ΙΙ. Περί της των πλανωμένων αστέρων φύσεως και δυνά­μεως και ων κυριεύει μελών έκαστος και τι σημαίνει

Β. & Γ. Ῥητορίου, Ἀποτελεσματικὴ σύνταξις ἐξ Αἰγυπτίων.
Περὶ τῆς τῶν πλανωμένων ἀστέρων φύσεως καὶ δυνά­μεως καὶ ὧν κυριεύει μελῶν ἕκαστος καὶ τὶ σημαίνει

Συγγραφέας:
Ἐπιτομή Τέχνης Ἀστρονομικῆς



Περὶ τῆς κράσεως τοῦ Κρόνου

Επεξεργασία

Ὁ Κρόνος φύσεώς ἐστι ψυχρᾶς καὶ ξηρᾶς καὶ σκοτεινοῦ εἴδους κυριεύει δὲ τοῦ σώματος σκελῶν, γονάτων, νεύρων, ἰχώρων, φλεγμά­των, κύστεως, νεφρῶν καὶ τῶν ἀποκρύφων σινῶν τέ ὅσα διὰ ψύξεως καὶ ὑγρότητος, ποδάγρας, χειράγρας· σημαίνει δὲ πατέρα, μείζονας ἀδελφούς, ὀρφανίαν υἱῶν, γεωπονίας, στυγνούς, ἐνδομύχους, ῥυπαρούς, βραδεῖς, μονοτρόπους, τυφώδεις, μελανείμονας, κληρονομικούς, πλευστικούς, βιαίους. ἔστι δὲ καὶ Νεμέσεως ἀστήρ. ἔστι δὲ τῆς ἡμερινῆς αἱρέσεως· τῇ δὲ γεύσει στυφός. ἐπέχει δὲ ἐν τοῖς μετάλλοις τὸν μόλιβδον. ἐπικοινωνεῖ δὲ τῇ Ἀφροδίτῃ ἐν τοῖς μυκτῆρσι.

Ἔχει δὲ φάσεις ε'· ἀνατολήν, δύσιν, πρῶτον στηριγμόν, δεύτερον στηριγμόν, εἶτα ἀκρόνυκτον φάσιν. πρῶτον οὖν ἀνατέλλει, εἶτα στηρίζει τὸν πρῶτον στηριγμόν, εἶτα ἀκρόνυκτον φάσιν, εἶτα δεύτε­ρον στηριγμόν, εἶτα τὴν δύσιν. ἀποσπάσαντος γὰρ ἀπ' αὐτοῦ τοῦ Ἡλίου μοίρας ι' ἀνατολὴν ποιεῖται ἑῴαν. ὁμοίως ἀποσπάσαντος ἀπ' αὐτοῦ τοῦ Ἡλίου μοίρας ρκ' τὸν πρῶτον στηριγμόν ποιεῖται· προσερχόμενου δὲ τοῦ Ἡλίου αὐτῷ ἀναποδίζει. ὅταν δὲ ἀποσπάσῃ ἀπ' αὐτοῦ ὁ Ἥλιος μοίρας ρπ', τότε ἄρχεται ποιεῖσθαι ἀκρόνυκτον φάσιν. ὁμοίως εἰς τοὐπίσω τροχάζων ποιεῖται στηριγμὸν δεύτερον, ἐπὰν δὲ ἀποσπάσῃ ἀπ' αὐτοῦ ὁ Ἥλιος μοίρας σμ', τότε ἄρχεται τὴν κατὰ φύσιν πορείαν ποιεῖσθαι· καὶ πάλιν καταλαμβάνων αὐτὸν πρὸ μοιρῶν ι' δύσιν ποιεῖται ἑσπερίαν καὶ μένει ἐν τῇ δύσει ἕως ὅτε πάλιν ἀποσπάσῃ τὰς ι' μοίρας, διαπορεύεται δὲ τὸν ζῳδιακὸν κύκλον ἐν ἔτεσι τριάκοντα, καὶ ἐν τοσούτῳ ἡ θεωρία.

[καί ἐστι ὑποποδίζων ἄχρις ἂν ἐπὶ διαστάσει ἀπὸ τοῦ Ἡλίου μοι­ρας σμ' τὸν β' στηριγμὸν ποιήσῃ. καὶ τότε ἄρχεται τὴν εἰς τὰ πρόσω πορείαν ποιεῖσθαι ἤγουν προποδίζειν. ἐγγίζων δὲ τῷ Ἡλίῳ πρὸ μοιρῶν ι' δύσιν ἑσπερίαν ποιεῖται, καὶ μένει ὕπαυγος ἄχρις ἂν συνοδεύσαι τῷ Ἡλίῳ, καὶ ἀποστὰς αὐτοῦ μοίρας ι' ἄρχεται ἀνατέλλειν.]

Αὐτὸς δὲ ἀστὴρ λαχὼν τὴν οἰκοδεσποτείαν τῆς γενέσεως τὸ μὲν παλαιὸν καὶ ἐνδόμυχον καὶ σκοτεινὸν καὶ μονόγνωμον καὶ σιγηρὸν καὶ βαθυπόνηρον καὶ ἀφαντασίωτον καὶ κακόπαθον καὶ κατηφέστερον ἐς ὀψὲ τῶν χρόνων ἀποτελεῖ [ὡς ἐπὶ τὸ πλεῖστον ἐνδομύχους ποιεῖ καὶ σκοτεινοὺς καὶ μονογνώμονας καὶ σιγηροὺς καὶ βαθυπονήρους καὶ ἀφαντασιώτους καὶ κακοπαθεῖς καὶ κατηφεστέρους] · πλευστικούς τὲ ποιεῖ καὶ πρὸς τὸ θεῖον περιέργως διακειμένους, περὶ δὲ τὰ τέκνα καὶ ἀδελφοὺς οὐκ εὐτυχεῖς, χρηματίζων δὲ ἡμερινῇ γενέσει ἐν ἰδίοις οἴκοις ἢ ὑψώματι μετὰ συναιρετιστοῦ ἐπίκεντρος ἢ ἐπαναφερόμενος ἀνατολικὸς ἀγρῶν ἢ θεμελίων ἢ ἐνύγρων κτημάτων κυρείαν δώσει καὶ περιουσίαν ἢ ἀλλοτρίων κτῆσιν ἢ κληρονομίαν ἢ εὐρέματα τό τε ἄλλους ὑποτάξαι καὶ καταδυναστεῦσαι ἢ ἀπ' ἀλλοτρίας αὐξηθῆναι βλάβης ἔκ τε παλαιῶν ἢ ἀνακεχωρηκότων πραγμάτων ἢ πρεσβυτέρων προσώπων ὠφέλειαν. ἐν νυκτερινῇ δὲ γενέ­σει χρηματίζων καὶ ἐν ἀνθαιρετιστοῦ οἴκῳ [οἴκῳ ἢ ὑψώματι] ἐπίκεντρος ἢ ἐπαναφερόμε­νος ἀπὸ τῶν κέντρων βλάπτει, ἀπὸ δυνατῶν καὶ πρεσβυτέρων προσώ­πων ἐπάγων κινδύνους διὰ παλαιὰ καὶ ἀνακεχωρηκότα πράγματα εἴς τε δάνεια καὶ εἰργμοὺς [κληρονομίας ἀπὸ διαθηκῶν] καὶ συκοφαντίας ἢ φυλακὰς ἢ δεσμὰ ἢ † κομοτροφίας [κοσμοστροφίας] καὶ φυγὰς ἄγει καὶ χρονίας συμφορὰς φαρμακείας τε ἢ ῥεύματα καὶ ψύξεις καὶ νευρικὰ πάθη καὶ μακρονοσίας ἢ κρυπτῶν τόπων ἀσθενείας.

Νοεῖν δὲ χρή σε· καθ' αὐτὸν μὲν κύριος φανεὶς τῆς γενέσεως [οὖν ἐπὶ γενέσεως οἰκοδεσποτήσας] τοιαῦτα ποιεῖ τὰ ἀποτελέσματα· συσχηματιζόμενος δὲ ἑτέροις ἢ οἴκοις αὐτῶν ὅσα ἐπικίρνησιν, ἐν τοῖς ἑξῆς περὶ συγκράσεως λέγοντες ὑποτάξομεν [τοῖς οἴκοις ἐκείνων ὅσα κατὰ σύγκρασιν τούτων ἀποτελεῖ ἐν τοῖς ἑξῆς ῥηθήσεται, ὅταν περὶ τῆς συγκράσεως τῶν πλανωμένων ὑποτάξωμεν].

Κρόνος τὴν κυρείαν τοῦ θανάτου λαβὼν ποιεῖ διὰ νόσων πολυχρο­νίων ἢ φθίσεων καὶ ῥευματισμῶν καὶ ῥιγοπυρετῶν καὶ κωλικῶν καὶ ὑστερικῶν διαθέσεων καὶ ὅσα κατὰ πλεονασμὸν ὑγροῦ συνίσταται. Κρόνος μοίρᾳ ὡροσκοπούσῃ ποιεῖ μέλανας, δυσειδεῖς, αὐχμηρούς, σκυθρωπούς, σπανοπώγωνας, κοιλοφθάλμους, ὀχληρούς, γοργούς, μικροφυεῖς, ψεύστας, κακοτρόπους, κλέπτας, ῥέμβους, καταφρονητάς. ὑποκριτάς, λαθροπινεῖς [λαθροπότας], εὐλαβὲς σχῆμα ἔχοντας ἢ καὶ μονάζοντας, ἐκκλησιαστικούς, ἐν ἅπασι στυγνούς.

[F. 87. Ἐστὶ δὲ ἡ χρονικὴ περίοδος αὐτοῦ ἔτη ια' · ἐκ τούτων ἐπιμεριζει ἑαυτῷ τὸ κατ' ἀρχὰς ζ', ἢγουν ἔτος ἐν μῆνας ς' ἡμέρας [f. 87ν] κε' καὶ ὥρας ιζ' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ πράξει τι ὁ γεννηθεὶς ἐφ' ᾦ μέμψιν ὑποστήσεται καὶ μωρὸς λογισθήσεται, φιλονεικησει τὲ ματαίως καὶ μῶμον ὑποστήσεται διὰ θήλεα τέκνα καὶ λυπηθήσεται ἐπ' αὐτοῖς. καὶ ἡ ἔξοδος αὐτοῦ πλείων ἔσται τῆς εἰσόδου καὶ ὀλιγωθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ βλαβήσεται ἡ δόξα αὐτοῦ καὶ ἀρρωστήσει δεινῶς. καὶ εἰ ἐφορᾶται παρὰ τοῦ Ἄρεως, καὶ ἐκ πυρὸς βλάβην ὑποστήσεται ἢ ἐκ τομῆς σιδήρου, εἰ δὲ νυκτερινή ἐστιν ἡ γένεσις, ὠφεληθήσεται διὰ τινων προφάσεων ἢ λυπηθήσεται ἐπὶ διαφόροις πράγμασι καὶ τις τῶν συγγενῶν αὐτοῦ τεθνήξεται καὶ κατακυ­ριύυσει αὐτοῦ μωρία καὶ ἠλιθιότης καὶ ἀργία.

Εἶτα ἐπιμερίζει τῷ Διὶ ὁμοίως ἔτος α' μῆνας ς' ἡμέρας κε' ὥρας ιζ' ἐγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ τιμηθήσεται παρὰ βασιλέων καὶ ὠφεληθήσεται καὶ ἀπὸ δόξης εἰς δόξαν μεταβήσεται καὶ πρὸς τῷ τέλει τοῦ ἐπιμερισμοῦ ἀποδημή­σει καὶ ἀρρωστήσει. εἰ δὲ νυκτερινή ἐστιν ἡ γένεσις, ὠφεληθήσεται διὰ τίνων προφάσεων καὶ γνωρίσει τινάς, δι' ὧν ὠφεληθήσεται, καὶ ἀρρωστήσει καὶ προστεθήσονται οἱ δοῦλοι καὶ αἱ δοῦλαι αὐτοῦ ἡ γυναῖκα λήψεται.

Εἶτα ἐπιμερίζει τῷ Ἄρει ἔτος α' μῆνας ς' ἡμέρας κε' ὥρας [f. 88] ιζ' ἐγγιστα. καὶ δηλοῖ ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ κακῶς ἕξειν τὰ κατ αὐτόν, καὶ ἀνάγκας ὑποστήσεσθαι, ἴσως δὲ καὶ πεσεῖσθαι ἀπὸ ὕψους οἰκίας ἢ ἄλογου καὶ διαφοάς ἕξειν πρὸς τὴν ὁμευνέτιν αὐτοῦ, ἐχθρωδῶς δὲ διακείσεσθαι πρὸς πολλοὺς · καὶ τινες τῶν συγγενῶν αὐτοῦ νοσήσουσι καὶ τέκνον αὐτοῦ τελευτήσει. εἰ δὲ νυκτερινή ἐστιν ἡ γένεσις, διαφόρους ὑποστήσεται λύπας καὶ ἔριδας, ἴσως δὲ καὶ ἀφ' ὑψηλοῦ τόπου πεσεῖται.

Εἶτα ἐπιμερίζει τῷ Ἡλίῳ ἔτος α' μῆνας ς' ἡμέρας κε' ὥρας ιζ' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ἐγχειρισθήσεται κρίσεις τίνων καὶ δικα­σει μεταξὺ πολλῶν καὶ εὐφρανθήσεται ἐπὶ τίσι πράγμασι καὶ εἰς ἀποδημίαν ἥξει καὶ κεφαλαλγίαν νοσήσει καὶ ἔριδας ἕξει πρὸς τίνα προέχοντα αὐτοῦ τῇ ἡλικίᾳ καὶ νικήσει αὐτόν.

Εἶτα ἐπιμερίζει τῇ Ἀφροδίτῃ ἔτος α' μῆνας ς' ἡμέρας κε' καὶ ὥρας ιζ' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ψεύσονται τίνες κατ αὐτοῦ καὶ ψευδομαρτυρήσουσι καὶ μακρὰν ἔριν ἕξει πρὸς τίνα καὶ σωθήσεται ἀπ' αὐτῆς καὶ εὐφρανθήσεται ἐπὶ τῷ θανάτῳ τοῦ ἐχθροῦ αὐτοῦ ἢ ἐπὶ μεγίστῳ συμπτώματι, αὐτῶν καί τὴν κοιλίαν ἀλγήσει ἢ τόπον κρύφιον καὶ ὑγιανεῖ ἀπὸ ταύτης, [f. 88ν] τελευτήσει δὲ ἡ γυνὴ αὐτοῦ καὶ ἀρρωστήσει ὁ παῖς αὐτοῦ.

Εἶτα ἐπιμερίζει τῷ Ἑρμῆ ἔτος α' μῆνας ς' ἡμέρας κε' καὶ ὥρας ιζ' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ κοπιά­σει καὶ ἀποδημήσει ἐπώδυνον ἀποδημίαν καὶ ἀρρωστήσει ἡ γυνὴ αὐτοῦ καὶ λυπηθήσεται ἐπὶ τισι γυναιξὶ καὶ ἐπὶ θανάτῳ τινός, καὶ προστεθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ ἀπολέσει μέρος ἐξ αὐτοῦ καὶ ἐπὶ ψιλοῖς εὐφρανθήσεται καὶ φροντίσει δούλων καὶ ὑποζυ­γίων, ἔτι δὲ βιβλίων καὶ διαλέξεων καὶ κοινωνιῶν, ἐν αἷς εὖ ἢ κακῶς πείσεται.

Εἶτα ἐπιμερίζει τῇ Σελήνῃ ἔτος ἕν μῆνας ς' ἡμέρας κε' καὶ ὥρας ιζ' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ λυπη­θήσεται καὶ νοσήσει αὐτός τε καὶ ὁ παῖς αὐτοῦ ἢ τελευτήσει τέκνον αὐτοῦ καὶ μέσον ἔσται μεγέθους καὶ ταπεινότητος καὶ ἀποδημήσει μακρὰν ἀποδημίαν, ἐν ᾖ πλοῦτον ἐπικτήσεται, ἴσως δὲ καὶ παρὰ πάντα τὸν καιρὸν τοῦ ἐπιμερισμοῦ τούτου ἐν ξενιτείᾳ ἔσται καὶ πρὸς τῷ τέλει αὐτοῦ ἐπικτήσεται πλοῦτον.]

Περὶ τῆς κράσεως τοῦ Διὸς

Επεξεργασία

Ὁ Ζεὺς φύσεώς ἐστι πνευματικῆς, γονικῆς, [καὶ γονίμου] θερμός· κυριεύει δὲ τοῦ σώματος μηρῶν, ποδῶν, σπορᾶς, μήτρας, ἥπατος, δεξιῶν μερῶν καὶ ὀδόντων. σημαίνει δὲ τέκνωσιν, γονήν, συστάσεις, γνώσεις, φιλίας μεγάλων ἀνδρών, χρημάτων ὄρεξιν καὶ δαψίλειαν, εὐπορίαν ἢ δωρεάς, δικαιοσύνην, ἀρχάς, πολιτείας, δόξας, προστασίας, ἱερωσύνας, πίστεις, νίκας. ἐστὶ δὲ τῆς ἡμερινῆς αἱρέσεως· τῇ δὲ χροᾷ φαιός [γαλατίζων], τῇ δὲ γεύσει γλυκύς· ἐπέχει δὲ ἐν τοῖς μετάλλοις τὸν ἄσημον [ἄργυρον]. ἐπίκοινος δὲ τῷ Ἑρμῆ ἐν τοῖς ὠσίν [καὶ ἐν τοῖς ὠσὶν ἐπικοινωνεῖ τῷ Ἑρμῆ].

Ἔχει δὲ φάσεις ε'· ἀνατολήν, δύσιν, α' στηριγμόν, β' στηριγμόν, ἀκρόνυκτον. πρῶτον οὖν ἀνατέλλει, εἶτα στηρίζει τὸν πρῶτον στηριγ­μον, εἶτα ἀκρόνυκτον φάσιν, εἶτα β' στηριγμόν, εἶτα τὴν δύσιν. ἀπο­σπάσαντος γὰρ τοῦ Ἡλίου ἀπ' αὐτοῦ μοίρας ι' ἀνατολὴν ποιεῖται ἑῴαν· ὡσαύτως ἀποσπάσαντος ἀπ' αὐτοῦ Ἡλίου μοίρας ρκ'τὸν πρῶτον στηριγμόν ποιεῖται, προσερχομένου δὲ τοῦ Ἡλίου αὐτῷ ἀναποδίζει· ὅταν δὲ ἀποσπάσῃ ἀπ' αὐτοῦ ὁ Ἥλιος μοίρας ρπ', τότε ἄρχεται ποιεῖσθαι ἀκρόνυκτον φάσιν. ὁμοίως εἰς τοὐπίσω τροχάζων ποιεῖται στηριγμόν δεύτερον ἐπὰν δὲ ἀποσπάσῃ ἀπ' αὐτοῦ ὁ Ἥλιος μοίρας σμ', τότε ἄρχεται τὴν κατὰ φύσιν πορείαν ποιεῖσθαι καὶ πάλιν καταλαμβάνων αὐτὸν πρὸ μοιρῶν ι' ποιεῖται ἑσπερίαν δύσιν καὶ μένει ἐν τῇ δύσει ἕως ὅτε ἀποσπάσῃ τὰς ι' μοίρας. διαπορεύεται δὲ τὸν ζῳδιακὸν κύκλον ἐν ἔτεσι ιβ'.

[μέχρι τούτου προποδίζων, μετὰ δὲ τὸν α' στηριγμὸν ἄρχεται ὑποποδίζειν. καὶ ὅταν ἀποστῇ τοῦ Ἡλίου μοίρας ρπ', ποιεῖται τὴν ἀκρόνυκτον φάσιν, μεθ' ἣν ὁμοίως εἰς τοὐπίσω τρέχων ποιεῖ τὸν β' στηριγμον. τοῦ δὲ Ἡλίου ἀποστάντος αὐτοῦ μοίρας σμ' ἄρχεται πάλιν προποδίζειν καὶ καταλαμβάνων αὐτὸν πρὸ μοι­ρῶν ι' δύσιν ποιεῖται ἑσπερίαν καὶ μένει ὕπαυγος ἕως πάλιν ἀπο­στῇ αὐτοῦ τὰς ι' μοίρας καὶ τότε πάλιν ἄρχεται ἀνατέλλειν..]

Λαχὼν δὲ τὴν οἰκοδεσποτείαν τῆς γενέσεως ἐπίκεντρος ἐν ἡμερινῇ γενέσει [ἐν ἡμερινῇ γενέσει καὶ ὢν ἐπίκεντρος] ἐν ἰδίοις οἴκοις ἢ συναιρετιστοῦ χρηματίζων [οἴκοις ἢ ὑψώματι χρηματίζων] μεγάλους ἀποτελεῖ καὶ ἐνδόξους, δεκτούς, σεμνούς, ἀγαθούς, εὐήθεις, λαμπροψύχους, ὑπὲρ δύναμιν πόλεων ἢ ὄχλων πραγματείας κατορθοῦντας ἀποδοχήν τε ἔχοντας παρ' ἀλλήλοις ἢ βασιλεῦσιν ἢ μεγιστᾶσιν, εὐφημουμένους δι' ἀρετὴν καὶ εὐσέβειαν, τιμαῖς ἀναθημάτων κοσμουμένους ἢ ἱερωσύναις, φιλοστόργους τῶν οἰκείων καὶ εὐεργετικοὺς εἰς φιλίαν ἐπί τε γυναικὶ καὶ τέκνοις εὐφραινομένους, ἐκτὸς ἐὰν μὴ τῷ δυτικῷ τύχη κέντρῳ· τότε γὰρ οὐχ οὕτως εἰς τέκνα, εὐτεκνώσει. ἐὰν δέ καταβλάπτηται ὑπὸ φθοροποιοῦ ἐπικόπτοντος αὐτοῦ τὰς εὐεργε­σίας, ὁμοιοτρόπους, ἐλάσσονας δὲ πολὺ τὰς δυνάμεις τῆς λαμπροψυχίας ἔχοντας [καταβλάπτεται γὰρ ὑπὸ τοῦ τόπον καὶ ὁμοιοτρόπους μέν, ἐλάσσονας δὲ κατὰ πολὺ κτλ.], καὶ ἐπιφθονοῦνται αἱ προκοπαί. ὁμοίως δὲ καὶ αὐτὸς καθ' αὐτὸν ὅμοια ἔχει τὰ ἀποτελέσματα· ὅσα δέ ἐν τοῖς ἄλλοις συσχηματιζόμενος ποιεῖ, ἐν τοῖς ἑξῆς εἴρηται [ταῦτα μὲν οὖν καθ' ἑαυτὸν ποιεῖ τὰ ἀποτελέσματα, ὅσα δὲ συσχηματιζόμενος τοῖς ἄλλοις ποιεῖ ἐν τοῖς ἑξῆς ῥηθήσεται, ἡνίκα περὶ τῆς κράσεως τῶν ἀστέρων ἐροῦμεν]. Ὡροσκοπῶν δὲ ποιεῖ λευκούς, εὐσάρκους, μεγαλοευπώγωνας, ἀγαθοὺς τοῖς τρόποις, ἀξιωματικούς, εὐμεγέθεις, εὐρυμετώπους, χαροπούς, τρίχας ἔχοντας ἐν τοῖς μυκτῆρσι, ἀναφαλαντίας, μεγαλοκεφάλους, καλοσυμβούλους, πᾶσι συνερχομένους. οὗτος [τὴν κυρείαν δὲ τοῦ θανάτου λαβὼν] θανατοῖ ἀπὸ συνάγχης, περιπνευμονίας, κεφαλαλγίας, καρδια­κῶν διαθέσεων, ἀποπληξίας καὶ ὅσα κατὰ πλεονασμόν πνεύματος συνίσταται.

[F. 90. Ἔστι δὲ ἡ χρονικὴ περίοδος αὐτοῦ ἔτη ιβ', καὶ ἐπιμερίζει πρῶτον ἑαυτῷ τὸ ἕβδομον τούτων, ἤγουν ἔτος α' μῆνας η' ἡμέρας ιζ' καὶ ὥρας γ' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ μεταβήσεται ἀπὸ κακοπαθείας εἰς εὐπάθειαν καὶ ἀπὸ παντὸς ἀνιαρὸν ἐπὶ πᾶν θυμῆρές τε καὶ ἐφετόν. καὶ αὐξηθήσεται ἡ τύχη αὐτοῦ καὶ ὁ πλοῦτος καὶ παρὰ βασιλέων ἐπαινεθήσεται καὶ ἀξιολόγους πράξεις ἐγχειρισθήσεται. εἰ δὲ τύχοι ὁ τοιοῦτος ἀστὴρ ἐν τῇ τοιαύτῃ καταρχῇ τοῦ ἐπιμερισμοῦ ἐν ἰδίοις ὁρίοις ἢ τῆς 'Αφροδιτης ἢ ἐν οἰκείῳ τριγώνῳ οἷον Κριῷ Λέοντι Τοξότῃ, μεί­ζων ἔσται ἡ τῶν εὐτυχιῶν σημασία, καὶ ἐὰν ὁ γεννηθεὶς τῆς ἄνω τύχης ᾖ, κυριεύσει πόλεων καὶ χωρῶν καὶ πληθυνθήσεται τὸ ὑπήκοον αὐτοῦ. καὶ λήψεται γυναῖκα περιφάνῆ καὶ δῶρα βασιλέων δέξεται καὶ διαφόρους ἕξει προόδους καὶ πολλοὺς εὐεργετήσει καὶ μεγίστας οἰκοδομὰς κατασκευάσει, εἰ δὲ ἐν ἰδίῳ ἔσται ὑψώματι, ἐπὶ μεῖζον ἔσται τὰ τῆς εὐτυχίας.

Εἶτα ἐπιμερίζει τῷ Ἄρει ὁμοίως ἔτος [f. 90ν] α' μῆνας η' ἡμέρας ιζ' καὶ ὥρας γ' ἔγγιστα, ὁμοῦ ἔτη γ' μῆνες ε' ἡμέραι δ' ὦραι ζ' ἔγγιστα. δηλοῖ οὖν ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἔσται λελυπημένος καὶ ποιήσει ἐξουσιαστῇ τινι δουλείαν τινά, δι' ἧς φοβερὸς γενήσεται, πλὴν δι' ἐκείνην τὴν πρᾶξιν ὑποστήσεται δεινὰ συμ­πτώματα. καὶ ἀπὸ ὕδατος φοβηθήσεται καὶ εἰς ἀποδημίαν μακρὰν σταλήσεται καὶ τὰς γυναῖκας ἀσπάσεται καὶ γενηθησεται αὐτῷ τέκνον.

Εἶτα ἐπιμερίζει τῷ Ἡλίῳ ἔτος α' μῆνας η' ἡμέρας ιζ' καὶ ὥρας γ' ἔγγιστα, ὁμοῦ ἔτη ε' μὴν α' ἡμέραι κα' ὦραι ι' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ προστεθήσεται ἡ σύνεσις αὐτοῦ καὶ ἀρχοντικὸς ἔσται καὶ προστεθήσεται ὁ πλοῦτος αὐτοῦ καὶ ἡ εὐτυχία καὶ εὑρήσει θησαυρὸν ἢ κερδήσει πλοῦτον ἀπόνως καὶ ἀκόπως καὶ ἔντιμος ἔσται παρὰ πᾶσι καὶ πρᾶξιν ἐγχειρισθήσεται μεγίστην καὶ γενήσεται αὐτῷ παιδίον εὐτυχές.

Εἶτα ἐπιμερίζει τῇ 'Αφροδιτη ἔτος α' μῆνας η' ἡμέρας ιζ' καὶ ὥρας γ' ἔγγιστα, ὁμοῦ ἔτη ς' μῆνες ι' ἡμέραι η' ὦραι ιγ' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ συναυλισθήσεται βασιλεῦσι καὶ φιλιωθήσεται τούτοις καὶ εὑρήσει δόξαν καὶ εὐτυχίαν καὶ πλοῦτον ἀνώδυνον καὶ τεθνήξονται oἱ ἐχθροὶ αὐτοῦ. εἰ δὲ βλάπτεται ὁ Ζεὺς ὑπὸ τοῦ Κρόνου [f.91] ἢ του Ἄρεως, ἐλαττοῦνται πάντα τὰ εἰρήμενα.

Εἶτα ἐπιμερίζει τῷ Ἑρμῆ ἔτος α' μῆνας η' ἡμέρας ιζ' καὶ ὥρας γ' ἔγγιστα, ὁμοῦ ἔτη η' μῆνες ς' ἡμέραι κε' καὶ ὦραι ιζ' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἔσται κα­λοήθης καὶ οὐδὲν προθυμήσει πρᾶξαι. καὶ ἕξει πολλοὺς ἐχθροὺς καὶ ἔχθραν θήσουσιν αὐτῷ οἱ φίλοι αὐτοῦ καὶ λοιδορηθήσεται παρὰ πολλῶν καὶ γυναικὶ συναφθήσεται καὶ ὑπὸ κυνὸς δηχθήσεται ἢ ἑτέρου ζῴου. καὶ καταλυθήσεται ἡ οἰκία αὐτοῦ ἢ μέρος αὐτῆς καὶ πεσεῖται ἀπὸ οἰκίας ἢ ἀπὸ ὑψηλοῦ τόπου.

Εἶτα ἐπιμερίζει τῇ Σελήνῃ ἔτος α' μῆνας η' ἡμέρας ιζ' καὶ ὥρας γ' ἔγγιστα, ὁμοῦ ἔτη ι' μῆνες γ' ἡμέραι ιβ' ὦραι κ' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ προστεθήσεται ἡ δόξα αὐτοῦ καὶ ἄρξει πολλῶν καὶ τεύξεται ἀνελπίστων ἀγαθῶν καὶ πότε μὲν χαρήσεται πότε δὲ λυπηθήσεται καὶ τὶς μείζων αὐτοῦ ἀδελφὸς τεθνήξεται, ἐξ οὗ καὶ λήψεται κληρονομίαν, ἀποδημήσει δὲ καὶ μακρὰν ἀποδημίαν καὶ λησταῖς περιπεσεῖται καὶ ταῦτα ἐν τῷ α' ἔτει.

Εἶτα ἐπιμερίζει τῷ Κρόνῳ ἔτος α' μῆνας η' ἡμέρας ιζ' ἔγγιστα ὥρας γ', ὁμοῦ ἔτη ιβ'. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ μεταδόσεις ποιήσεται διαφόρους καὶ μακρυνοῦσιν ἀπ' αὐτοῦ oι τὲ φίλοι καὶ οἱ οἰκεῖοι [f. 91ν] καὶ ἐχθρωδῶς διακείσονται πρὸς αὐτὸν καὶ κατ' αὐτοῦ γενήσονται οἱ πρῴην φιλίαν πρὸς αὐτὸν ἐσχηκότες, ἴσως δὲ καὶ τινες ἐξ αὐτῶν ἀποδημήσουσιν· ὑποστήσεται δὲ καὶ παρὰ βασιλέως φόβους καὶ περιστάσεις ἕνεκεν τέκνων καὶ ζημιωθήσεται οἴκοθεν πολλά, εἰ δὲ καὶ δανείσει τινὶ χρήματα, οὐδέποτε ἀναλήψεται ἀπ' αὐτοῦ· ἀλλ' εἰ καὶ ἀπολήψεται, μερικῶς καὶ μετὰ βίας πολλῆς, ἐπελεύσονται δὲ τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ λῦπαι καὶ φροντίδες ἐν ἡμέραις λ'.]

Περὶ τῆς κράσεως τοῦ Ἄρεως

Επεξεργασία

Ὁ Ἄρης φύσεώς ἐστι πυρώδους καὶ καυσώδους καὶ ξηραινούσης [ξηραντικῆς]. κυριεύει δὲ τοῦ σώματος κεφαλῆς, ἕδρας, μορίου, χολῆς, αἵματος, σκυβάλων ἐκκρίσεως, ὀπισθίων μερῶν. σημαίνει δὲ μέσους ἀδελφοὺς καὶ σίνη καὶ πάθη, βίας, φθόνους, πολέμους, ἁρπαγάς, ἐμπρησμούς, μοιχείας, φυγαδείας, αἰχμαλωσίας, φθορὰς γυναικῶν, ἐμβρυοτομίας [ἐμβρύων ἀποβολάς], τομάς, κολλήσεις, στρατιωτικὰς ἢ λῃστρικὰς ἑφόδους, κυβείας, ψεύδη, κλοπάς, λῃστείας, ἐπιορκίας, τοιχωρυχίας, τυμβωρυχίας, καὶ ὅσα τούτοις παραπλήσια. ἐστὶ δὲ τῆς νυκτερινῆς αἱρέσεως· τῇ δὲ χροᾷ ἐρυθρός, τῇ δὲ γεύσει πικρός, ἐπέχει δὲ ἐν τοῖς μετάλλοις τὸν σίδηρον. ἐπικοινωνεῖ δὲ τῷ Ἑρμῆ ἐν τῷ στόματι.

Ποιεῖται δὲ σχήματα ἑπτά· ἀνατολὴν καί ἡμέρας ἐννενήκοντα καὶ στηριγμόν πρῶτον καὶ ἀκρόνυκτον φάσιν καὶ στηριγμόν δεύτερον καὶ δευτέραν ἐννενηκονθήμερον καὶ δύσιν. ἀποσπάσαντος γὰρ ἀπ' αὐτοῦ τοῦ Ἡλίου μοίρας ι' ποιεῖται ἀνατολὴν ἑῴαν· ἐννενηκονθήμερον δέ α' ὅταν ὁ Ἥλιος τετραγωνίσῃ τὸν ἀστέρα. στηριγμόν πρῶτον δὲ ὅταν ὁ Ἥλιος κατὰ τρίγωνον αὐτοῦ γένηται καὶ ἀποσπάσῃ ἀπ' αὐτοῦ μοίρας ρκ'· καὶ τότε ἄρχεται ὁ ἀστὴρ στηρίζειν καὶ εἰς τοὐπίσω ἀναποδίζειν. καὶ τὴν ἀκρόνυκτον φάσιν ποιεῖται ἐπὰν ὁ Ἥλιος διαμετρήσῃ τὸν ἀστέρα καὶ ἀποσπάσῃ ἀπ' αὐτοῦ μοίρας ρπ'. ὡσαύτως μὲν οὖν καί ἀπὸ τοῦ ἀναποδισμοῦ γενομένου γὰρ τοῦ Ἡλίου τῷ δεξιῷ τριγώνῳ τοῦ ἀστέρος καὶ ἀποσπάσαντος ἀπ' αὐτοῦ μοίρας σμ' στηρίζει τὸν δεύτερον στηριγμόν καὶ τὴν κατὰ φύσιν πορείαν ποιεῖται καὶ προστίθησι τὰς μοίρας. γενομένου δὲ τοῦ Ἡλίου κατὰ τὸ τετράγωνον αὐτοῦ τὸ δεξιόν, τότε ποιεῖται τὴν δευτέραν ἐννενηκονθήμερον· καὶ πάλιν ὁ Ἥλιος προσερχόμενος αὐτῷ πρὸ ι' μοιρῶν ποιεῖται αὐτῷ δύσιν ἑσπερίαν. διαπορεύεται δὲ τὸν ζῳδιακὸν κύκλον ἐν ἔτεσι δύο ἡμίσει ἔγγιστα.

[ποιεῖ τὸν α' στηριγμον ἄχρι τριγωνικῆς διαστά­σεως ἤγουν μοίρας ρκ' καὶ οὕτως ἄρχεται ἀναποδίζειν. διαμετρήσαντος δὲ τοῦ Ἡλίου τὸν ἀστέρα ἤγουν ἀποστάντος ἀπ' αὐτοῦ μοίρας ρπ ποιεῖται τὴν ἀκρόνυκτον φάσιν. καὶ ἐτι ἀναποδίζων ἄχρις ἂν γένηται ὁ Ἥλιος ἐν τῷ δεξιῷ τριγώνῳ τοῦ ἀστέρος ἤγουν περὶ μοίρας σμ', καὶ οὕτως στηρίζει τὸν β' στηριγμον ἄχρι τοῦ δεξιοῦ τετραγώνου ἤγουν μοίρας σο', μεθ' ὃν προποδίζων προστίθησι ταῖς τῆς κινήσεως μοίραις. ἀπαρτίζων τὴν β' ἐνενηκονθ­ήμερον καὶ οὕτω προσερχόμενου αὐτῷ τοῦ Ἡλίου πρὸ ι' μοιρῶν ποιεῖται δύσιν ἑσπερίαν μένων ὕπαυγος, ἄχρις ἂν πάλιν ἀποστάν­τος ἀπ' αὐτοῦ τοῦ Ἡλίου τὰς ι' μοίρας ποιήσηται τὴν ἑῴαν ἀνατολήν.]

Λαβὼν δὲ τὸν τῆς οἰκοδεσποτείας καὶ κυρείας λόγον καὶ χρηματίζων νυκτερινῇ γενέσει ἀνατολικὸς ἐν ἰδίοις ζῳδίοις [οἴκοις] ἢ συναιρετιστοῦ ποιήσει θαρσηρούς [ποιεῖ θαρσεῖς], ἀλκίμους, παραβόλους, δεινούς, ἀνυποτάκτους, ἡδέως ἐν σκυλμοῖς καὶ ξενιτείαις ὄντας, πολυκινδύνους, πατρικῶν δὲ καὶ μητρικῶν καὶ τῶν ἐπὶ πρώτης ἡλικίας κτηθέντων στερισκομένους, τραυμάτων ἢ τομῶν. πεῖραν λαμβάνοντας, μάλιστα ἐὰν τὴν Σελήνην βλέπῃ, καύσεως δὲ ἐὰν καὶ τὸν Ἥλιον, ἀστάτους δὲ περὶ γυναῖκας καὶ ἀκρατεῖς, ἀναξίαις ἢ μοιχοῦσι περιπλεκομένους, ὅθεν αὐτοῖς καὶ ὁ περὶ τέκνων ἄστατος καὶ λυπρὸς [λυπηρὸς] γίνεται λόγος, ἐὰν δὲ ἐν ἡμερινῇ γενέσει εὑρεθῇ χρηματίζων ἐν ἀνθαιρετιστοῦ οἴκῳ, τὰ προειρημένα ἐπὶ τὸ χεῖρον τρέψει, ποιήσας αὐθάδεις, ἀθέους, βλασφήμους, πολλὰ ἀδικοῦντας, ἀκρατεστάτους, μὴ διευθυδρομοῦντας τὰς πράξεις, εὐπεριτρέπτους, μηδενὸς φειδομένους, ὑπὸ ὄχλων ἢ μεγιστάνων χειμαζομένους ἐπὶ τοῖς ἀδικήμασι τά τε εἰς τὸ σῶμα πάθη χαλεπώτερον ὑπομένοντας. τὸ γὰρ ὅλον νοεῖν χρή, ὅτι ἀστέρες οἱ μὲν ἀγαθοποιοὶ ἐλαττοῦσι τὰς εὐεργεσίας παρ' αἵρεσιν χρηματίζοντες, οἱ δὲ φθοροποιοὶ τὸ δραστήριον ἐν ἰδίοις οἴκοις καὶ καθ' αἵρεσιν μετὰ τοῦ βλαβεροῦ καὶ ἐπικίνδυνον καὶ κακότροπον παρέχονται, ἐν ἀνθαιρετιστοῦ δὲ τόποις καὶ παρὰ τὴν αἵρεσιν χρηματίζοντες χαλεπώτεροί εἰσι τὰς βλάβας· ὅσοι δ' ἂν ἐν τοῖς ἀχρηματίστοις τύχωσι ζῳδίοις [τόποις] ἢ δεδυκότες ὑπὸ τὰς αὐγάς [ὕπαυγοι], κύριοι τῶν γενέσεων ἢ οἰκοδεσπόται εὑρεθέντες, ταπεινὰς αὐτὰς ἀποδείξουσι [ἀποδεικνύουσι τὰς γενέσεις] καὶ προκοπῆς ἀμοίρους. ὁμοίως Ἄρης ὅσα διαλλάσσει ἐν τοῖς πρὸς τοὺς ἄλλους σχηματισμοῖς ἐν τοῖς ἑξῆς ὑποτέτακται [ὅσα μέντοι ὁ Ἄρης τοῖς ἄλλοις σχηματιζόμενος ποιεῖ ἐν τοῖς ἑξῆς ῥηθήσεται].

Ὡροσκοπῶν δὲ ὁ Ἄρης ποιεῖ ξανθούς, γλαυκοὺς τοῖς ὄμμασι, τὰ ὦτα μικρὰ ἔχοντας, εὐμεγέθεις, εὐπόρους, ταχεῖς, θρασεῖς, τραύματα ἐν τῷ σώματι ἔχοντας, ἀκαταφρονητάς [ἀκαταφρονήτους], πολεμιστάς, κακοπαθεῖς, φύσει μοιχούς, πολυπότας. κυριεύων δὲ τοῦ θανάτου ποιεῖ ἐκεῖ διὰ πυρετῶν [διὰ πυρετῶν ἐπάγει τὸν θάνατον] συνεχῶν ἠμιτριταικῶν, αἰφνιδίων πληγῶν, νεφριτικῶν, ἐρυσιπελάτων, αἱμοπτυικῶν [αἵματος πτύσεως], αἱμορραγίας, ἐκτρωσμῶν ὄλεθρον [ἐκτρώσεως ἐμβρύων], καὶ ὅσα γίνεται κατ' ἐκπύρωσιν καὶ ἀμετρίαν θερμοῦ.

[F. 93. Ἔστι δὲ ἡ χρονικὴ περίοδος αὐτοῦ ἔτη ζ'. καὶ δῆλον ὅτι ἐπιμερίζει ἑαυτῷ πρῶτον ἔτος α' κατ' ἀρχάς, ὅπερ ἐστὶ τὸ ζ', καὶ δῆλον ὅτι ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἄδικος ἔσται καὶ αὐθάδης καὶ ὡς περιπεσεῖται μεγάλῳ πλημμελήματι καὶ μακρᾷ μάχῃ καὶ διεγερθήσονται κατ' αὐτοῦ οἱ ἐχθροὶ αὐτοῦ καὶ μωμήσουσι τὴν ὑπόληψιν αὐτοῦ παρὰ ἄρχουσι καὶ ἐξουσιασταῖς, βλαβήσεται δὲ καὶ παρὰ τῶν οἰκείων γονέων καὶ σωθήσεται καὶ φόβον ὑποστήσεται ἀπὸ θηρὸς ἢ πυρὸς ἢ σιδήρου ἢ ζέοντος ὕδατος [f. 93ν] ἢ ἀνασκολοπιάσεως ἢ ἑτέρου τινὸς τοιούτου, ἐὰν δὲ σπεί­ρῃ ἐν τῷ ἔτει ἐκείνῳ, βλαβήσεται ὁ σπόρος ἐκείνου ἐξ ὕδατος καὶ ποντισμῶν. ἀποδημήσει δὲ καὶ μακρὰν ἀποδημίαν καὶ κεφαλαλγίαν ἕξει καὶ ὀδύνην ὀφθαλμῶν, εἰ δὲ σύνεστιν ὁ Ἄρης τῷ Διὶ ἢ ὁ Ζεὺς ἐν ὁρίοις Ἄρεως εἴη ἢ ἐν ὁρίοις Ἀφροδίτης, βλαβήσεται παρ' ἐχθρῶν καὶ σωθήσεται.

Εἶτα ἐπιμερίζει τῷ Ἡλίῳ ἔτος α', ὁμοῦ ἔτη β', καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἐχθρωδῶς διακείσονται πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὡς βλαβήσεται παρά τινος τῶν συγγενῶν αὐτοῦ ἐπὶ ἡμέρας ιε' καὶ ἔν τινι κρυφίῳ τόπῳ ἀλγηδόνα ἕξει καὶ πεσεῖται ἀπὸ ὑψηλοῦ τόπου καὶ τεθνήξεται ἡ γυνὴ αὐτοῦ καὶ παραφρο­νήσει ἕν τῶν παιδίων αὐτοῦ ἢ τελευτήσει.

Εἶτα ἐπιμερίζει τῇ 'Αφροδιτη ἔτος α', ὁμοῦ ἔτη γ'. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ προσκείσεται μελῳδίαις καὶ παιδιαῖς καὶ συναυλισθήσεται πόρναις καὶ φιλονεικήσει πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ λῃσταῖς ὁμιλήσει καὶ ὠφεληθήσεται δι' αὐτῶν.

Εἶτα ἐπιμερίζει τῷ Ἑρμῆ ἔτος α', ὁμοῦ ἔτη δ', καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ βλαβήσεται καὶ ξενιτεύσει. καὶ λυπη­θήσεται διὰ κλοπὴν καὶ ζημίαν καὶ πρὸς τοὺς φίλους αὐτοῦ ἐχθρωδῶς διατεθήσεται, ἴσως δὲ [f. 94] καὶ ὑπό τινος ἀπολεσθήσεται συμπτώματος.

Εἶτα ἐπιμερίζει τῇ Σελήνῃ ἔτος α', ὁμοῦ ἔτη ε', καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἀποκλεισθήσεται καὶ κακοῖς περιπεσεῖται, εἶτα ζημιωθήσεται καὶ ἐξόδους ποιήσεται ἐν οἰκοδομήσει καὶ εἰ ἀγοράσει δοῦλον, τεθνήξεται ἢ φεύξεται, εἰ δὲ ζῇ δ πατὴρ αὐτοῦ, τελευτήσει.

Εἶτα ἐπιμερίζει τῷ Κρόνῳ ἔτος α', ὁμοῦ ἔτη ς', καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ δεινὰ ὑποστήσεται καὶ ζημίας καὶ τεταρταίῳ περιπεσεῖται καὶ διαζευχθήσεται τῆς αὐτοῦ γυναικός.

Εἶτα ἐπιμερίζει τῷ Διὶ ἔτος α', ὁμοῦ ἔτη ζ', καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ καθυπερτερήσει τῶν ἐχθρῶν καὶ κατα­φρονήσει πάντων καὶ ὠφεληθήσεται διὰ φιλονεικιῶν καὶ πληθυνθήσεται ἡ εἴσοδος αὐτοῦ καὶ τεχθήσεται αὐτῷ παιδίον καὶ εὐφραν­θήσεται ἐπὶ πᾶσιν.

Εἶτα ἐπιμερίζει ὁ Ἀναβιβάζων μόνος ἔτη γ', καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἔσται εὐτυχής· καὶ ἄρχουσι φιλιωθήσεται καὶ ἄρξει πολλῶν καὶ ἀγοράσει δούλους καὶ δούλας καὶ φιλιωθήσεται παρὰ γυναικῶν. Εἶτα ἐπιμερίζει ὁ Καταβιβάζων μόνος ἔτη β', καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἔχθραν θήσει πρὸς τοὺς φίλους αὐτοῦ καὶ ζημιωθήσεται καὶ ἐπὶ γυναικὶ λυπηθήσεται [f. 94ν] καὶ μωμηθήσεται δι' αὐτῆς καὶ νοσήσει νόσον δεινήν. καὶ ἐπὶ μὲν τῶν ἡμερινῶν γενέσεων ἐπιμερίζουσιν οἱ σύνδεσμοι μετὰ τὸν Ἄρεα, ἐπὶ δὲ τῶν νυκτερινῶν μετὰ τὸν Ἑρμῆ.

Ὅταν δὲ τελεσθῶσι τὰ οε' ἔτη τῶν περιόδων τῶν ἀστέρων καὶ τῶν συνδέσμων, ἀποκαθίσταται ὁ ἐπιμερισμος εἰς τὸν ἀστέρα ἀφ' οὗ ἤρξατο ἡ ἀρχὴ τῆς γενέσεως κατὰ τὴν τάξιν, ἢν προείπομεν. καὶ προβήσονται τὰ ἀποτελέσματα ἐν τῇ β' περιόδῳ, καθὼς προεσαφηνίσαμεν ἐν τῇ πρότερᾳ. εἰ δὲ ἡ περαιτέρῳ τῶν οε' ἐτῶν ὑπερβήσεται ἡ ζωὴ αὐτοῦ ἢ ἐλάττων γενήσεται τῶν οε' ἐτῶν, ἔσται ὁ θάνατος αὐτοῦ εἰς τὸν ἀστέρα, εἰς ὂν κατήντησεν ὁ ἐπι­μερισμὸς τῆς περιόδου κατὰ τὴν προεκτεθειμένην μέθοδον, καὶ αἱ αὐταὶ σημασίαι τῶν ἀστέρων ἴδιαί τε καὶ κατὰ τὴν τῶν ἀλ­λων κοινωνίαν.

Δεῖ δὲ πρὸς τούτοις σκοπεῖν καὶ τὰς κατὰ πῆξιν σημασίας αὐτῶν, εἴτε ἀγαθυνόμενοι ἦσαν εἴτε κακούμενοι, καὶ πρὸς τὴν διάθεσιν αὐτῶν τὴν ἐν τῇ καταρχῇ ἀποφαίνεσθαι καὶ περὶ τῶν μερικῶν ἀποτελεσμάτων, ὡς ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται.]

Περὶ τῆς κράσεως τοῦ Ἡλίου.

Ὁ Ἥλιος φύσεώς ἐστι θέρμης καὶ ξηρᾶς, φῶς νοερόν, ψυχῆς ταμίας, δεσπότης· κυριεύει δὲ τοῦ σώματος κεφαλῆς, αἰσθητηρίων, ὀφθαλμοῦ δεξιοῦ, πλευρῶν, καρδίας. σημαίνει δὲ βασιλέα, πατέρα, δεσπότην, ἀδελφὸν μείζονα, θεόν, δαίμονα, ἀξίαν. ἐστὶ δὲ τῆς ἡμερινῆς αἱρέσεως· τῇ δὲ χροιᾷ κίτρινος, τῇ δὲ γεύσει δριμύς. ἐπέχει δὲ ἐν τοῖς μετάλλοις τὸν χρυσόν. ἐπικοινωνεῖ δὲ τῇ Σελήνῃ ἐν τοῖς ὀφθαλμοῖς.

Ποιεῖται δὲ σχήματα δ', αἳ δὴ τροπαὶ λέγονται· οἷον ἐν Καρκίνῳ [δύο τροπικὰ καὶ δύο ἰσημερινά. καὶ ἐν μὲν τῇ ἀρχῇ τὸν Καρκίνου] μὲν ὁ Ἥλιος ποιεῖται θερινὴν τροπὴν περὶ μοῖραν πρώτην καὶ ἄρχεται ἀφαιρεῖν τῆς ἡμέρας καὶ προστιθέναι τῇ νυκτί. ἐν δὲ Ζυγῶ [τῇ ἀρχῇ τοῦ Ζυγοῦ] ποιεῖται ἰσημερίαν μετοπωρινὴν ἐπὶ τῆς αὐτῆς μοίρας πρώτης καὶ ὡσαύτως ἀφαιρεῖ τῆς ἡμέρας καὶ προστίθησι τῇ νυκτί [καὶ ἄρχεται ποιεῖν μείζονα τὴν νύκτα τῆς ἡμέρας]. ἐπὶ δὲ τῆς πρώτης μοίρας τοῦ Αἰγοκέρωτος ποιεῖται χειμερινὴν τροπὴν καὶ ἄρχεται ἀφαιρεῖν τῆς νυκτὸς καὶ προστιθέναι τῇ ἡμερᾳ μέχρις ὅτε εἰς τὴν πρώτην μοῖραν τοῦ Κριοῦ παραγενόμενος ἰσάζει πάλιν ὥσπερ ἐν Ζυγῷ τὴν ἡμέραν καὶ τὴν νύκτα ποιούμενος τροπὴν τοῦ ἔαρος [ποιεῖται ἰσημερίαν ἐαρινὴν καὶ ἄρχεται ποιεῖν τὴν ἡμέραν μείζονα τῆς νυκτός]. διέρχεται τοῦτον τὸν κύκλον τοῦ ἐνιαυτοῦ δι' ἡμερῶν τξε' καὶ ὡρῶν ς'. ὁ Ἥλιος συντρέπεται μέν, οἷς ἂν τύχῃ καὶ ἡ Σελήνη, ἴδια δέ· ὁ μὲν <γάρ> Ἥλιος εὐτρα­φεῖς, εὐεκτικοὺς ποιεῖ, ἡ δὲ Σελήνη εὐκράτους, εὐσάρκους, εὐειδεῖς, ὡραίους, ἀγγελικούς, ταχεῖς, ἀληθεῖς, ὁδοιπορικούς, τῇ ἡλικίᾳ συμ­μέτρους.

[F. 95. Ἔστι δὲ ἡ περίοδος τοῦ Ἡλίου ἔτη ι', καὶ ἐν ἡμερινῇ γενέσει λαμβάνει πρῶτος αὐτὸς τὸ ζ' τῆς οἰκείας περιόδου ἔτος α' μῆνας ε' ἡμέρας δ' ὥρας ζ' ἔγγιστα. καθεξῆς δ' ἐπιμερίζει τῇ 'Αφροδιτη τὸ αὐτο ζ', εἶτα τῷ Ἑρμῆ, μεθ' ὃν τῇ Σελήνῃ, εἶτα τῷ [f. 95ν] Κρόνῳ καὶ μετὰ τοῦτον τῷ Διὶ καὶ τελευταῖον τῷ Ἄρει. ἐν δὲ τῷ ἐπιμερισμῷ τῆς Σελήνης δηλοῖ ἀποδημίαν καὶ ἔριδας ἐν ταῖς ὁδοιπορίαις καὶ ἐχθρῶν ἐπαναστάσεις καὶ δειλίαν ἀπ' αὐτῶν. εἰ δὲ ἔχει λόγον ὁ Ἑρμῆς εἰς τὸ ἔτος, εὑρήσει ἀγαθὰ καὶ πληθυνθήσονται οἱ φίλοι αὐτοῦ καὶ ἔσται ἐπαινούμενος· εἰ δὲ κεκακωμένη ἔσται ἡ Σελήνη, λυπηθήσεται δι' ἂς προείπομεν αἰτίας.]

Περὶ τῆς κράσεως τῆς Ἀφροδίτης

Επεξεργασία

Ἡ Ἀφροδίτη κράσεώς ἐστιν εὐκράτου καὶ ὑγρᾶς· κυριεύει δὲ ὀσφρήσεως καὶ πάντων τῶν ὀπισθίων μερῶν, συνουσίας μορίου, τῶν δὲ ἐντὸς πνεύμονος· καὶ ἡδονῆς. σημαίνει δὲ μητέρα, μικροτέρας ἀδελφάς [μικροτέρους ἀδελφοὺς], ἔρωτας, ἐπιθυμίας, διαφόρους συμμίξεις (ἀρρενόθηλυς γὰρ ἡ θεός), ἱερωσύνας, στεμματοφορίας, εὐφροσύνας, φιλίας, γάμους, τέκνα, τέχνας καθαρίους [κιθαρῳδίας], μουσουργίας, ζωγραφίας, εὐμορφίας, χρω­μάτων κράσεις, βαφάς, ποικίλματα, ἀγορανομίας [ἀγορᾶς, εὐνομίας], μέτρα, σταθμούς, γέλωτα, ἰλαροψυχίαν, συμπόσια, ἀσπάσματα, σύναλλαγὰς καὶ ἡδονάς. ἔστι δὲ τῆς νυκτερινῆς αἱρέσεως· τῇ μὲν χροᾷ λευκή, τῇ δὲ γεύσει ἐλλιποτάτη. ἐπέχει δὲ ἐν τοῖς μετάλλοις τὸν κασσίτερον. ἐπικοινωνεῖ δὲ τῷ Κρόνῳ ἐν τοῖς μυκτῆρσι.

Ποιεῖται δὲ σχήματα ἕξ, ἀρξαμένη ἀπὸ ἀνατολῆς ἑσπερίας, εἶτα στηριγμόν ἑσπέριον, εἶτα δύσιν ἑσπερίαν, εἶτα ἀνατολὴν ἑῴαν, εἶτα στηριγμόν ἑῷον, εἶτα δύσιν ἑῴαν. τὴν μὲν ἑσπερίαν ἀνατολὴν ποιεῖται ἀποσπάσασα ἀπὸ τοῦ Ἡλίου μοίρας κ'· τὸν δὲ ἑσπέριον στηριγμόν, ἐπὰν ἀποσπάσῃ τοῦ Ἡλίου μοίρας μβ' [μς']· τὴν δὲ δύσιν τὴν ἑσπερίαν, ἐπὰν ὁ Ἥλιος καταλάβῃ τὸν ἀστέρα πρὸ μοίρας ς'· οἷον ἔστω τὴν Ἀφροδίτην εἶναι ἐν Κριῷ μοίρᾳ ι', τὸν δὲ Ἥλιον ἐν τῷ αὐτῷ μοίρᾳ δ', τὴν δὲ ἀνατολὴν ἑσπερίαν ποιήσει, ἐπὰν ἀποσπάσῃ τοῦ Ἡλίου μοί­ρας ε'· στηρίζει δὲ τὸν ἑῷον στηριγμόν, ἐπὰν ἀποσπάσῃ τοῦ ἀστέρος μοίρας μ'. δύσιν ἑῴαν ποιεῖται, ἐπὰν καταλάβῃ τὸν Ἥλιον ὁ ἀστὴρ πρὸ αὐτοῦ γενόμενος μοίρας β' [τὴν δὲ ἑῴαν ἀνατολὴν ποιεῖται ἀποστᾶσα τοῦ Ἡλίου μοίρας ε'· ἀποστᾶσα δ' αὐτοῦ μοίρας μ' ποιεῖται τὸν β' στηριγμόν · μεθ' ὃν καταλαμβάνουσα τὸν Ἥλιον πρὸ μοιρῶν β' ποιεῖται τὴν ἑῴαν δύσιν]. διέρχεται δὲ τὸν κύκλον τοῦ ἐνιαυτοῦ διὰ μηνῶν ιγ'.

Λαχοῦσα δὲ τὴν οἰκοδεσποτείαν [τῆς γενέσεως ἐν νυκτερινῇ γενέσει] χρηματίζουσα μὲν ἐν τοῖς ἰδίοις ἢ ἐν συναιρετιστοῦ ἀνατολικὴ εὐμόρφους ποιήσει, χαρίεντας, καθαρ­ίους, ἐπιφανεῖς, θρησκώδεις, φιλοστόργους, ἐπιτευκτικούς, ἀποδοχῆς ἀξιουμένους παρά τε ὄχλοις ἢ ὑπερέχουσι προσώποις, χρυσοφοροῦντας [χρυσοφόρους], ἱερεῖς ἢ τοιαύταις κοσμουμένους τιμαῖς, εὐπόρους, ἐπισήμους, ἐπὶ καλῷ δὲ ψογιζομένους, εὐεργετουμένους ὑπὸ γυναικῶν, τὰς τε γυναῖκας ὑπὸ ἀνδρῶν· ἐὰν δὲ παρ' αἵρεσιν χρηματίζῃ, μειοῖ τὰς εὐερ­γεσίας, ἐπιφθονοῦνται γὰρ τὸ τέλος τῶν εὐτυχημάτων, καὶ μεῖ' οὐρίζει [ἐπίφθονον γὰρ ποιεῖ μειουρίζει]. καὶ αὐτὴ δὲ πρὸς τὰς τῶν ἄλλων μαρτυρίας ἐναλλάσσει [ἄλλοις δὲ συσχηματιζομένη ἐκεῖνα ποιεῖ], ὅσα ἐν τῷ συγκρατικῷ ἐροῦμεν λόγῳ.

Ὡροσκοποῦσα δὲ ἡ Ἀφροδίτη ποιεῖται λευκούς, εὐσάρκους, εὐπώγωνας, ἀγαθοὺς τοῖς τρόποις, ἁβρούς, εὐόπτους, μικροφυεῖς, ἀξίας πλήρεις, μελανοχρόους, μικρόποδας, εὐτυχεῖς, μεγαλοψύχους, εὐαφροδίτους [ἐπαφροδίτους], πλου­σίους, ἐπιχαρεῖς, φιλουμένους ὑπὸ γυναικῶν, ἐρωτικούς, σημεῖον ἀφροδισιακὸν ἐν τῷ σώματι ἔχοντας ὥσπερ φακούς, ὑποκαγκελίζοντας τοὺς ὀφθαλμούς. τοὺς δὲ θανάτους ἀποτελεῖ διὰ στομαχικῶν παθῶν καὶ ἡπατικῶν καὶ λειχήνων καὶ δυσεντεριῶν καὶ συρίγγων καὶ ὅσα τοῦ ὑγροῦ φθαρέντος ἢ πλεονάσαντος ἀποτελεῖται συμπτώματα.

[F. 96ν. Ἡ δὲ περίοδος τῆς Ἀφροδίτης ἐστὶν ἔτη η'· ἐκ τού­των ἐπιμερίζει ἑαυτῇ πρῶτον τὸ ζ', ἤτοι ἔτος α' μῆνα α' ἡμέρας κα' ὥρας ι' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ εὐφρανθήσεται ὁ γεννηθεὶς καὶ χαρήσεται καὶ ὠφεληθήσεται, ἴσως δὲ καὶ γυναικὶ συζευχθήσεται. εἰ δέ ἐστι καὶ νυκτερινὴ ἡ γένεσις, χαρήσεται ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ καὶ εὐφρανθήσεται ἐν διαφόροις πράγμασι καὶ ἐπὶ τῇ ἰδίᾳ γυναικὶ ἢ συζευχθήσεται ἄλλοτρίᾳ γυναικὶ καὶ γεννηθήσεται αὐτῷ παιδίον εὐτυχὲς καὶ γάμῳ συνάψει τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας καὶ ἐπιχειρή­σει κτίσμασι καὶ δένδρων φυτείαις. καὶ ἐπὶ τοσοῦτον δαψιλευθήσεται ὁ πλοῦτος αὐτοῦ, ὥστε καὶ κειμήλια ἀποθεῖναι. ἐπικτήσεται δὲ καὶ φίλους τῶν ἐν ἀξιώμασι καὶ πρᾶξιν ἐγχειρισθήσεται μεγίστην [f. 97] καὶ βασιλεῖς αὐτῷ ἱματισμὸν δωρήσονται. ὡς δέ φησιν ὁ τρισμέγιστος Ἑρμῆς, ὅτι οἱ ε' μῆνες τοῦ τοιούτου ἐπιμερισμοῦ καὶ ἡμέραι κε' κρείττονες εἰσι τῶν λοιπῶν.

Εἶτα ἐπιμερίζει τῷ Ἑρμῆ ὁμοίως ἔτος α' μῆνα α' ἡμέρας κα' ὥρας ι' ἔγγιστα, ὁμοῦ ἔτη β' μῆνες γ' ἡμέραι ιβ' ὦραι κ' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ κλαπήσεται καὶ ἀπολέσει περιουσίαν καὶ βλαβήσεται καὶ νοσήσει καὶ ἀπὸ τόπον εἰς τόπον μεταβήσεται. εἰ δὲ καὶ νυκτερινή ἐστιν ἡ γέννησις, προαναλώσει τῶν ἐπικτήτων. καὶ ἡττηθήσεται παρὰ τῶν ἐχθρῶν αὐτοῦ καὶ φεύξεται ἐξ αὐτῶν καὶ τοσούτον λυπηθήσεται, ὥστε βρωτῶν ἀπέχεσθαι καὶ ποτῶν, ἐπισυμβήσεται δὲ αὐτῷ καὶ νόσος ἀπὸ φαρμακοποσίας ἢ ἀπὸ χρήσεώς τινος τῶν ἐδεσμάτων.

Εἶτα ἐπιμερίζει τῇ Σελήνῃ ἔτος α' μῆνα α' ἡμέρας κα' ὥρας ι' ἔγγιστα, ὁμοῦ γινομενα ἔτη γ' μῆνες ε' ἡμέραι δ' ὦραι ζ' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ εὖ ἕξει τὰ κατ' αὐτὸν καὶ ὁμιλήσει τιςὶν ἄρχουσιν, ἴσως καὶ γυναικὶ συζευχθήσεται. εἰ δέ ἐστι καὶ νυκτερινὴ ἡ γένεσις, δηλοῖ ὡς ἀπαλλαγήσεται συμ­φορῶν καὶ εὐτυχία ῥέψει τὰ κατ' αὐτὸν καὶ πρὸς πύλας βαδίσει κρειττόνων καὶ τιμηθήσεται παρὰ ἀρχόντων καὶ ἄρξει τῶν συγ­γενῶν. καὶ ἐπισυνάξει πλοῦτον [f. 97ν] ἱκανόν· εἰ δ' οὐκ ἔχει γυ­ναῖκα, λήψεται.

Εἶτα ἐπιμερίζει τῷ Κρόνῳ ἔτος α' μῆνα α' ἡμέρας κα' ὥρας ια΄ ἔγγιστα, ὁμοῦ ἔτη δ' μῆνες ς' ἡμέραι κε' ὦραι ιη'. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἔσται πολύκοπος καὶ προσπαλαίσει ταλαιπωρίαις καὶ βλάψει τινὰ τῶν γυναικῶν ἢ ὑπὸ γυναικὸς βλα­βήσεται. εἰ δέ ἐστι καὶ νυκτερινὴ ἡ γένεσις πληθυνθήσονται αἱ φροντίδες αὐτοῦ καὶ οἱ κόποι καὶ σύγχυσιν ἕξει ὁ βίος αὐτοῦ καὶ οὐκ ὠφεληθήσεται ἐξ ὧν πράξει, προσκαλέσεται δὲ καὶ τοὺς οἰκείους ἐπὶ τροφῇ καὶ πόσει καὶ λυπηθήσεται ἐπ' αὐτοῖς. καὶ τελευτήσει ἡ γυνὴ αὐτοῦ ἢ μάχην ἕξει πρὸς αὐτήν, ἴσως δὲ καὶ ἐκτρώσει ἡ γυνὴ αὐτοῦ, εἴ ἐστιν ἔγγυος. καὶ συμμιγήσεται γυ­ναικὶ πόρνη ἢ παιδίσκη καὶ βλάψει παῖδα αὐτοῦ ἢ παῖδα ἑτέρου.

Εἶτα ἐπιμερίζει τῷ Διὶ ἔτος α' μῆνα α' ἡμέρας κα' καὶ ὥρας ι' ἔγγιστα, ὁμοῦ ἔτη ε' μῆνες η' ἡμέραι ιζ' ὦραι δ' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ εὖ ἕξει τὰ κατ' αὐτὸν καὶ εὐτυχήσει ὁ πατὴρ αὐτοῦ καὶ προστεθήσεται ὁ πλοῦτος αὐτοῦ. εἰ δέ ἐστι καὶ νυκτερινὴ ἡ γένεσις, ἀπαλλαγήσεται συμφορῶν ὁ γεννηθεὶς καὶ ἐπαινεθήσεται παρὰ πολλῶν καὶ προστεθήσεται ἡ ἀκίνητος αὐτοῦ περιουσία, εἰ δὲ καὶ ἡ καταρχὴ τοῦ γενεθλίου αὐτοῦ δηλοῖ εὐτυχίαν, ἐπὶ μέγα δόξης καταντήσει, εἰ δὲ ἡ [f. 98] 'Αφροδιτη ἅμα τῷ Ἀναβιβάζοντι ἢ τῳ Διί ἐστιν ἐπινεκτρος, κυ­ριεύσει πολλῶν διά τε γῆς καὶ θαλάσσης.

Εἶτα ἐπιμερίζει τῷ Ἄρει ἔτος α' μῆνα α' ἡμέρας κα' ὥρας ι' ἔγγιστα, ὁμοῦ ἔτη ς' μῆνες ι' ἡμέραι η' ὦραι δ' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ κοπιάσει πολλάκις καὶ βλα­ψει τοὺς ἀδελφοὺς αὐτοῦ, ἴσως δὲ καὶ γάμῳ συμπλακήσεται. εἰ δέ ἐστι καὶ νυκτερινὴ ἡ γένεσις, πολύμοχθος ἔσται καὶ πολύκοπος καὶ ἀδικήσει τίνος, καὶ βλαβήσονται οἱ τούτου ἀδελφοὶ καὶ γάμον ποιήσει πρὸς τὶ πρόσωπον ἀρχοντικόν.

Εἶτα ἐπιμερίζει τῷ Ἡλίῳ ἔτος α' μῆνα α' ἡμέρας κα' καὶ ὥρας ια' ἔγγιστα, ὁμοῦ ἔτη η', καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἀρρωστήσει δεινῶς καὶ συναφθήσεταί τισιν ὑπερέχουσι καὶ προσ­τεθήσεται ἡ δόξα αὐτοῦ καὶ ὁ πλοῦτος καὶ προσδέξεται γυναῖκα πεπαιδευμένην. εἰ δέ ἐστι καὶ νυκτερινὴ ἡ γένεσις, νόσῳ περιπεσεῖται δεινῇ καὶ ἀνακληθήσεται ταύτης καὶ προστεθήσονται οἱ δοῦλοι αὐτοῦ καὶ αἱ δοῦλαι καὶ κόσμον ἀμφιάσεται βασιλικὸν καὶ συναυλισθήσεται βασιλεῦσι καὶ κυριεύσει τῶν ἐχθρῶν αὐτοῦ καὶ συζευχθήσεται γυναικὶ συνετωτάτῃ. εἰ δὲ ἡ Ἀφροδιτη ἢ ὁ Ἥλιος ἔχουσι τὴν χρονοκρατορίαν ἀκάκωτον, ἐπὶ μέγα δόξης ἀφίξεται. καὶ ἐὰν ἡ Ἀφροδιτη ... διάκειται, πληθυνθήσονται [f. 98ν] αἱ ὠφέλειαι αὐτοῦ καὶ συνομιλήσει βασιλεῦσιν.]

Περὶ τῆς κράσεως τοῦ Ἑρμοῦ

Επεξεργασία

Ὁ Ἑρμῆς φύσεώς ἐστί ποτε μὲν ὑγρᾶς, πότε δὲ ξηρᾶς· κυριεύει δὲ τοῦ σώματος χειρῶν, ὤμων, δακτύλων, ἄρθρων, κοιλίας, ἐντέρων, νεφρῶν, ἀρτηρίας, γλώσσης. σημαίνει δὲ μικροτέρους ἀδελφούς, μάθησιν, λόγον, σοφίαν, ψῆφον, γεωμετρίαν, ἀστρονομίαν, ἐμπορίαν, ἀγγελίαν, πρόγνωσιν, μαντείαν, ἄθλησιν. ἐστὶ δὲ τῆς αἱρέσεως ἐπίκοινος [τουτέστι καὶ ἡμερινὸς καὶ νυκτερινός]· τῇ μὲν χροᾷ βένετος, τῇ δὲ γεύσει ὄξινος. ἐπέχει δὲ ἐν τοῖς μετάλλοις τὸν χαλκόν. κοινωνεῖ δὲ τῷ Ἄρει ἐν τῷ στόματι.

Ποιεῖ δὲ σχήματα δ'· ἀνατολὴν ἑσπερίαν, δύσιν ἑσπερίαν καὶ ἀνατο­λὴν ἑῴαν καὶ δύσιν ἑῴαν. τὴν μὲν ἑσπερίαν ἀνατολὴν ποιεῖται, ἐπὰν ἀποσπάσῃ τοῦ Ἡλίου μοίρας γ', δύνει δὲ ἐπὰν καταλάβῃ αὐτὸν μοῖρα β' ὁ Ἥλιος. τὴν δὲ ἑῴαν ἀνατολὴν ποιεῖται ἐπὰν ἀποσπάσῃ αὐτοῦ Ἥλιος μοίρας γ', δύνει δὲ ἑῷος ἐπὰν καταλάβῃ ὁ ἀστὴρ γενόμενος ἀπ' αὐτοῦ μοίρας β'. διέρχεται δὲ τὸν κύκλον τοῦ ἐνιαυτοῦ διὰ μηνῶν ια' ἔγγιστα.

Λαχὼν δὲ τὸν τῆς κυρείας καὶ οἰκοδεσποτείας λόγον κοινὸς ὑπάρχων ἀστήρ, ὅσα μὲν προλαμβάνει ἐν ταῖς ἐπιμαρτυρίαις [προσλαμβάνει συσχηματιζόμενος τοῖς ἄλλοις] καὶ ἐν ταῖς τῶν οἴκων συγκράσεσιν, ἐν τοῖς ἑξῆς ἐροῦμεν. χρηματίζων δὲ ἀνατολικός, μάλιστα ἰδίοις τόποις ἢ ἀγαθοποιοῦ εὐρύθμους μὲν τῷ σώματι καὶ φιλοπόνους ποιεῖ, μάλιστα ἐὰν τὴν Σελήνην βλέπῃ, ἐπιστήμονάς τε καὶ νουνεχεῖς, λογισμοῦ καί παιδείας ἐχομένους, εὐφυεῖς πρὸς πάντα, εὐμαθεῖς τε καὶ διδακτικοὺς καὶ πλέον τὶ ὧν διδάσκονται ἐπινοοῦντας, ἐπιτευκτικοὺς εἰς διάνοιαν πραγμάτων, πολυφίλους, κοινωνικούς, εὐπό­ρους, [ἐμπόρους], ἐκδημητικούς, ὑπὸ πολλῶν τιμωμένους, ἐν πολλαῖς μεταβολαῖς γινομένους πραγμάτων καὶ τούτων πολυγνώστους. ἐὰν δὲ εὑρεθεὶς τῆς γενέσεως κύριος ἢ οἰκοδεσπότης καλῶς κεῖται, ὁ δὲ συνοικοδεσπότης ἢ κύριος τοῦ ζῳδίου, ἐν ᾦ ὁ οἰκοδεσπότης εὕρηται, φαύλως, μέρος τοῦ βίου εὐτυχήσει, μέρος δὲ ἀτυχήσει. βλέπε δὲ ἐν ποίῳ ἑκάστοτε κλίματι κεῖται [τεταρτημορίῳ ἐστὶν ἕκαστος]· οἱ μὲν γὰρ περὶ τὸν ὡροσκόπον τῆς προτέρας εἰσίν ἡλικίας δηλωτικοί, οἱ δὲ περὶ τὸ μεσουράνημα τῆς μέσης, οἱ δὲ περὶ τὸ δῦνον [τὸ ἀπὸ ὡροσκόπου ἄχρι τοῦ μεσουρανήματος τῆς προτέρας ἡλικίας εἰσὶ δηλωτικοί, οἱ δὲ περὶ τὸ ἀπὸ τοῦ μεσουρανήματος ἄχρι τοῦ δύνοντος τῆς μέσης, οἱ δὲ περὶ τὸ ἀπὸ τοῦ δύνοντος] καὶ μέχρι ὑπογείου τῆς ὑστέρας.

Ὡροσκοπῶν δὲ ὁ Ἑρμῆς ἀποτελεῖ ἰσχνούς, ὠχρούς, συμμέτρους, οὐλοκόμους, εὐπώγωνας, ἀλλὰ φακοὺς ἐν τῇ ὄψει ἔχοντας, παχεῖς, εὐλάλους, ψεύστας, κλέπτας, γράμματα εἰδότας, κυβευτάς, εἰς μάχην διώκτας, ἐπιθέτας, πολυλάλους, μακροὺς τραπεζίτας, νομικούς, νοταρίους. τοὺς δὲ θανάτους διὰ μανιῶν καὶ ἐκστάσεων καὶ μελαγχολιῶν καὶ πτωματισμῶν καὶ ἀναφορικῶν νοσημάτων καὶ ὅσα τοῦ ξηροῦ πλεονάσαντος ἢ φθαρέντος συνίσταται.

[ F. 99ν. Ἡ δὲ περίοδος αὐτοῦ ἐστιν ἔτη ιγ', καὶ πρῶτον μερι­ζει ἑαυτῷ τὸ ζ' τούτων, ὁ ἐστὶν ἔτος α' μῆνες ι' ἡμέραι η' ὦραι ιδ' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ μερισμῷ κατὰ μὲν τὸ πρῶτον ἥμισυ αὐτοῦ ὁ γεννηθεὶς τεύξεται ἀγαθῶν, ἐν δὲ τῷ ἐσχά­τῳ περιπεσεῖται κακοῖς καὶ ἀποδημήσει ἀπὸ χώρας εἰς χώραν, καὶ πάντα, ὅσα ἂν ποιῇ, οὐ κατευοδωθήσεται, τελευτήσει δὲ καί τις τῶν οἰκείων αὐτοῦ ἀνθρώπων ἢ ἀλόγων καὶ νοσήσει νόσον καὶ οὐκ ὠφεληθήσεται διὰ φαρμάκων ἰατρικῶν. εἰ δὲ ὁ Κρόνος κεκακωμένος ὧν ἐφορᾷ αὐτόν, δέος μή ποτε τελευτήσῃ· εἰ δὲ ὁ Ἑρμῆς ἀκάκωτός ἐστιν, ἀφαιρήσει τὰ δεινά.

Εἶτα ἐπιμερίζει τῇ Σελήνῃ ὁμοίως ἔτος α' μῆνας ι' ἡμέρας η' καὶ ὥρας ιδ' ἔγγιστα, ὁμοῦ ἔτη γ' μῆνες η' ἡμέραι ιζ' καὶ ὦραι δ' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἔσται τεταραγμένος κατὰ τὸν βίον, μὴ ἐνηδόμενος βρώσει ἢ πόσει, ἀλλ' ἑαυτὸν παρεμπλέκων δεινοῖς. εἰ δὲ καὶ δοῦλον ἀγοράσει, φεύξεται καὶ εἰ ἐμπορεύσεται, ζημιωθήσεται, εἰ δὲ καὶ ἄρξεται κτίζειν, οὐ τελειώσει, εἰ δὲ γυναῖκα ἔχει, ἀποβαλεῖται αὐτὴν [f. 100] ἢ δια­φορὰς ἕξει μετ' αὐτῆς, εἰ δὲ γυναῖκα οὐκ ἔχει, ζητήσει καὶ οὐδὲν ἀνύσει καὶ νοσήσει νόσον καὶ πεσεῖται ἀπὸ οἰκίας ἢ ἀπὸ ἀλόγου ζῴου καὶ μέχρι θανάτου ἐγγίσει.

Εἶτα ἐπιμερίζει τῷ Κρόνῳ ἔτος α' μῆνας ι' ἡμέρας η' ὥρας ιδ' ἔγγιστα, ὁμοῦ ἔτη ε' μῆνες ς' ἡμέραι κε' ὦραι ιη' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ προστεθήσονται καὶ οἱ φίλοι αὐτοῦ καὶ ὁ πλοῦτος, καὶ εὐμετάδοτος ἔσται καὶ πλοῦτον ἀποβαλεῖται ἱκανὸν καὶ νοσήσει ἡ γυνὴ αὐτοῦ νόσον δεινὴν ἢ τελευ- τησει ἢ λυπηθήσεται ἐπ' αὐτῇ, καὶ ἀποδημήσει καὶ ἐν τῇ ἀπο­δημίᾳ κόπον ὑποστήσεται.

Εἶτα ἐπιμερίζει τῷ Διὶ ἔτος α' μῆνας ι' ἡμέρας η' καὶ ὥρας ιδ' ἔγγιστα, ὁμοῦ ἔτη ζ' μῆνες ε' ἡμέραι η' ὦραι ιδ' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ πλοῦτον κερδήσει ἀπὸ δια­φόρου πόνων καὶ ἐπισυνάξει χρυσὸν καὶ ἀργυρὸν καὶ ἐξοδιάσει πάμπολλα· καὶ πρὸς μεγάλα πρόσωπα ἐναντιότητα ἕξει καὶ παρ' αὐτῶν βλαβήσεται καί τινες εὐτελεῖς φιλονεικήσουσιν αὐτῷ. ὕστερον δὲ τῶν τοιούτων ἀπαλλαγεὶς ἐγχειρισθήσεται πρᾶξιν λαμπρὰν καὶ οἰκοδομήσει οἴκημα περιφανές, ψεύστης τε ἔσται καὶ τοῖς ψευδομένοις φιλιωθήσεται.

Εἶτα ἐπιμερίζει τῷ Ἄρει ἔτος α' [f. 100ν] μῆνας ι' ἡμέρας η' ὥρας ιγ' ἔγγιστα, ὁμοῦ ἔτη θ' μῆνες γ' ἡμέραι ιβ' ὦραι κβ' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἀντιταχθήσεται τοῖς ὑποδεεστέροις αὐτοῦ καὶ καταφεύξεται πρός τινα πρόσωπα ἀξιόλογα καὶ ἀπὸ συμπτώματος περιπεσεῖται εἰς σύμπτωμα καὶ ἐκφεύξεται ἐκ τούτου, καὶ κατακυριεύσει τῶν ἐχθρῶν αὐτοῦ καὶ ἀποδημίαν λυπηρὰν ποιήσει, εἰ δὲ καὶ πραγματεύσεται, ζημιω­θήσεται, εἰ δὲ καὶ κοινωνίαν συστήσεται πρός τινα, παραβαθήσεται. καὶ διὰ πυρὸς βλαβήσεται καὶ πεσεῖται ἀπὸ ὑψηλοῦ τόπου ἢ ἐγγίσει τοῦ πεσεῖν καὶ νοσήσει νόσον δεινήν, ἐν ᾖ βλαβήσεται ἡ κεφαλὴ αὐτοῦ, πλὴν ὑγιανεῖ. εἰ δὲ καὶ γάμῳ συνελεύσεται τελευτήσει ἡ γυνὴ αὐτοῦ ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ ἡ μήτηρ αὐτοῦ τελευτήσει, ὁ δὲ πατὴρ αὐτοῦ εἰς εἱρκτὴν ἐμβληθήσεται καὶ πάθεσι δεινοῖς περιπεσοῦνται οἱ γονεῖς αὐτοῦ.

Εἶτα ἐπιμερίζει τῷ Ἡλίῳ ἔτος α' μῆνας ι' ἡμέρας η' ὥρας ιγ' ἔγγιστα, ὁμοῦ ἔτη ια' μὴν α' ἡμέραι κ' ὦραι ια' ἔγγιστα. καὶ δη­λοι ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἱλαρὸς ἔσται καὶ εὐφρόσυνος καὶ ὁσημέραι προκόπτων. καὶ πλησθήσονται οἱ δουλεύοντες αὐτῷ καὶ προσλήψεται νοταρίους καὶ ἐπισκεπτίτης ἔσται καὶ παρὰ βασιλέων πορίσεται πλοῦτον, ἐτι δὲ καὶ παρ' ἑτέρων [f. 101] προσώπων· εὐεργετήσει δὲ καὶ τοὺς ἐν τῇ οἰκίᾳ αὐτοῦ καί τις τῶν ἀδελφῶν αὐτοῦ τελευτήσει. ἴσως δὲ καὶ συνουσιάσει τῇ γυ­ναικὶ τοῦ ἀδελφοῦ αὐτοῦ καὶ τῇ γυναικὶ τοῦ πατρὸς αὐτοῦ.

Εἶτα ἐπιμερίζει τῇ 'Αφροδιτη ἔτος α' μῆνας ι' ἡμέρας η' ὥρας ιγ' ἔγγιστα, ὁμοῦ ἔτη ιγ'. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ ἔχθρας ἕξει πρός τινας καὶ γυναιξὶ φιλιωθήσεται καὶ ἐπ' αὐταῖς εὐφρανθήσεται καὶ ὁμοιωθήσεται αὐταῖς κατά τε τὸν ἱματισμὸν καὶ τῶν μύρων τὴν χρῖσιν. συλλήψεται δὲ ἡ τούτου γυνὴ καὶ ἐκτρώσει. εἰ δὲ μὴ συλλήψεται, τελευτήσει ὁ ἕτερος υἱὸς αὐτοῦ. εἰ δὲ μὴ ἕτερον υἱὸν ἔχει, ὄψεται θάνατόν τινος, ὃν ἔχει ἐν τάξει υἱοῦ.]

Περὶ τῆς κράσεως τῆς Σελήνης

Επεξεργασία

Ἡ Σελήνη φύσεώς ἐστιν ὑγρᾶς καὶ ψυχρᾶς, τὸ δὲ φῶς ἐκ τῆς ἀνακλάσεως τοῦ ἡλιακοῦ φωτὸς κεκτημένη. κυριεύει δὲ τοῦ σώματος ὀφθαλμοῦ ἀριστεροῦ, στομάχου, μαζῶν, φύσης. σημαίνει δὲ βασιλίδα, δέσποιναν, μητέρα, ὅρασιν ἀριστεράν, σῶμα, σύλληψιν, γάμον νόμιμον καὶ τροφόν, ἀδελφὴν μείζονα, μορφὴν προσώπου [τροφὸν καὶ ἀδελφὴν καὶ μείζονα μορφὴν προσώπων], θεάν, τύχην. ἔστι δὲ τῆς νυκτερινῆς αἱρέσεως· τῇ μὲν χροᾷ πράσινος, τῇ δὲ γεύσει ἁλμυρά. ἐπέχει δὲ ἐν τοῖς μετάλλοις τὸν ὕελον. ἐπικοινωνεῖ δὲ τῷ Ἡλίῳ ἐν τοῖς ὀφθαλμοῖς.

Ἔχει δὲ σχήματα ι' ἅπερ καλοῦνται φάσεις. εἰσὶ δὲ τάδε· σύνοδος, γέννα, ἀνατολή, μηνοειδεῖς β', διχότομοι β', ἀμφίκυρτοι δύο, πανσέληνος [μηνοειδὴς α', διχότομος α', ἀμφίκυρτος α' πανσέληνος, ἀμφίκυρτος β', διχότομος β', μηνοειδὴς β']· τινὲς δὲ βούλονται καὶ ἑνδέκατον προστιθέναι τὸ πλησισέληνον· διέρχεται δὲ τὸν κύκλον διὰ ἡμερῶν κη' ὡρῶν β' λεπτῶν ιη' ἔγγιστα. καὶ σύνοδος μέν ἐστιν, ὅταν ἡ Σελήνη ἰσομοίρως τῷ Ἡλίῳ κατὰ τὸ αὐτὸ ζῴδιον τύχῃ. γέννα δέ, ὅταν τὸν Ἥλιον παρέλθῃ μοῖραν μίαν. ἀνατολὴ δέ, ὅταν μοίρας ιε' παραλλάξῃ. μηνοειδὴς δὲ φαίνεται πρώτη ὅταν ἡ Σελήνη εἰς τὸ ἑπόμενον μέρος τοῦ Ἡλίου ἀποδιαστῇ μοίρας ξ' ἐπὶ ἑξαγωνικοῦ σχήματος καθεστῶσα.

διχότομος δέ ἐστι πρώτη, ὅταν ἡ Σελήνη εἰς τὸ ἑπόμενον μέρος τοῦ Ἡλίου ἀποδιαστῇ μοίρας ς' [q'] ἐπὶ τετραγώνου πλευρας τυγχάνουσα. ἀμφίκυρτος δέ ἐστι πρώτη, ὅταν ἡ Σελήνη εἰς τὸ ἑπόμενον μέρος τοῦ Ἡλίου ἀποδιαστῇ μοίρας ρκ' ἐπὶ τριγώνου πλευρᾶς καθεστῶσα. πλησισέληνος δέ, ὅταν ἀπὸ ε' ζῳδίου μοίρας ρν' ἐν τοῖς ἑπομένοις ζῳδίοις τοῦ Ἡλίου τυγχάνῃ μήπω τὴν διάμετρον ποιησαμένη. πανσέληνος δέ ἐστιν, ὅταν εἰς τὸ ἑπόμενον μέρος τοῦ Ἡλίου ἀποδιαστῇ μοίρας ρπ', ἐπὶ διαμέτρου στάσεως καθεστῶσα, ὃ καλεῖται πανσεληνιακὸς σύνδεσμος. ἀπόκρουσις δέ ἐστιν, ὅταν ἡ Σελήνη παραλλάξῃ τὴν κατὰ διάμετρον ἡλιακὴν μοῖραν, ὃ καλεῖται μείωσις ἕως μοιρῶν ξ'. ἀμφίκυρτος δέ ἐστι δεύτερα, ὅταν ἐκ τοῦ ὄπισθεν μέρους τοῦ Ἡλίου ἀποδιαστῇ μοίρας ρκ' ἐπὶ τριγώνου πλευρᾶς καθεστῶσα. διχότομος δὲ δεύτερα, ὅταν ἡ Σελήνη ἐκ τοῦ ὄπισθεν μέρους τοῦ Ἡλίου ἀποδιαστῇ μοίρας ς' ἐπὶ τετραγώνου πλευ­ρᾶς ὑπάρχουσα. μηνοειδὴς δέ ἐστι δευτέρα, ὅταν ἐκ τοῦ ὄπισθεν μέρους τοῦ Ἡλίου ἀποδιαστῇ μοίρας ξ', ἐπὶ ἑξαγώνου σχήματος οὖσα

[διχότομος α', ὅταν ὁμοίως εἰς τὰ ἑπόμενα ἀποστῇ τοῦ Ἡλίου μοίρας q' τετραγονικῶς σχηματισθεῖσα πρὸς αὐτόν, ἀμφίκυρτος α', ὅταν ρκ', τρίγωνον ποιοῦσα σχηματισμόν. πλησισέληνος, ὅταν μοίρας ρν' ἤτοι ζῴδιον ε', πανσέληνος δέ, ὅταν ἀκριβῶς διαμετρήσῃ τὸν Ἥλιον μοίρας ρπ' ἀποστᾶσα αὐτοῦ. καλοῦσι δὲ ταύτην καὶ σὺνδεσμον πανσεληνιακόν. ἀπόκρουσις, ὅταν παραλλάξῃ ἡ Σελήνη τὴν διάμετρον στάσιν μοῖραν α', καθ' ἣν ἄρχεται μειοῦσθαι τὸ φῶς αὐτῆς. β' ἀμφίκυρτος ὅταν ἐν τοῖς προηγουμένοις τοῦ Ἡλίου ἀποστῇ μοίρας ρκ' τριγωνίζουσα αὐτόν, διχότομος β', ὅταν ὁ­μοίως q' τετραγωνίζουσα, καὶ μονοειδὴς β', ὅταν ξ' ἐξαγωνίζουσα].

ὅθεν οἰκείως κατὰ τὴν τῶν σχημάτων ἐναλλαγὴν καὶ τὸ ὄνομα ἔσχεν. σύνοδος γὰρ ἐκλήθη ἀπὸ τοῦ συνιέναι τῷ Ἡλίῳ τὴν Σελήνην καὶ τὴν αὐτὴν αὐτῷ ὁδὸν τροχάζειν· γέννα δὲ ἐκλήθη, ἐπεὶ παραλλάξασα αὐτὸν μοῖραν μίαν ἄρχεται φαίνεσθαι οὐχ ὡς πρὸς ἡμᾶς· ἀνατολὴ δέ, ὅταν παρελθοῦσα μοίρας ιε' γραμμοειδὲς φῶς ἀναλαβοῦσα φαίνηται· μηνοειδὴς δὲ ἐκλήθη, ἐπειδὴ τὴν ὁμοίαν αὐτῆς ἰδέαν ἀναλαβοῦσα φαίνεται· αὔτη γὰρ ἡ Σελήνη καλεῖται, ἐπειδὴ μηνιαίαν τὴν ἀνατολὴν ποιεῖται, διχότομος δὲ ἐκλήθη, ἐπειδὴ καθ' ἡμίσειαν τοῦ τελείου φωτὸς γινομένη διχοτομιαία φαίνεται· ἀμφίκυρτος δὲ ἐκλήθη, ἐπειδὴ ἐξ ἀμφοτέρων κυρτοειδὴς ἡ θεωρία τοῦ φωτὸς αὐτῆς φαίνεται· πλησισέληνος δὲ ἐκλήθη ἀπὸ ς' ζῳδίων αὐτῷ φανεῖσα· πανσέληνος δέ, ὅτι πεπλήρωται τῷ φωτὶ ἀπὸ τῶν του Ἡλίου αὐγῶν, κατὰ διάμετρον στάσιν αὐτῷ φανεῖσα, ἅπαν τὸ σέλας τοῦ φωτὸς πεπληρωμένον ἔχουσα· ὅθεν καὶ αὐτὴ ὅμοια αὐτῷ κυκλοειδὴς φαίνεται πανσέληνος γενομένη. ἀποκρουστικὴ δὲ ἐκλήθη, ἐπείπερ παραλλάξασα τὰς κατὰ διάμετρον ἀκτῖνας ἀπὸ τότε ἐκκρουσμὸν καὶ μείωσιν τῶν φώτων αὐτῆς ἔχει. σκόπει δὲ τὴν Σελήνην ὅταν εὑρίσκηται ἐφ' ἑνὸς τῶν προειρημένων τόπων, τίνι τῶν ἀστέρων τὴν συναφήν πεποίηται ἢ τίνι τὴν ἀπόρροιαν, καὶ οὕτως ἀποφαίνου · ἐὰν μὲν γὰρ ἀγαθοποιῷ συνάπτει, ἀγαθά, εἰ δὲ κακοποιῷ, φαῦλα δηλοῖ.

[γέννα δὲ διὸ παραλλάξασα τὸν Ἥλιον μοῖραν α' ἀρχὴν λαμβάνει τοῦ φωτίζεσθαι τὸ πρὸς ἡμᾶς μέρος, ἀνατολὴ δέ, ὅτι παρελθοῦσα τὸν Ἥλιον ἄρχεται ἡμῖν φαίνεσθαι. μηνοειδὴς δὲ ἐκλήθη, ὅτι εἶδος μήνης ἤτοι νέας Σελήνης τότε δείκνυσι. διχό­τομος δέ, οτι κατὰ τὸ ἥμισυ τοῦ πρὸς ἡμὰς μέρους πεφωτισται. ἀμφίκυρτος, ἐπειδὴ ἐξ ἀμφοτέρων τῶν μερῶν κυρταῖς γραμμαῖς περιώρισται. πλησισέληνος, ἐπειδὴ ἔγγιστα τῆς πανσελήνου φθάνει. πανσέληνος διὰ τὸ τελείως φωτεινὸν εἶναι τὸ πρὸς ἡμᾶς ἠμισφαίριον αὐτῆς . ἀπόκρουσις δέ, ἐπειδὴ ἀπόκρουσιν καὶ μειῶσιν τῶν φώτων ἄρχεται ποιεῖν. τὰ δὲ ἐφεξῆς σχήματα ὅμοια τοῖς πρὸ τῆς πανσελήνου ὄντα ὁμοίως ἐκείνοις ἐκλήθησαν, σκοπεῖν οὖν δεῖ τὴν Σελήνην ἐφ' ἑκάστου τῶν τοιούτων σχημάτων καὶ οὕτως ἀποφαίνου...]

Ἡ Σελήνη ὡροσκοπούσα ἀποτελεῖ ἔχοντας σκέλη παχέα, πλατυγονάτους, χοντρούς, κοντούς, εὐοφθάλμους, γυναικοπροσώπους, γυναικοειδεῖς, εὐτραφεῖς.

[F. 102. Ἡ δὲ περίοδός ἐστιν αὐτῆς ἔτη θ'. ἐπιμερίζει δὲ πρῶτον ἑαυτῇ τὸ ζ' τούτων, ἤτοι ἔτος α' μῆνας γ' ἡμέρας ιβ' ὥρας κ' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ παλίμβολος ἔσται ἔν τε [f. 102ν] χαρᾷ καὶ λύπῃ καὶ πλούτῳ καὶ πενίᾳ, καὶ ἔριδας ἕξει πρὸς τὴν ἰδίαν γυναῖκα καὶ ἀποδημήσει καὶ δεσμευθήσεται, εἶτα αἰφνιδίως ἐπὶ κλέος καὶ δόξαν ἁρπασθήσεται, ἐν ᾖ ἐπικτήσεται πλοῦτον ἀξιόλογον, εἶτα πάλιν μετὰ μικρὸν ἀθρόον τῆς δόξης ἐκείνης ἐκπεσεῖται καὶ πάλιν πρὸς αὐτὴν ἐπανακάμψει, καὶ πρὸς τῷ τέλει τούτου τοῦ ἐπιμερισμοῦ συμπτώματα ὑποστήσεται ἀπὸ σιδήρου ἢ σπάθης ἢ ἀποκλειθήσεται. εἰ δὲ νυκτερινή ἐστιν ἡ γέννησις καὶ ὑπάρχει κεκακωμένη ἡ Σελήνη, ὑποστήσεται νόσον καὶ ἐπηρείας· εἰ δὲ ἀκάκωτος, εὐεξίαν ἕξει καὶ ἀγαπηθήσεται παρὰ τῶν γονέων αὐτοῦ καὶ ὠφεληθήσεται.

Εἶτα ἐπιμερίζει τῷ Κρόνῳ ἔτος α' μῆνας γ' ἡμέρας ιβ' ὥρας κα' ἔγγιστα, ὁμοῦ ἔτη β' μῆνες ς' ἡμέραι κε' ὦραι ιζ' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τούτῳ τῷ ἐπιμερισμῷ ἔριδας ἕξει πρὸς βασιλεῖς καὶ ὅσα λέξει, ὡς ψευδῆ λογισθήσεται· καὶ βλαβήσεται παρὰ τῶν δούλων αὐτοῦ καὶ φεύξονται ἐξ αὐτοῦ, καὶ τὰ ζῷα αὐτοῦ ἀπολοῦνται καὶ ἐξοδιάσει πλοῦτον πολὺν καὶ ἀρρωστήσει, καὶ βλα­βήσεται ἐκ πυρὸς ἢ θερμότητος ἢ τομῆς σιδήρου ἐκ τρίτου, εἶτα σωθήσεται· εἰ δὲ καὶ ἔγγυός ἐστιν ἡ τούτου γυνή, ἐκτρώσει. εἰ δὲ νυκτερινή ἐστιν ἡ γένεσις, μεταστήσεται ἀπὸ τόπον εἰς τόπον, καὶ ἐν τῇ [f. 103] ἀποδημίᾳ βλαβήσεται καὶ ἀρρωστήσει ἀπὸ θερμότητος καὶ βλαβήσεται ἀπὸ πυρὸς ἢ ὕδατος ζέοντος ἢ διὰ σιδήρου, ἰατρευθήσεται καὶ κλοπὴν ὑποστήσεται καὶ παρ' ἑνὸς τῶν ὑπουργῶν αὐτοῦ βλαβήσεται καί τι τῶν κειμηλίων αὐτοῦ κλαπήσεται.

Εἶτα ἐπιμερίζει τῷ Διὶ ἔτος α' μήνας γ' ἡμέρας ιβ' ὥρας καὶ ἔγγιστα, ὁμοῦ ἔτη γ' μῆνες ι' ἡμέραι η' ὦραι ιγ' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τούτῳ τῷ ἐπιμερισμῷ ἐγχειρισθήσεται πρᾶξιν μεγάλην καὶ ὑψωθήσεται τὸ ὄνομα αὐτοῦ. καὶ κερδήσει ἀπὸ τῆς πρα­ξεως πλοῦτον ἀξιόλογον. καὶ καθυπερτερήσει τῶν ἐχθρῶν αὐτοῦ καὶ ὠφεληθήσεται ἀπὸ μακρᾶς ἀποδημίας καὶ ἀπὸ κτημάτων πεδινῶν τε καὶ ὀρεινῶν, καὶ φυτεύσει φυτά, καὶ δούλους καὶ δού­λας ἀγοράσει. εἰ δὲ νυκτερινή ἐστιν ἡ γένεσις, προστεθήσεται ὁ ἱματισμὸς αὐτοῦ καὶ ὑπηρετήσει τινί.

Εἶτα ἐπιμερίζει τῷ Ἄρει ἔτος α' μῆνας γ' ἡμέρας ιβ' ὥρας κα' ἔγγιστα, ὁμοῦ ἔτη ε' μὴν εἰς ἡμέραι κ' ὦραι ι', καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ λυπηθήσεται κατὰ πολύ, καὶ δεινοῖς περιπλακήσεται καὶ ἀπολέσει τινὰ τῆς κτήσεως αὐτοῦ καὶ ζη­μιωθήσεται πολλὰς ζημίας, δι' ἃ καὶ βασανισθήσεται. εἰ δὲ καὶ ἀποδημήσει, ὀφεώδηκτος γενήσεται ἢ ἐν πλοίῳ βλαβήσεται ἢ ἐκ πυρὸς ἢ ὕδατος καὶ ἐγγίσει θανάτῳ [f. 103ν] καὶ βλαβήσεται τοὺς ὀφθαλμούς, καὶ ἐν τοῖς αἰδοίοις ἄλγημα ἕξει. εἰ δὲ ἐπιβλέπει καὶ ὁ Ἄρης, πλείονα ἔσται τὰ δεινά, εἰ δὲ νυκτερινή ἐστιν ἡ γένεσις, ἀρρωστήσει δεινῶς τούς τε ὀφθαλμοὺς καὶ τὴν κοιλίαν. ἴσως δὲ καὶ δηχθήσεται παρὰ ζῴου ἢ ἀπὸ πυρὸς ἢ ὕδατος βλα­βήσεται καὶ κλοπὴν ὑποστήσεται καὶ βλαβήσεται παρὰ τίνος τῶν ὑπηρετούντων αὐτῷ.

Εἶτα ἐπιμερίζει τῷ Ἡλίῳ ἔτος α' μῆνας γ' ἡμέρας ιβ' ὥρας κ' ἔγγιστα, ὁμοῦ ἔτη ς' μῆνες ε' ἡμέραι δ' ὦραι ς' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ εὐεργετήσει πολλούς, καὶ διανεμεῖ τὸν ἴδιον πλοῦτον πρός τινας φίλους καὶ ἄλλοδαποὺς καὶ εὐφραν­θήσεται ἐπὶ τοῖς ἔργοις αὐτοῦ καὶ ἄρξει τινῶν, καὶ ἢ αὐτὸς ἀρρωστήσει ἢ ἡ γυνὴ αὐτοῦ, τῆς δὲ ἀρρώστιας ἀπαλλαγήσεται δι' ἡμερῶν λ', εἰ δὲ ἔγγυός ἐστιν ἡ γυνὴ αὐτοῦ, ἐκτρώσει καὶ μετὰ τοῦτο συλλήψεται. εἰ δὲ νυκτερινή ἐστιν ἡ γένεσις, νοσήσει καὶ τόπον ἐκ τόπου ἀμείψεται. καὶ προστεθήσεται ἡ τούτου παίδευσις.

Εἶτα ἐπιμερίζει τῇ 'Αφροδιτη ἔτος α' μῆνας γ' ἡμέρας ιβ' ὥρας κ' ἔγγιστα, ὁμοῦ ἔτη ζ' μῆνες η' ἡμέραι ιζ' ὦραι γ' ἔγγιστα. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ χρήσεται μελῳδίαις καὶ παιδιαῖς καὶ συνουσίαις. καί τινες περικυκλώσουσιν αὐτὸν καὶ ἐπαινέσουσι [f. 104] καὶ ἐν τῇ ἀρχῇ τούτου τοῦ ἐπιμερισμοῦ εὐφρανθήσεται ἐπὶ δούλοις καὶ προστεθήσεται ἡ δόξα αὐτοῦ.

Εἶτα ἐπιμερίζει τῷ Ἑρμῆ ἔτος α' μῆνας γ' ἡμέρας ιβ' ὥρας κ' ἔγγιστα, καὶ ὁμοῦ ἔτη θ'. καὶ δηλοῖ ὡς ἐν τῷ τοιούτῳ ἐπιμερισμῷ πράξει τι, καὶ διαδεχθήσεται τρίς, καὶ ἔριδας ἕξει πρός τινας καὶ ψεύσεται κατά τινων καὶ δόλοις χρήσεται ἀφανέσι καὶ ἐξοδιάσει πλοῦτον ἀξιόλογον καὶ φοβηθήσεται ἀπὸ ὕδατος ἢ πυρός, ἀπὸ δὲ τῆς ἀρχῆς τοῦ ἐπιμερισμοῦ τούτου ἄχρις ἡμερῶν ιζ' ἀρρωστήσει τέκνον αὐτοῦ ἀπὸ μελαίνης χολῆς, εἰ δὲ νυκτερινή ἐστιν ἡ γένεσις, κατηγορηθήσεται καὶ τυφθήσεται καὶ βλαβήσεται ὑπὸ ὕδατος ἢ πυρὸς καὶ κλοπὴν ὑποστήσεται.

[V, f. 239.] Περὶ ἐκλείψεως κρίσις

Επεξεργασία

Σκόπει τὴν ἔκλειψιν τὴν γιγνομένην εἴτε Ἡλίου εἴτε Σελήνης, ἐν ποίῳ ζῳδίῳ γίνεται καὶ σκόπει τὸν δεκανὸν ἤτοι ἐν ποίῳ προσώπῳ κατέλαχεν. καὶ ἐάν ἐστι τὸ ζῴδιον ἀρρενικόν καὶ ὁ δεκανὸς ἀρρενικὸς ἐν ἀνθρωποειδεῖ ζῳδίῳ ὤν, μαρτυρούμενος ὑπὸ Ἄρεως, τὴν βλάβην ἔσεσθαι λέγε ἐν τοῖς ἀρρενικοῖς ἤτοι ἀνδράσι καὶ παισὶν ὑπὸ πολέμου ἢ σφαγῆς· ἡ σωματικὴ φθορὰ αἵματος. ἐάν ἐστιν ἡ ἔκλειψις ἐν τῷ ὑπὸ γῆν ἠμισφαιρίῳ, γίνεται τὸ ἀποτελούμενον ἐν τῷ κρυπτῷ, ἡ ἐπιβουλὴ ἐν δόλῳ. εἰ δὲ ἐν τῷ ὑπὲρ τὴν ἠμισφαιρίῳ τύχῃ, φανερῶς γίνονται τὰ ἀποτελούμενα. εἰ δέ ἐστι τὸ ζῴδιον ἀρρενικον, ὁ δὲ δεκα­νὸς θηλυκός, σκόπει τὸν κύριον τοῦ ζῳδίου καὶ τὸν κύριον τοῦ δεκανοῦ ὑπὸ ἀγαθοποιῶν θεωροῦνται ἢ ὑπὸ κακοποιῶν, καὶ οἷον ἐὰν εὕρῃς ὑπὸ κακοποιῶν μαρτυρούμενον, ἐκεῖνον πλεῖον βλάπτεσθαι λέγε· ὁ δὲ μαρτυρούμενος ὑπὸ ἀγαθοποιῶν, ἐκεῖνος ἔλασσον βλάπτε­ται. ὁμοίως δὲ καὶ ἐπὶ θηλυκοῦ ζῳδίου νόει, καθὰ προείρηται καὶ ἐπὶ τῶν ἀρρενικῶν. εἰ δὲ εὑρίσκεται ἐν γηίνῳ ζῳδίῳ, ἔσται ἡ βλάβη ἐπὶ τὸν καρπὸν τῆς γῆς κατὰ τὸν εὑρισκόμενον δεκανόν· οἷον ἐάν ἐστι Κρόνος δεκανός, βλάπτει ὅσα ἐν στυφότητι καὶ ξηρότητι καὶ ψυχρότητι εἰσιν· εἰ δέ ἐστι Ζεύς, βλάπτει ὅσα τῇ γεύσει ἐν γλυκύτητι καὶ φύσεως εὐκράτου· εἰ δὲ Ἄρης, ὅσα ἐν πικρότητι καὶ φύσεως θερμῆς καὶ ὑγρᾶς· εἰ δέ ἐστιν Ἥλιος, ὅσα ἐστὶ τῇ γεύσει δριμέα· εἰ δὲ Ἀφρο­δίτη, ὅσα ἐν λιπότητι ἤτοι τὰ κάρυα καὶ τὰς ἐλαίας καὶ ὅσα τούτοις ὅμοια καὶ φύσεως εὐκράτου, καὶ ὅσα δι' ὀσφρήσεως ἤγουν μυρίσματα καὶ εὐώδη· εἰ δὲ Ἑρμῆς, ὅσα ἐστὶ τῇ γεύσει ὄξινα, διφυῆ ἤτοι σῖτος κριθή· εἰ δὲ Σελήνη, ὅσα ἁλμυρὰ καὶ τῇ φύσει ὑγρὰ καὶ ψυχρά. εἰ δέ ἐστι τὸ ζῴδιον ἀνεμῶδες, γίνεται ἡ βλάβη ἐν τοῖς πετεινοῖς. εἰ δὲ ἐν θηριώδεσι, γίνεται ἐν τοῖς ἀγριμίοις ἤτοι <εἰς> ἐλάφους, ἀγριόαιγας. εἰ δέ ἐστιν ὑδατῶδες, γίνεται ἡ βλάβη ἐν τοῖς ἰχθύσι καὶ ὅσα ἐν τοῖς ὕδασι τὰς διατροφὰς ποιοῦνται.

Ταῦτα δεῖ σὲ σκοπεῖν περὶ τὰ ζῴδια καὶ μόνον· περὶ δὲ τῶν ἑπτὰ ἀστέρων τὰ πρόσωπα σκόπει οὕτως· ἐὰν εὑρεθῇ ὁ Κρόνος ἐν τόπῳ ἰδίῳ ὡροσκοπῶν ἢ μεσουρανῶν ἐν χρηματιστικῷ τόπῳ, γίνεται ἡ βλάβη εἰς ἐντίμους εὐνούχους ἢ πρεσβύτας ἢ γέροντας ἐμφανεῖς· εἰ δὲ ἐν ἀποκλίματι ἢ ἐν ταπεινώματι ἢ ἐν ἀχρηματίστῳ τόπῳ κείμενος, γίνεται ἡ βλάβη ἐπὶ δούλων ἢ εὐνούχων ἤγουν ἀφανῶν. εἰ δὲ ὁ Ζεὺς ἐν ἐπισήμῳ τόπῳ ἑστώς, σημαίνει τὴν βλάβην ἔσεσθαι ἐπὶ τοῖς ἄρχουσι καὶ τέκνοις βασιλέων· εἰ δὲ ὕπαυγος ἢ ἐν ἀποκλίματι ἢ ἐν ταπεινώματι ἢ ἀναποδίζων, σημαίνει τούς ποτε πλουσίους καὶ πτωχεύσαντας ἢ ἀπελευθέρους ἢ τέκνα πλουσίων πτωχούς, εἰ δὲ ὁ Ἄρης ἐν ἐπισήμῳ τόπῳ ἑστώς, σημαίνει τὴν βλάβην ἔσεσθαι ἐν στρατηγοῖς, στρατηλάταις, στρατιώταις ἐμφανέσιν. εἰ δὲ ὕπαυγος ἢ ἀναποδίζων ἢ ἐν ταπεινώματι, εἰς ἰατρούς, χαλκεῖς καὶ ἁπλῶς ὅσοι ἔχουσι διὰ πυρὸς καὶ σιδήρου τὴν ἐργασίαν ἤτοι μακελλαρίους, κυνηγοὺς καὶ μαγείρους. εἰ δὲ Ἥλιος, σημαίνει ἐπὶ τοῖς βασιλεῦσι τὴν βλάβην. εἰ δὲ Ἀφροδίτη ἐν ἐπισήμῳ τόπῳ ἑστήκει, σημαίνει τὴν βλάβην ἐπὶ ἐμφανῶν καὶ μεγαάλων γυναικῶν καὶ ἀρχιερέων, εἰ δὲ ὕπαυγος ἢ ἀναποδίζων ἢ ἐν ταπει­νώματι, σημαίνει ἐν γυναιξὶ ταπειναῖς ἢ ἀσκητρίαις. εἰ δὲ Ἑρμῆς καλῶς ἑστώς, ἐπὶ τοῖς ἐμπόροις, γραμματικοῖς, γεωμέτραις καὶ ὅσοι ἐν τοῖς Ἐρμαϊκοῖς ἔχουσι τὴν τέχνην. εἰ δὲ ὕπαυγος ἢ ἐν ταπεινώματι, ψεύστας, πλαστογραφους, λοιδοροὺς καὶ τὰ ὅμοια τούτων. εἰ δὲ Σελήνη, βασιλίσσαις, ἐμφανέσι γυναιξὶ· καὶ σχεδὸν ἡ βλάβη τῆς Σελήνης κοινώνει εἰς πάντας τοὺς προειρημένους, ἐπειδὴ αὕτη ἐστὶν ἡ σημαίνουσα τὴν αἰτίαν τῶν πραγμάτων. ἐὰν δὲ μαρτυρῇ τὴν μοῖραν τῆς ἐκλείψεως ὁ Κρόνος, τὰ Κρονικὰ νοσήματα καὶ θάνατον δίδωσι. εἰ δὲ Ἄρης, σφαγὰς καὶ αἱμάτων πτύσεις ἢ τραύματα ἢ ἐκβράσεις. ἔλασ­σον δὲ ἡ Σελήνη βλάπτει, ὅταν καλύπτηται ὑπὸ τοῦ Ἀναβιβάζοντος. εἰ δὲ καλύπτεται ὑπὸ τοῦ Καταβιβάζοντος, πλείων ἡ βλάβη γίνεται.

III. Περὶ ὡροσκόπου τῆς καταρχῆς

Επεξεργασία

F. 104. Ὁ ὡροσκόπος τῆς καταρχῆς εἰ καὶ μετρίως βλάπ­τεται ὑπὸ τῶν κακοποιῶν, ἀλλ' οὖν μεγίστην βλάβην δηλοῖ καὶ μάλιστα εἰ οὐκ ἐφορᾷ τὸν κύριον τὸν ἔτους ἀγαθοποιός, ἀλλα καὶ ὁ ἐπιμερίζων ὑπάρχει κεκακωμένος, ὅτε δέ ἐστιν ὁ χρονοκράτωρ καὶ ὁ ἐπιμερίζων κακοποιοὶ καὶ ὑπάρχουσιν ἐν τῇ ἐναλλαγῇ ἐν τοπῳ κακῷ διαμετροῦντες τοὺς κακοποιοὺς μὴ ἐφορώντων τῶν ἀγαθοποιῶν τὸν ὡροσκόπον τοῦ ἔτους, ὑπάρχει δὲ καὶ ὁ κλῆρος τῆς τύχης [f. 104ν] τοῦ ἔτους τῆς ἐναλλαγῆς κεκακωμένος, δηλοῖ δυσχέρειαν τοῦ ἔτους καὶ συνοχὰς καὶ βλάβας.

Εἰ δὲ καὶ ὁ Ζεὺς ἡ καὶ ἡ Ἀφροδίτη συνοδεύσουσι τῇ Σελήνῃ ἢ ἐφορῶσι, δηλοῦσιν ἀπολύτρωσιν τῶν δεινῶν. ὅτε δὲ καταντήσει τὸ ἔτος ἐπὶ τὸν ὡροσκόπον τῆς καταρχῆς καὶ διαμετρεῖ τοῦτον κακοποιὸς ἐν τῇ ἐναλλαγῇ τοῦ ἔτους, καὶ ὑπάρχουσι κακοποιοί, ὅ τε χρονοκράτωρ καὶ ὁ ἐπιμερίζων, καὶ βλάπτουσι τὴν Σελήνην, ὡροσκοποῦσι δὲ ἐν τῇ ἐναλλαγῇ ὅ τε Ἥλιος καὶ ἡ Σελήνη καὶ ὁ Ἑρμῆς καὶ τύχωσι πάντες κεκακωμένοι, δηλοῦσι φόβους καὶ φύλακας καὶ φιλονεικίας καὶ ἔριδας μετὰ τῶν ἐχθρῶν.

Ὅτε δέ ἐστιν ὁ χρονοκράτωρ καὶ ὁ ἐπιμερίζων κακοποιοί, καὶ τύχοι ὅ τε Ἥλιος καὶ ἡ Σελήνη ἐν τῇ ἐναλλαγῇ ὑπὸ γῆν μὴ ἐφορώμενοι ὑπὸ τῶν ἀγαθοποιῶν, δηλοῦσι νόσον τὸν ἔχοντος τὴν ἐναλλαγὴν καὶ βλάβην τῶν γονέων καὶ διαφορὰν τοῦ πλούτου αὐτοῦ.Ἐὰν δὲ ὁ Ζεὺς ἐφορᾷ τὸν κλῆρον τοῦ πατρὸς ἐν τῇ ἐναλλαγῇ, σωθήσονται καὶ ὕφεσιν δέξεται ἢ βλάβη. Ὅτε δέ ἐστιν ὁ Ζεὺς χρονοκράτωρ ἢ ἐπιμερίζων καὶ ὑπάρ­χει ἐν τῇ ἐναλλαγῇ μετὰ τοῦ Κρόνου ὑπὸ γῆν, θάνατον δηλοῖ τῶν τέκνων. Ὅτε δέ ἐστιν ὁ ἐπιμερίζων ἀγαθοποιὸς ἢ κακοποιὸς καὶ ὑπάρχει κατά τε πῆξιν καὶ πάροδον [f. 105] ἀποκεκλικὼς καὶ μὴ ὑπὸ ἀγαθοποιοῦ ὑφορώμενος, τύχωσι δὲ ὅ τε ἐπιμερίζων καὶ ἡ Σελήνη κεκακωμένοι καὶ ὁ χρονοκράτωρ κεκακωμένος ἢ ἐν ἀνοικείῳ τόπῳ, θάνατον δηλοῖ.Ὅτε δέ ἐστιν ὁ Κρόνος ἐπιμερίζων καὶ βλάπτουσιν αὐτός τε καὶ ὁ Ἄρης ἐν τῇ ἐναλλαγῇ τὸν τόπον τοῦ ἐφορισμοῦ μὴ ἐφορώντων τῶν ἀγαθοποιῶν τὸν τοιοῦτον τόπον, θάνατον δηλοῦσιν.

Ὅτε δὲ καταντήσει τὸ ἔτος ἐπὶ τὸν ὡροσκόπον τῆς καταρχῆς καὶ τύχωσιν ὅ τε ὡροσκόπος τῆς ἐναλλαγῆς καὶ ὁ ὡροσκόπος τῆς καταρχῆς εἰς τὸ αὐτὸ ζῴδιον, τύχωσι δὲ καὶ ὁ χρονοκράτωρ καὶ ὁ ἐπιμερίζων κακοποιοὶ καὶ ἐν τόποις ἀνοικείοις, ὑπάρχουσι δὲ καὶ τὰ σχήματα τῶν ἀστέρων τοιαῦτα ἐν τῇ ἐναλλαγῇ, οἶα τὰ τῶν ἀτρόφων γενέσεων, δηλοῦσιν ἀπόγνωσιν ζωῆς ἐν ἐκείνῳ τῷ ἔτει.

Ἀπὸ τοῦ ὡροσκόπου μέχρι τοῦ μεσουρανήματός ἐστι τὸ τεταρτημόριον ἀνατολικόν, καὶ δηλοῖ τὸ α' τρίμηνον τοῦ ἔτους, ἀπὸ δὲ τοῦ μεσουρανήματος μέχρι τοῦ δύνοντος τεταρτημόριον νότιον καὶ δηλοῖ τὸ β' τρίμηνον τοῦ ἔτους, ἀπὸ δὲ τοῦ δύνοντος μέχρι τοῦ ὑπογείου ἐστὶ τὸ τεταρτημόριον λιβικόν, καὶ δηλοῖ τὸ τρίτον τρίμηνον τοῦ ἔτους, ἀπὸ δὲ τοῦ ὑπογείου μέχρι τοῦ ὡρο­σκόπου ἐστὶ τὸ τεταρτημόριον βόρειον καὶ δηλοῖ τὸ δ' τρίμηνον [f. 105ν] τοῦ ἔτους, δεῖ οὖν ὁρᾶν τόν τε χρονοκράτορα καὶ τὸν ἐπιμερίζοντα καὶ τοὺς ἀγαθοποιοὺς καὶ τοὺς κακοποιοὺς ἐν ποίῳ τεταρτημορίῳ εἰσί, καὶ κατὰ τοῦτο προλέγειν τὰ ἀποτελούμενα.

Ὅτε δὲ εἰσιν οἱ κακοποιοὶ ἐν τῷ ὡροσκόπῳ ἢ ἐν τῷ ια' ἢ ἐν τῷ μεσουρανήματι τῆς ἐναλλαγῆς καὶ οἱ ἀγαθοποιοὶ ὑπὸ γῆν, δηλοῦσι δυσχερείας ἐν τῇ ἀρχῇ τοῦ ἔτους, ἀγαθὰ δὲ ἐν τῷ τέλει αὐτοῦ καὶ μάλιστα, εἴ ἐστι τὸ ζῴδιον τοῦ ἔτους τροπικόν. πολλάκις δὲ δη­λοῦσιν οἱ μὲν ἐπίκεντροι τὰ τῆς ἀρχῆς τοῦ ἔτους, οἱ δὲ ἀποκεκλικότες τὰ τελευταῖα. Δεῖ δέ σὲ μὴ μόνον τεκμαίρεσθαι τῶν ἀγαθῶν ἢ τῶν ἐναντίων ἀπὸ τοῦ μερίζοντος καὶ συνεπιμερίζοντος καὶ τῶν λοιπῶν, ἀλλὰ καί ποῦ κατήντησαν σκοπεῖν οἱ κατὰ πῆξιν κλῆροι, εἴτε εἰς ἀγαθοποιοὺς εἴτε κακοποιούς, ἢ κατὰ τὰς ἀναφορὰς ...

Ὑπόδειγμα. Ὑποδείγματος χάριν ἧν ὁ κλῆρος τῶν ἀδελφῶν καὶ ὁ κύριος αὐτῶν ἐν τῷ θέματι τῆς καταρχῆς ἐν τόπῳ ἀνεπιτηδείῳ μετὰ τῶν κακοποιῶν, καὶ ἐσήμαινε τὸ τοιοῦτον, ὡς οἱ ἀδελφοὶ αὐτοῦ τοῦ γεννηθέντος καὶ αἱ ἀδελφαὶ βλαβήσονται ἐν τῷ καιρῷ, καθ' ὃν ὁ κακοποιὸς μερίζει ἢ συνεπιμεριζει. εἰ δὲ ὁ κύριος τοῦ κατὰ τὴν πῆξιν κλήρου βλάπτει [f.106] τὸν κύριον τοῦ ὡροσκόπου, βλαβήσεται ὁ γεννηθεὶς κατὰ τὸν καιρὸν ἐκεῖνον.