεῖς. εἰ δὲ Ἥλιος καὶ Ἀφροδίτη καὶ Ἑρμῆς ἐκεῖ, θεοσεβεῖς, ἱερεῖς καὶ ἀναθήματα ναῷ θήσοντας, ἀπὸ ὑπαρχόντων θεοῦ ἢ βασιλέως ἢ μεγάλων ἀνδρῶν ** καὶ τιμηθήσονται ἐπὶ ξένης ἀπὸ ἱεροῦ τόπου καὶ ἐν ὁράματι χρηματισθήσονται · μάλιστα ἐὰν τύχῃ Σελήνη μετὰ Διὸς καὶ ἐπιθεωρήσωσιν τὸν Ἀναβιβάζοντα, ἐν ἀγαθοῖς τὸν βίον διαβιβάσουσι καὶ ἔσονται εὐτυχεῖς καὶ πολυχρόνιοι. ἐὰν ὁ Καταβιβάζων ἐν τῷ θ' μετὰ Κρόνου καὶ Ἄρεως ἢ ἐπιθεωρώσιν αὐτὸν καλὸν τὸ σχῆμα, ἄρξουσι γὰρ ἐπὶ ξένης ἐνδόξως καὶ εὐτυχήσουσιν. εἰ δὲ Ἥλιος καὶ Ἑρμῆς ἐκεῖ, ἐπίδοξοι ἔσονται.

Ἐν τῷ θ' Κρόνος ἡμέρας μύστας ποιεῖ, ἀρχιμάγους, φιλοσόφους, τὸ μέλλον προλέγοντας, τινὰς δὲ καὶ ἐν ἱερατικαῖς ἀσχολίαις ἢ ἱερῶν προεστῶτας ποιεῖ· νυκτὸς δὲ ἐγκατόχους, ἀποφθεγγομένους, ὀνειροπό­λους, φιλοσόφους, ἐνίους δὲ καὶ κόμας τρέφοντας. Ζεὺς δὲ ἡμέρας ἐκεῖ τὸ μέλλον χρηματιζομένους τεραστίοις θεῶν, τινὰς δὲ καὶ ἱερωσύνης ἀξιουμένους ἢ δωρεὰς ἀναφαιρέτους ἔχοντας. νυκτὸς δὲ ἀβεβαίους τοῖς ὀνείρασι καὶ καταψευδομένους θεῶν καὶ ἐλπίσι χρησμῶν ἀναλαμβανομένους καὶ ἑαυτοὺς μακαρίζοντας.

Ἐν τῷ θ' ἡμέρας καὶ νυκτὸς ὁ Ἄρης ἀτιμωρήτους, σοφιστάς, παρὰ θέοις φοβερούς, κἂν ματαίως ὀμνύωσι σῳζομένους. γίνονται δὲ οὔτοι καὶ φοβεροὶ δαίμοσιν. Ἐν δὲ τῷ θ Ἥλιος ἱεροτέκτονας, ἱερογλύφους καὶ θεῶν κοσμητὰς καὶ ὑμνητὰς ἢ ἱεροκτίστας, ὧν χάριν ἔνδοξοι γίνονται. τινὲς δὲ καὶ τάξεις ἐν ἱεροῖς ἢ δωρεὰς ἢ ἀποστασίας ἔχουσιν.

Ἐν τῷ θ' παρ' αἵρεσιν ἢ Ἀφροδίτη δαιμονιοπλήκτους ἀποτελεῖ ἢ ἐν ἱεροῖς ῥακενδύτας, κομοτροφοῦντας, ἀπὸ θεῶν τὶ θεῖον ἔχοντας ἀγγέλλειν ἢ ὀνείρων, φιλοσόφους· ταῦτα δὲ γίνονται ὁρῶντος μάλιστα Κρόνου. κατὰ αἵρεσιν δὲ ἡ Ἀφροδίτη ἐκεῖ εὐχρηματίστους, ἱερεῖς, θεοσεβεῖς· Κρόνου δὲ καὶ Ἄρεως συμπαρόντων ἢ τετραγώνως ἢ διαμέτρως ἐχόντων ἀναστατουμένους διὰ γυναικῶν καὶ κρινομένους καὶ δυστυχοῦντας καὶ ἀχαριστουμένως δι αὐτάς, μάλιστα δὲ ἐπὶ τῶν τροπικῷν ζῳδίων· ταῦτα γὰρ τὰ ζῴδια τῶν πολυγάμων εἰσίν. ἐὰν δ' ὁ τοῦ Διὸς ταύτῃ συμπαρῇ ἢ τρίγωνος ἢ τετράγωνος, τεκνοποιουμένους ὑπὸ γυναικῶν, ἐπαφροδίτους, ἐπιτευκτικοὺς καὶ κυριεύοντας τῶν τῆς γυναικός∙ τινὲς δὲ καὶ φροντισταὶ γυναικῶν γίνονται καὶ ἐν βασιλείοις ἀναστρέφονται διὰ γυναικῶν προφάσεις προβιβαζόμενοι.

Ἑρμῆς ἑσπέριος ἐν τῷ θ' ἱερεῖς, μάγους ἰατρούς, ἐπιτηδεύοντας ἃ οὐκ ἔμαθον. ἑῷος δὲ ἱεροφάντεις, θύτας, οἰωνοσκόπους, ἀστρολόγους θεοπλόκους, ἀφ ὧν καὶ βιοῦσιν. Σελήνη δὲ ἐν τῷ θ' νυκτὸς ξενιτευτὰς ἐπιδόξους. τινὲς δὲ καὶ ἀπὸ θεῶν ἱερῶν εὐπραγοῦσιν· ἐνίους δὲ καὶ γυναικῶν πράγματα πιστευομένους, εὐχρηματίστους, θεοσεβεῖς ἡμέρας δέ, ξενιτευτὰς ἀδόξους, τὸν βίον ἐν πλάναις καὶ κινδύνοις ἔχοντας, τινὰς δὲ καὶ ἐν ἱεροῖς ἀδόξως ἀναστρεφομένους ἢ δουλικοὺς ἢ θεοπλόκους καὶ ἐξαγορευτὰς, μάλιστα Ἄρεως ἢ Κρόνου ὁρώντων.

Τόπος δέκατος

Επεξεργασία

Ὁ δέκατος τόπος καλεῖται κέντρον, μεσουράνημα καὶ τεταρτημόριον τοῦ ὡροσκόπου. σημαίνει δὲ τὴν νεότητα καὶ τὴν πρᾶξιν καὶ γάμον καὶ τέκνα καὶ γονέων ὑπόστασιν. ἐν τούτῳ τῷ τόπῳ οἱ αἱρεσιάρχαι χαίρουσι καὶ πράξεις ἀγαθὰς καὶ ἐπωφελεῖς διδόασιν.

Ὁ οὖν Κρόνος ἐπὶ ἡμέρας ἐκεῖ, ἰδίῳ οἴκῳ ἢ ὑψώματι πλούσιον ἄνδρα ποιεῖ καὶ ἐν δημοσίαις χρείαις ὑπουργοῦντα, εὔγηρων, πλὴν τὸν γαμον καὶ τὰ τέκνα κακίζοντα· ἀλλὰ καὶ εὐθανασίαν ποιεῖ. ἔσται δὲ καὶ φιλογεωργός. ἐπὶ δὲ νυκτὸς φθείρει τὰ γονικὰ καὶ τὸν γάμον κακίζει καὶ τὰ τέκνα καὶ νωχελεῖς ποιεῖ καὶ κηπωροὺς καὶ ὑδραγωγοὺς ἢ ναύτας ἢ ἁλιεῖς ἢ πορθμιεῖς καὶ ὅλως πένητας καὶ περὶ ὑγρὰς ὕλας ἀναστρεφομένους. ὁ δὲ Ἄρης μεσουρανῶν ἡμέρας σκορπίζει τὰ τῶν γονέων καὶ ἢ θανατοῖ ἢ διίστησι τοὺς τοκεῖς· ποιεῖ δὲ καὶ πλανήτας καὶ πένητας καὶ μοχθηρὰν τὴν νεότητα∙ κακίζει δὲ καὶ τὸν γάμον καὶ τὰ τέκνα. νυκτὸς δὲ μέτρια γινηνται τὰ κακά.

ὁ δὲ Ζεὺς ἡμέρας μεσουρανῶν πλουσίους, εὐτέκνους, εὐγάμους καὶ φίλους ἐπισήμους, εἰ μὴ κακοποιὸς βλέψας βλάψει. νυκτὸς δὲ μέτρια γίνονται τὰ κακά. Ἀφρο­διτη μεσουρανοῦσα νυκτὸς καὶ ἡμέρας, μάλιστα δὲ ἔξαυγος καὶ ἀκάκωτος, πιστευομένους δημόσια πράγματα καὶ γάμῳ πλουσίων γυναι­κῶν ὁμιλητὰς καὶ ὑπὸ γυναικῶν φιλουμένους καὶ εὐγηρίαν καὶ εὐθανασίαν. Ἑρμῆς μεσουρανῶν πολυμηχάνους, εὐφυεῖς περὶ πάντα καὶ φρονίμους, εὐτέκνους, τιμωμένους ἐν πόλεσι καὶ μεγάλους ὀνομαζομένους καὶ φίλους πολλοὺς ἔχοντας, οἷς καὶ καταλείψουσι πράγματα.

Σελήνη καὶ Ἥλιος μεσουρανοῦντες δίχα τῆς τῶν κακοποιῶν θεωρίας πατέρας ἐπισήμους, τὰ δὲ γεννηθέντα πολύφιλα καὶ φίλα μεγιστᾶσιν. εἰ δὲ τὸ δωδεκατημόριον τοῦ Ἡλίου ἢ τῆς Σελήνης ἐκεῖ πέσῃ, εὐγενεστάτους λέγε τοὺς γονεῖς. ὁκλῆρος ἢ ὁ κύριος αὐτοῦ μεσουρανῶν ἔξαυγος καὶ ἀκάκωτος εὐτυχεστάτους, ὁ κύριος τοῦ ζ' μεσουρανῶν εὐγαμίας, ὁ κύριος τοῦ η' μεσουρανῶν ἐκ κληρονομιῶν αὐξήσεις, ὁ κύριος τοῦ θ' μεσουρανῶν εὐτυχίας ἐπὶ ξένης δίδωσιν.

ὁ Ἀναβιβάζων μεσουρανῶν μετὰ Σελήνης Ἀφροδίτης Διὸς εὐτυχεῖς ἐπισήμους καὶ φίλους. Κρόνος καὶ Ἄρης μεσουρανοῦντες, ἐὰν θεωρήσωσι Δία καὶ Ἀφροδίτην καὶ Ἥλιον, κάκιστον τὸ σχῆμα. ἔσονται γὰρ οἰκτροί, κλέπται, ἢ μετὰ γυναικῶν εὐτελῶν βιοῦντες. ὃ ἂν δὲ κτήσωνται, ἀπωλέσουσιν ἢ δημεύονται ἢ ὀλιγοχρόνιοι ἢ βιοθάνατοι γενήσονται, μάλιστα τῆς Σελήνης παρούσης.

Ὃ Καταβιβάζων μεσουρανῶν μετὰ Διὸς Ἀφροδίτης ἀκαταστατήσουσιν ἐν τῷ βίῳ αὐτῶν καὶ ἐμπαθεῖς ἔσονται καὶ ἐπικίνδυνοι καὶ ἃ πορίζονται, ἀπολέσουσιν∙ ἔσονται δὲ καὶ μητρὸς ἐμπαθοῦς, πενιχρᾶς. εἰ δὲ Κρόνος καὶ Ἄρης μεσουρανήσωσιν ἢ θεωρήσωσι τὸν τόπον, ἐν μὲν τῇ νεότητι αὐτῶν κακοπαθήσουσι καὶ μετὰ ταῦτα ἐν ἀγαθοῖς ἔσονται, κτώμενοι ἀπὸ δυναστείας καὶ βίας, ὑπάρχοντα ἀποστεροῦντες ἰσχύι καὶ τυραννίδι, εὐτελῶν δὲ υἱοὶ καὶ οὐ φροντίζοντές τινος διὰ τὸ Ἄρεα καὶ Κρόνον χαίρειν ἐν τῷ Καταβιβάζοντι. εἰ δὲ Κρόνος μετὰ Ἀφροδίτης μεσουρανεῖ, εἰς γυναῖκας ἀκαταστατήσουσι καὶ μετὰ ταῦτα ἀνασφαλοῦσι.

Ἐπὶ δὲ τοῦ μεσουρανήματος ὁ Κρόνος ἡμέρας ἡγεμόνας γεννήσει, ἐάνπερ καὶ Ἥλιος ὡροσκοπῶν τυγχάνῃ. ἐὰν δὲ ὁ Ἥλιος μὴ ὡροσκοπῇ, ὁ δὲ τοῦ Κρόνου ἡμέρας μεσουράνῃ, ποιεῖ εὐσχήμονας καὶ φιλογεωργοὺς καὶ φιλοπαρύγρους. νυκτὸς δὲ ὁ τοῦ Κρόνου μεσουρανῶν δυσπρακτους ἀποτελεῖ καὶ ἐπὶ παρύγρων τάσσει· καὶ τὰ τῆς γυναικὸς οὐκ ἀγαθὸς ὁ θεός, ἀλλ οὐδὲ μὲν ὁ περὶ τέκνων ὠφέλιμος ἔσται, εἰ μή πως ἀγαθοποιὸς ἐπιμαρτυρήσας τῷ τοῦ Κρόνου ὀλίγου παρωφελήσει τῆς τεκνώσεως μητρός. καθόλου δὲ ὁ θεὸς οὗτος νυκτὸς ἐπίκεντρος τυχὼν οὐκ ἀγαθός ἐστι ἐτι δὲ καὶ λύπας ἐπὶ γυναικῶν ἀποτελεῖ.

Ἐπὶ δὲ τοῦ μεσουρανοῦντος ζῳδίου ἡμέρας τυχὼν ὁ Ζεὺς ἀγωνιστὰς ἀποτελεῖ, δημοσίων πραγμάτων ἄρχοντας, ὑπὸ ὄχλων τιμωμέ­νους, λαμπρούς, ἐμφανεῖς, τρυφηλούς, ἢ παρὰ βασιλέων ἢ μεγιστάνων πιστευομένους πράγματα, στεφανηφοροῦντας ἐν ὅλῳ τῷ βίῳ· νυκτὸς δὲ ἐπὶ τοῦδε τοῦ τόπου τυχὼν εὐσχήμονος ἀποτελεῖ, εὐκόπως δὲ σφαλλομένους καὶ ἐκπίπτοντας τοῦ βίου.

Ἐπὶ δὲ τοῦ μεσουρανοῦντος ζῳδίου νυκτὸς μὲν ὁ του Ἄρεως τυχὼν ἐπισφαλεῖς μὲν καὶ ἐπικινδύνους, ἡγεμόνας δὲ ζῳῆς καὶ θανάτου κυρίους ἢ στρατοπεδάρχας φοβεροὺς κλίμασιν ἀποτελεῖ. ἡμέρας δὲ ὁ τοῦ Ἄρεως μεσουρανῶν οὐκ ἀγαθός· ἀπράκτους γὰρ ποιεῖ ἢ ἐγκοπτομένους ταῖς πράξεσι ἢ ἐπιβολαῖς καὶ βίων συνάρπαγας ἢ καὶ φυγάδας γιγνομένους καὶ ἐπὶ ξένης τελευτῶντας. Ἄρης μεσουρανῶν ὁμόκεντρος Ἡλίῳ ἀπὸ πατέρων ποιεῖ τάς βασιλείας ἢ ἡγεμονίας ἀντιπαραδιδομένας τέκνοις.

Ἐπὶ δὲ τοῦ μεσουρανοῦντος ζῳδίου τυχοῦσα Ἀφροδίτη δοξαστικοὺς ἀποτελεῖ ἐάνπερ ἀκαταμαρτύρητος ἤτοι κατὰ τετράγωνον ἢ διάμετρον ἤτοι κατὰ συμπαρουσίαν τύχῃ ὑπὸ Κρόνου καὶ Ἄρεως ἐν διαφόροις πράγμασιν ποιήσει, μάλιστα ἐὰν καὶ ἀνατολικὴ τύχῃ· ποιεῖ γὰρ δημοσίους, μουσικούς, ἀπὸ πόλεων τιμωμένους· εἰ δὲ ὁ τοῦ Κρόνου συμπαρῇ ἢ μαρτυρήσῃ κατὰ τὸν ὑποδεδειγμένον τρόπον, ἐπιψόγους ποιεῖ καὶ ἐν ταῖς δόξαις οὐκ αὐθέντας ἀλλὰ ὑπὸ ἑτέροις πράξαντας ἢ καὶ τὰ ἑαυτῶν ἑτέροις ἐμπιστεύοντας · ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως κατοπτεύσῃ τὸν τῆς Ἀφροδίτης, καθάπερ προϋποδέδεικται, ἐπαίσχρους καὶ περιβοήτους ἀποτελεῖ.

εἰ δὲ γυνὴ τύχῃ ἐπὶ τοῦδε τοῦ διαθήματος, πολυκοινήσει ἐταιριζομένη καὶ ἐπὶ τέγαις σταθήσεται ταῖς διὰ ζῳῆς· κατὰ δὲ τάς τῶν ζῳδίων ἀναλογίας αἱ διαφοραὶ τῶν πράξεων καὶ παθῶν τελίσκονται· ἐν γὰρ τοῖς λατρώδεσι καὶ τοῖς τροπικοῖς καὶ Κρονικοῖς ἢ ἰχθυϊκοῖς ζῳδίοις τὰ τοιαῦτα τελεσθήσεται. εἰ δὲ ὁ ἀνὴρ εἴη, ἔσται πολύψογος καὶ παιδεραστεύσεται καὶ ἀσελγῶν πάντα διαπράξεται. εἰ δέ πῶς καὶ ὁ Ἥλιος ἐν θηλυκῷ ζῳδίῳ τύχῃ, τῆς Σελήνη ὁμοκέντρου μετὰ τοῦ Ἄρεως συγγενομένης ἐν θηλυκῷ ζῳδίῳ, ἄνδρες γεννώμενοι εὐνοῦχοι ἢ ἀπόκοποι ἢ ἐρμαφρόδιτοι ἔσονται γυναι­κῶν ἔργα ἐπιτελοῦντες.

Ἐπὶ δὲ μεσουρανοῦντος ζῳδίου ἑῷος τυχὼν ὁ Ἑρμῆς θαυμαστικωτέρας καὶ ἐναργεστεστέρας τάς πράξεις ἀποδείξει· ἔσονται γὰρ, μαρτυρουμένου αὐτοῦ οἰκείως ὑπό τινος τῶν τῆς αἱρέσεως, μεγάλοι δυνάσται, πόλεων ἢ βασιλέων ἢ μεγιστάνων πράγματα πιστευόμενοι, πειστικοί, ἀγαθοί, κριτικοί. Ἄρεως δὲ ἐναντιουμένου αὐτῷ σφαλήσονται ἐπὶ προκοπαῖς οἰόμενοι ἀναβιβάζεσθαι καὶ ἢ φυγῆς ἢ καταδίκης ἢ καὶ βιοθανασίας μεθέξουσι· ἑσπέριος δὲ τυχὼν Ἑρμῆς μεσουρανῶν κλιμάτων μεταβολὰς καὶ ξενιτείας ποικίλας ποιεῖ· ἐστὶ δὲ καὶ δεδημοσιευμένους τάς πράξεις ἀποδείξει, ἐπιθεωρούμενος δὲ ὑπὸ Κρόνου κατὰ διάμετρον ἢ τετράγωνον στάσιν παρύγρους τάς ἀσχολίας καὶ τάς ἐπιχειρήσεις ἀποδίδωσι καὶ πάθεσιν ὑγροῖς περικυλίεται τοὺς γεννωμένους.

Ἐπὶ δὲ τοῦ μεσουρανοῦντος ζῳδίου τῆς αἱρέσεως τυχοῦσα ἢ Σελήνη ὁμόκεντρος μεγάλους δυνάστας, βασιλεῖς, ζῳῆς καὶ θανάτου κυρίους γεννήσει. ζῳδιακῶς ἐπὶ τοῦ μεσουρανήματος τόπου τῆς αἱρέσεως τυχοῦσα μεγάλους ταῖς πράξεσι καὶ ταῖς ἐπιβολαῖς ταῖς ἐγχειριζομέναις ἢ διαπρασσομέναις. ὑποδεδεγμένους χρήματα· ** πόνους δὲ καὶ ταλαιπωρίας πολλάκις γεννήσει. παρ' αἵρεσιν δὲ τυχοῦσα ἐπὶ τοῦδε τοῦ τόπου μετρίους τοῖς βίοις καὶ ταῖς πράξεσιν, ἐπισφαλεῖς καὶ ἐπιτευδημάτων μὴ ἐφαπτομένους γεννήσει· ἐὰν δὲ ὁ Ἥλιος μήτε ὡροσκοπῶν μήτε μεσουρανῶν τύχῃ, μεγάλους δυνάστας, ἀρχικούς, βασιλεῖς φοβε­ροὺς ἀποδείκνυσιν.

Τόπος ἑνδέκατος

Επεξεργασία

Ὁ ια' τόπος καλεῖται Ἀγαθὸς Δαίμων καὶ ἐπαναφορὰ τοῦ μεσουρανήματος. οἱ οὖν ἀγαθοποιοὶ ἀστέρες ἐν τούτῳ τῷ τόπῳ τυχόντες ἰδίοις ὄντες προσώποις ἢ οἴκοις ἢ ὑψώμασιν ἢ ὁρίοις σημαίνει μέγαν πλοῦτον καὶ πράξεις ἐπιφανεῖς. δηλοῖ δ' ὁ ια τύπος καὶ τὴν τρίτην ἡλικίαν∙ σημαίνει δὲ καὶ περὶ πράξεως καὶ πατρωνίας καὶ προστασίας λόγον κατὰ τὴν ἀκμὴν τῆς νεότητος.

Πᾶς δὲ κλῆρος ἢ πᾶς οἰκοδεσπότης κλήρου ἢ κέντρου ἢ τόπου ἢ τριγώνου ἐκεῖ τυχὼν πάντα ἀγαθὰ σημαίνει, εἰ μὴ ὑπὸ κακοποιῶν θεωρηθῇ ἢ ὑπὸ τάς αὐγὰς τοῦ Ἡλίου τύχῃ ἢ ἐν τῷ ἰδίῳ ταπεινώματι ἢ ἐναντιώματι ἢ τοῖς ἀριθμοῖς ἀφαιρῶν καὶ βλάψῃ τὴν τοσαύτην ἀγαθότητα τοῦ τόπου. ὁμοίως δὲ καὶ οἱ κακοποιοὶ ἐκεῖ τυχόντες καὶ λόγον ἔχοντες πρὸς τὴν γένεσιν (λέγω δὴ κλήρων ἢ τόπων ἢ τριγώνων κυρίους) δίχα τῶν κακῶν φάσεων (λέγω δὴ ὑπαύγων ἢ ταπεινωμάτων ἢ ἐναντιωμάτων ἢ ἀφαιρέσεων) ἀγαθὴν παρέχουσι τὴν γέννησιν καὶ τὰ μὲν ἀγαθὰ πληθύνουσι τὰ δὲ κακα μειοῦσιν. Ὃ δὲ τόπος καλεῖται Διὸς ἐπειδὴ ἐν τούτῳ τῷ τόπῳ χαίρει παρὼν ὁ Ζεὺς · σημαίνει δὲ ὁ τόπος καὶ τὸν περὶ τέκνων λόγον.

Ἐὰν ὁ κύριος τοῦ ια' τόπου ὡροσκοπῇ, ὁ δὲ τοῦ Κακοῦ Δαίμονος δύνῃ, εὔπορόν γε ἐν νεότητι καὶ ἐπὶ τοῦ γήρως μέτριον ποιεῖ. εἰ δὲ ἐναλλάσσει τὸ σχῆμα, ἐναλλάξει καὶ τὴν τύχην· ἐὰν δὲ ὁ Ἀναβιβάζων τύχῃ ἐν τούτῳ τῷ τόπῳ καὶ εὑρεθῶσιν ἐκεῖ Ἀφροδίτη ἢ Ἑρμῆς, ἀπὸ γυναικῶν πάσας εὐτυχίας ἕξει ἢ ἀπὸ εὐνούχων ὑπάρχοντα κτήσεται. ἐν δὲ τοῖς πρώτοις χρόνοις ἀκαταστατήσει ἐπὶ γυναικὶ καὶ τέκνοις, φιλητὸς δὲ ἔσται παρὰ γυναιξίν. εἰ δὲ συμπαρῇ αὐτοῖς Ζεύς, ἀγαθὸς ἔσται· ὑπάρ­χοντα γὰρ πολλὰ κτήσεται καὶ ἐξουσιαστὴς ἔσται πόλεως αὐτοῦ· εἰ δὲ Κρόνος καὶ Ἑρμῆς ἐκεῖ τύχωσιν, ἀγαθὸς δέ ἀστὴρ μὴ ἐπιθεωρήσῃ, ἀτυχὴς ἔσται ἀλώμενος καὶ ἐπιδικαζόμενος τῆς ζωῆς. εἰ δὲ Ζεὺς καὶ Ἀφροδίτη μετὰ Σελήνης ἢ μετὰ Ἡλίου ἐκεῖ τύχωσι, εὐτυχεῖς ποιήσει καὶ πολλα ὑπάρχοντα κτωμένους. ζήσουσι δὲ ἔτη ὁ.

ἐὰν ὁ Καταβιβάζων ἐν τῷ ια' τόπῳ τύχῃ καὶ Ζεὺς καὶ Ἀφροδίτη ἐκεῖ τύχωσι, ἀκαταστασίαν τέξει καὶ ὅσα ἂν κτήσεται ἀπολέσει καὶ μετὰ ταῦτα εὐπορήσει. εἰ δὲ Κρόνος καὶ Ἀφροδίτη ἐκεῖ τύχωσι, κακοπαθήσει ἐν νεότητι καὶ μετὰ ταῦτα ὑπάρχοντα κτήσεται καὶ ἐπὶ ὑγρῶν χαιρήσει καὶ βιώσει τὸν λοιπὸν βίον ἐν καλοῖς. εἰ δὲ ἀπὸ Καταβιβάζοντος εἰς Ἀναβιβάζοντα ἐρχόμενοι τύχωσι, πάνυ κάλλιστον· ἐν τῷ τέλει τοῦ βίου οὗτος εὐτυχήσει καὶ ὑπάρχοντα κτήσεται καὶ ἔτη πολλὰ ζήσεται ἐπεὶ εἰς φῶς ἦλθον οἱ ἀστέρες.

Ἐπὶ δὲ τῶν ἀγαθοδαιμονούντων ζῳδίων ἡμέρας τυχὼν Κρόνος βραδυτέρας τάς βασιλείας καὶ τάς ἡγεμονίας ἀποδίδωσιν ἐάνπερ ὁ Ἥλιος ὡροσκοπῶν τυγχάνῃ · ἐκδεχόμενος δὲ καὶ τὴν συναφὴν τῆς Σελήνης αὐξομένης ἐπὶ πλέον τὰ ἀγαθὰ μείζους † αἱρεσιαρχέτας ἀποδίδωσιν. ἐὰν ὁ Ἥλιος μὴ ὡροσκοπῇ, τύχῃ δὲ ὁ ἀστὴρ ἡμέρας ἐπὶ τῶν ἀγαθοδαιμονούντων ζῳδίων ὑπάρχων, προβαίνοντων τῶν χρόνων τὰ τέλεια κτωμένους ποιεῖ· τῶν δὲ ὑπαρχόντων ἐστὶν μειωτὴς καὶ ἐπὶ νεότητος ἐπίβουλος. νυκτὸς δὲ βραδυτέρους ταῖς ἐπιβολαῖς καὶ ἀργοτέρους ταῖς πράξεσι ἀποδείκνυσιν, τινὰς δὲ καὶ ἐκπίπτοντας τῶν ἰδίων καὶ τὰ περικτηθέντα ἀποβάλλοντας.

Ἐπὶ δὲ τῶν ἀγαθοδαιμονούντων ζῳδίων ἡμέρας τε καὶ νυκτὸς τυχὼν ὁ Ζεὺς ἰσχυρότερος καθέστηκε· γενήσονται γὰρ ἐπ' ἄθλων τὸ κράτος ἔχοντες, καὶ θεία θνητοῖς δόγματα γεννήσεται, καὶ τοῖς ὀστέοις ὁλοκλήρους ἀναπλάσσει.

Ἐν δὲ τοῖς ἀγαθοδαιμονοῦσι ζῳδίοις νυκτὸς ὁ τοῦ Ἄρεως τυχὼν πολλων ἀγαθῶν ὕπαρξιν ποιεῖ καὶ ὑπ' ὄχλων τιμῆς ἠξιωμένους καὶ παρ' ὑπερέχουσι γνωστούς, ἐὰν δὲ καὶ τύχῃ ὁ ἀστὴρ ἐν ἰδίοις ζῳδίοις ἢ δεκανοῖς ἢ μοίραις τῆς Σελήνης συμπαρούσης αὐτῷ, μεγάλους δυνάστας, φοβερούς, ἐπὶ στρατοπέδων ἢ μαχαίρας τασσομένους. τῆς Σελήνης ἀπούσης, ἐὰν ὁ τῆς Ἀφροδίτης παρῇ καὶ τρίγωνος ἢ τετράγωνος αὐτῷ τύχη, εὐδαίμονας ποιήσει καὶ περιεκτικοὺς ἐν ταῖς πράξεσιν καὶ ἐπαφροδίτους. ἡμέρας δὲ τυχὼν ἐπὶ τῶνδε τῶν τόπων καὶ τόπων μεταλλαγὰς καὶ ξενιτείας ποιεῖ χάριν τῶν συμβαινόντων αὐτοῖς ἀτοπη­μάτων· γίνονται δὲ καὶ ἐπὶ κινδύνοις οὐ τοῖς τυχοῦσιν· ἐὰν δὲ ὁ τοῦ Διὸς ἢ ὁ τῆς Ἀφροδίτης ἐπιθεωρήσῃ, ὠφελίμους τάς ξενιτείας ποιεῖ καὶ πάλιν ἀποκαθισταμένους εἰς τὴν ἰδίαν διὰ τάχους ἀποδείκνυσιν.

Ἐν δὲ τῷ τοῦ Ἀγαθοῦ Δαίμονος ζῳδίῳ μόνος τυχῶν ὁ Ἥλιος εὐδαίμονας ἀποτελεῖ καὶ πατρὸς ἐνδόξου καὶ ἐπισήμου γεννηθέντας ποιή­σει καὶ κατὰ πρόβασιν τῶν χρόνων ἐπὶ τάς τύχας καὶ τάς εὐδαιμονίας τρεπομένους. Ἐν δὲ τῷ ἀγαθοδαιμονοῦντι ζῳδίῳ τυχοῦσα ἢ Ἀφροδίτη μάλιστα ἐπὶ τῆς ἑσπερίας φάσεως ὑπάρχουσα, κατοπτευομένη ἔτι πλέον ὑπὸ Κρόνου καὶ Ἄρεως ἢ ἀσπέρμους ἢ στειρωδεις ἢ δυσγάμους ἢ παιδεραστὰς ἢ καὶ γυναικῶν σκηνικῶν ἐραστὰς γεννήσει· μάλιστα δὲ καὶ ἐπὶ τῶν τροπικῷν ζῳδίων ὑπάρχουσα τέλει∙ ταῖς δὲ βιωτικαῖς κτήσεσι κατὰ πρόβασιν αὐξάνοντας, καὶ ἀπὸ φιλῶν προβιβαζομένους, ἐπιχαρεῖς τὲ καὶ εὐήθεις ἀποτελεῖ.

Ἐπὶ δὲ τῶν ἀγαθοδαιμονούντων ζῳδίων ἑσπέριος ἢ ἑῷος ἀνατολικὸς τυχῶν Ἑρμῆς χρυσοῦ σωρευτὰς καὶ ἀγαθῶν ἐφευρετὰς ἢ καὶ ἀλλοτρίων χρημάτων ἡγεμόνας, ἡμιθέων τρόπους ἔχοντας γεννήσει· ἔσονται δὲ καὶ πολυχρόνιοι καὶ εὔτεκνοι· ἑσπέριος δὲ δυτικὸς ἐπὶ τῶνδε τῶν τόπων τυχὼν οὐ τηρητὴς γενήσεται οὐδὲ φύλαξ χρημάτων, ἀλλ ἐξοδιαστὴς τῶν ἐν ἀποκρύφοις κειμένων. ποιήσει δὲ καὶ πραγμα­τικοὺς ἢ ἐπὶ λογιστηρίων θεωρουμένους ἢ διδασκάλους ἢ γεωμέτρας ἢ ἀστρικοὺς ἢ ἀριθμῶν ἀστρικῶν εὐρετὰς ἢ παλαιστρικῶν ἠγεμο­νας· ἐκδεχόμενος δὲ τὴν συναφὴν αὐξομένης Σελήνης λευκαῖς σπιλώσει τοὺς γεννωμένους ἢ εὐπαθητικοῖς νοσήμασιν περιτρέψει πρὸς τήν τοῦ ζῳδίου φύσιν∙ μειουμένης δὲ τῆς Σελήνης ἀσχημονεστέροις σίνεσι περιβαλεῖ ἢ καὶ τάς φρένας βλάψει.

Ἐν δὲ τοῖς ἀγαθοδαιμονοῦσι ζῳδίοις νυκτὸς τυχοῦσα ἡ Σελήνη πολυχαριεστάτη γενήσεται· ποιεῖ γὰρ ἡγεμόνας, ἐπιδόξους καὶ ἐπὶ προεδρίαις τεταγμένους καὶ ἀπὸ γονέων τὰ ἀγαθὰ παραλαμβάνοντας, ἐάνπερ ἀκαταμαρτύρητος τύχῃ ὑπὸ Κρόνου καὶ Ἄρεως· ἡμέρας δὲ ξενιτείας ἀποτελεῖ καὶ γονέων ἀλλοτριώσεις ἢ χωρισμοὺς ἢ ὀρφανίας προδηλοῖ · κατὰ δὲ πρόβασιν τοῦ χρόνου εὐδαιμόνας γεννήσει.

Τόπος δωδέκατος

Επεξεργασία

Ὁ δωδέκατος τόπος καλεῖται κακοδαιμόνημα καὶ προαναφορὰ τοῦ ὡροσκόπου καὶ μετακόσμιος. σημαίνει τὰ περὶ ἐχθρῶν καὶ δούλων καὶ τετραπόδων καὶ πάντα τὰ πρὸ τῆς ἀποκυητικῆς ὥρας ἀποτελούμενα καὶ τῇ μητρὶ καὶ τῷ τεχθησομενῳ, ἐπειδὴ πρὸ τῆς τοῦ βρέφους ἐκκρί­σεως τοῦτο τὸ ζῴδιον ἀνέτειλε. Κρόνου δὲ τόπος ἐκλήθη, καθὸ διὰ τῆς προχοῆς τῶν ὑδάτων ἐκκρίνεται τὸ βρέφος καὶ ὅτι μέσον ζῳῆς καὶ θανάτου ἡ τίκτουσα καθέστηκε ὑπὸ Κρόνου καὶ Ἄρεως κατὰ διάμετρον ἐπιθεωρουμένη.

Οἱ οὖν κακοποιοὶ ἐπὶ τούτῳ τῷ τόπῳ τυχόντες δυστοκίας ποιοῦσι καὶ σωματικὰ πάθη καὶ τομὰς ἢ σίνη περὶ τοὺς πόδας ἢ τὸ στόμα ἢ τὸν δακτύλιον καὶ δούλων ἀναιρέσεις καὶ ἐχθρῶν∙ εἰ δὲ ὁ κλῆρος τῆς τύχης ἐπὶ τούτου τοῦ τόπου γένηται καὶ οἱ κακοποιοὶ ἐπιθεωρήσωσι τὸν κλῆρον, πλεῖστα κακὰ ἐπιφέρουσι βλάπτοντες ἐν τοῖς ἰδίοις πάντοτε χρόνοις. ὁμοίως δὲ καὶ οἱ ἀγαθοποιοὶ βλάπτουσιν ἐν τῷ ιβ' καὶ οὐ μερίζουσι τὰ ἑαυτῶν ἀγαθά. ὁ μὲν γὰρ Ἥλιος παρὼν τῷ τόπῳ πατρὸς δου­λου ἢ ἐκπτώτου ἢ ἀγενοῦς τὸν τοκετὸν λέγει ἢ τῶν πατρικῶν ἀποβολὴν ἢ καὶ σεσινωμένον τὸν πατέρα. ἢ δὲ Σελήνη ὁμοίως τὰ πρὸς τὴν μητέρα δηλοῖ. ὁ δὲ Ζεὺς ἐπιπαρὼν τῷ τόπῳ ἐχθρῶν ἐπαναστάσεις ποιεῖ · ἢ δὲ Ἀφροδίτη κακογάμους ἢ δουλογάμους∙ ὁ δὲ Ἑρμῆς κακοτρόπους, κακοπράγμονας. ἐὰν δὲ οἱ κύριοι τῶν συνόδων ἢ πανσελήνων εὑρεθῶσιν ἐν τούτῳ τῷ τόπῳ, κακὸν τὸ σχῆμα πρόλεγε ἐκπτώτους γὰρ ποιεῖ ἢ βιοθανάτους. τὸ δωδεκατημόριον τοῦ Ἡλίου ἢ τῆς Σελήνης, ἐὰν ἐν τούτῳ τῷ τόπῳ τύχωσι, ἀγενεῖς ἢ ἐκπτώτους τοὺς γονεῖς λέγε ἢ πατρικὰ φθείροντας. ἐὰν δὲ ὁ Ἥλιος καὶ ἢ Σελήνη ἐν τούτῳ τῷ τόπῳ τύχωσιν τῶν κακοποιῶν ἐπικέντρων ὄντων ἀγαθοποιοῦ μὴ ἐπιθεωρουντος, κυνανθρώπους ποιοῦσιν τοὺς γεννηθέντας· ἐὰν δὲ Ἄρης καὶ Ἀφροδίτη εὑρεθῶσι ἐν τούτῳ τῷ τόπῳ, γυναικοκτόνους ποιοῦσιν.

Ἐὰν δὲ ὁ οἰκοδεσπότης τοῦ κλήρου τῆς τύχης εὑρεθῇ ἐν τούτῳ τῷ τόπῳ ὑπὸ Κρόνου ἢ Ἄρεως θεωρούμενος καὶ ἐπιθεωρήσῃ τὸν κλῆρον τῆς τύχης, κακότυχον ποιοῦσι. ἐὰν δὲ ὁ κύριος τοῦ τρίτου τόπου εὑρεθῇ ἐν τῷ δωδεκάτῳ, ἀδελφοὺς καὶ φίλους ἐχθροὺς ἔξει. ἐὰν δὲ ὁ κύριος τοῦ ὑπογείου κέντρου ἐκεῖ εὑρεθῇ, ἐπὶ ξένης τὴν τελεύτην πρόλεγε, ἐὰν δὲ ὁ κύριος τοῦ δωδέκατου τόπου εὑρεθῇ ἐν τῷ πέμπτῳ καὶ ὁ κύριος τοῦ πέμπτου ἐν τῷ δωδεκάτῳ, πατρυιοὺς ποιοῦσι τοὺς τοιούτους ἑτέρων τέκνων. ἐὰν δὲ ὁ κύριος τοῦ ἑβδόμου τόπου τύχῃ ἐν τῷ δωδεκάτῳ, κακογάμους ἢ δουλογάμους ἀποτελεῖ καὶ χάριν τούτων ζημίας ἢ βλάβας ὑπομένοντας. ἐὰν δὲ ὁ κύριος τοῦ ὀγδόου τόπου ἐν τῷ δωδεκάτῳ, χάριν νεκρικῶν πραγμάτων βλάβας τῷ τοιούτῳ ποιεῖ ἢ ἐπὶ ξένης ἀποθανεῖται. ἐὰν δὲ ὁ κύριος τοῦ ἐννάτου τόπου ἐν τῷ δωδεκάτῳ ᾖ, πλανωμένους τοὺς τοιούτους ἐπὶ ξένης ἀποτελεῖ. ἐὰν δὲ ὁ κύριος τοῦ δωδέκατου τόπου εὑρεθῇ ἐν τῷ ὡροσκόπῳ, τὴν νεότητα καματηροτέραν ποιεῖ. ἐὰν δὲ ὁ κύριος τοῦ δωδέκατου τόπου εὑρεθῇ ἐν τῷ δυτικῷ κέντρῳ, τὸ γῆρας τοῦ τοιούτου μοχθηρὸν ποιήσει. ἐὰν δὲ ὁ οἰκοδεσπότης τῆς γενέσεως εὑρεθῇ ἐν τῷ δωδεκάτῳ, δοῦλον ἢ ἀγενῆ ἢ ἔκπτωτον τὸν γεννηθέντα λέγε ἢ σεσινωμένον. ἐὰν ὁ κύριος τοῦ δωδέκατου τόπου εὑρεθῇ μετὰ Ἡλίου, τὸν πατέρα εὐτελῆ λέγε ἢ τὰ πατρικὰ φθείρειν. ὁμοίως δὲ καὶ ἐπὶ Σελήνης οὕτως ἐπιθεώρει τὰ περὶ γονέων. ἐὰν δὲ κύριος εὑρεθῇ τοῦ δωδέκατου τόπου Κρόνος ἢ Ἄρης καὶ ὡροσκοπῇ, κυνοβρώτους ἢ θηριοβρώτους τοὺς τοιούτους ἀποτελεῖ ἢ φιλοκυνήγους. ἐὰν δὲ ὁ κύριος τοῦ ἐννατου τόπου γένηται ἐν τῷ δωδέκατῳ, εἰ μὲν μετὰ τοῦ Κρόνου, ναυάγια τῷ τοιούτῳ ποιεῖ γένεσθαι ἢ ἐν θαλάττῃ κινδύνους. εἰ μὴ ἀγαθοποιὸς ἐπιθεωρήσει τὸ σχῆμα. εἰ δὲ μετὰ Ἄρεως εὑρεθῇ ἐν τῷ δωδεκάτῳ τόπῳ, στρατιωτι­κὰς ἢ λῃστρικὰς ἑφόδους ποιεῖ τῷ τοιούτῳ ἐπὶ ξένης ἢ ἐν ὁδῷ.

Ἐὰν δὲ ὁ Ἀναβιβάζων ἐν τῷ δωδεκάτῳ τόπῳ τύχῃ καὶ ὁ Ἥλιος καὶ ἡ Σελήνη μετὰ τοῦ Ἄρεως καὶ τοῦ Ἑρμοῦ ἐκεῖ τύχωσι, κακοπαθείᾳ περιπεσεῖται ἢ ὀστέον αὐτοῦ καταγήσεται ἢ τυφλοῦται ἢ πυρὶ καίεται ἢ κακομόρως τελευτᾷ ἢ ὑπὸ ἐχθρῶν ἀναιρεῖται, μάλιστα ἐὰν παρῇ αὐτοῖς καὶ Κρόνος. εἰ δὲ Ζεὺς καὶ Ἀφροδίτη ἐκεῖ τύχωσι, μετρίως τῶν κακῶν ἀπαλλαγήσεται πλὴν κακομόρως τελευτᾷ. εἰ δε Ζεὺς καὶ Ἀφρο­διτη ἐκεῖ τύχωσι μόνοι, κάκιστον ἀεν οὐκ ἂν πάθοι, εὐτελῆ δὲ ὑπάρχοντα κτήσεται ἢ ἀπὸ δούλων εὐτυχήσει. ἐὰν ὁ Καταβιβάζων ἐν τῷ δωδεκάτῳ τύχῃ καὶ Ἄρης καὶ Κρόνος ἐκεῖ τύχωσι ἢ θεωρήσωσι αὐτόν, κάλλιστον ἔσται· ἢ γὰρ εὔρημα εὑρήσει ἢ ἀπὸ ἀλλοτρίων ὑπαρχόντων μεταδοθήσεται. ἐὰν δὲ Ζεὺς καὶ Ἀφροδίτη ἐκεῖ τύχωσι μόνοι δίχα Κρόνου καὶ Ἄρεως καὶ Ἑρμοῦ ἐπιθεωρίας, ἀκαταστατήσει πρὸς γυναῖκα αὐτοῦ καὶ τέκνα καὶ σῖνος ἔξει ἀπόκρυφον ἢ εἰς τὸν σπλῆνα. εἰ δὲ Ἥλιος καὶ Ἄρης καὶ Ἑρμῆς ἐπιθεωρήσωσιν, ὁ δὲ Κρόνος ἐκεῖ τύχῃ, ἀτυχέστα­τος ἔσται παντὶ τῷ βίῳ.

Ἐπὶ δὲ τῶν κακοδαιμονούντων ζῳδίων νυκτὸς τυχὼν ὁ Κρόνος ἔκλειψιν τῶν πατρικῶν δηλοῖ καὶ δούλων χάριν κινδύνους καὶ ἐπιβουλάς, τινὰς δὲ καὶ σίνεσι περιτρεπομένους ἢ παθητικούς, ἡμέρας δὲ μετριώτερος ὁ θεὸς ἐν τούτοις γενήσεται. ἐὰν δὲ καὶ τὴν Σελήνην τετραγωνιζη ἢ διαμετρῇ, ἀστασίας καὶ φθίσεως προδηλωτικὸς γενησε­ται, εἰ μή πως ὁ τοῦ Διὸς μαρτυρήσας ἢ τῇ Σελήνη ἥ τῷ Κρόνῳ ἐπικράτησιν τῶν ὑπαρχόντων ἀπὸ μέρους ποιήσεται∙ γίνονται δὲ καὶ ἐν βαρείαις νόσοις καὶ τῶν ἐντὸς ἀλγήματα ἔχουσιν.

Ἐπὶ δὲ τῶν κακοδαιμονούντων ζῳδίων τυχὼν ὁ Ζεὺς μάχας καὶ κινδύνους καὶ κρισιολογίας πρὸς ὑπερέχοντας ἀποτελεῖ. πάντοτε δὲ ὁ θεὸς οὗτος ἐν τοῖς ζῳδίοις τούτοις οὐκ ἀγαθοποιὸς γίνεται, μάλιστα δὲ νυκτός. Ἐν δὲ τοῖς κακοδαιμονοῦσι ζῳδίοις τυχὼν ὁ Ἄρης παθῶν καὶ σινῶν παραίτιος γίνεται. γίνονται δὲ καὶ ἐν κινδύνοις καὶ ἐπιβουλαῖς οὐκ ὀλίγαις ἕνεκα δουλικῶν ἢ κατακρίτων καὶ συνεχομένων προσώπων μάλιστα δὲ ἡμέρας, νυκτὸς δὲ μετριώτερα τὰ κακά γίνονται. ἐπίκεντρος γὰρ ὁ θεὸς οὗτος τυχὼν ὑπογείῳ ἡμέρας καθόλου ὀλέθριος καθέστηκεν. Ἐν δὲ τῷ κακοδαιμονοῦντι ζῳδίῳ τυχὼν ὁ Ἥλιος ἀγενεστέρους τοὺς γονεῖς ἢ δούλους ἢ αἰχμαλώτους ποιεῖ, τινὲς δὲ καὶ σινῶν ἢ παθῶν πειρῶνται.

Ἐπὶ δὲ τῷ κακοδαιμονοῦντι ζῳδίῳ τυχοῦσα ἢ Ἀφροδίτη νυκτὸς διὰ γυναικῶν προφάσεις λυπουμένους ποιεῖ· ἐὰν δὲ κατοπτεύηται ὑπὸ Κρόνου καὶ Ἑρμοῦ ἢ Ἄρεως καὶ πάθεσι ψυχικοῖς περικυλιομένους τουτέστιν ἐρωτικοῖς· τινὲς δὲ καὶ δούλαις ἢ ἑταίραις ζεύγνυνται, ὧν χάριν καὶ ἐν ἀτεκνίᾳ γίνονται, ἡμέρας δὲ τυχοῦσα ἐπὶ τοῦδε τοῦ τόπου κακῶς καὶ βιαίως ἕνεκα γυναικῶν ἀπολλυμένους σημαίνει κατὰ τὴν τῶν ζῳδίων φυσικὴν ἰδιοτητα∙ ἔχει γὰρ ποικίλους καὶ δυσευρέτους ἡ θέα χρηματισμοὺς οἷς καὶ τά τοῦ βίου πράγματα ὁδηγηθήσεται.

Ἐὰν δὲ ἐν τῷ κακοδαιμονοῦντι ζῳδίῳ τύχῃ ὁ Ἑρμῆς, μεγάλων πρα­γματων ἀναλαμβανομένους γεννήσει ἢ καὶ μισθωτὰς δημοσίων, ὑπὸ ἄλλων κινδυνεύοντας πραγμάτων, εὐημεροῦντας δὲ καὶ ἐν αὐτοῖς. ἑσπέριος δὲ τυχὼν ἐπὶ τοῦδε τοῦ τόπου πολυπράγμων γίνεται, οὐ γὰρ εἰκῆ καὶ ὡς ἔτυχεν ἀλλὰ κατὰ μοῖραν Ἑρμῆς τοκετῷ τὸν τόπον ἐσημειώσατο, ἐν ᾦ ἢ μοῖρα τῆς ὠδινούσης ἐφέστηκεν, εἰ κεκύηκε συμπάσχοντος αὐτῷ καὶ τοῦ κατὰ διάμετρον ζῳδίου, ἀφ' οὐ τόπου οἱ συμπλεκόμενοι ἀστέρες ἀργοτέρας τάς πράξεις ἀποδίδουσιν. ὁ δὲ τοῦ Ἑρμοῦ ἀστὴρ ἐπὶ τοῦδε τοῦ τόπου τυχὼν γραμματικούς, ῥήτορας, γεωμέτρας. διδασκάλους, λόγους πιπράσκοντας γεννήσει ἢ διὰ λόγου τῶν ὁμοίων ἀνθρώπων εὐεργέτας γινομένους καὶ περισσότερον τῶν ἄλλων φρονοῦντας. ἐναντιωθεὶς δὲ ὑπὸ Ἄρεως κακὸς γενόμενος κατα­δικάσει ἕνεκα ἀπορρήτων πραγμάτων ἢ πλαστῶν ἢ οἰκονομίας ἢ δούλων χάριν, ἢ καὶ καταδίκῃ περιτρέψει.

Ἐὰν ἐν τῷ κακαδαιμονοῦντι ζῳδίῳ τύχῃ ἢ Σελήνη