Παλατινή Ανθολογία/XIII/28 Βακχυλίδου ή Σιμωνίδου
←Βιβλίο 13o, 27 | XIII 28 Πολλάκι δὴ φυλῆς Ἀκαμαντίδος ἐν χοροῖσιν Ὧραι Συγγραφέας: [[Συγγραφέας:Βακχυλίδης ή Σιμωνίδης ο Κείος| ]] Παλατινή Ανθολογία, XIII (βιβλίο 13ο, Επιγράμματα διαφόρων μέτρων) |
Βιβλίο 13o, 29→ |
Πολλάκι δὴ φυλῆς Ἀκαμαντίδος ἐν χοροῖσιν Ὧραι, Βακχυλίδου ή Σιμωνίδου, Παλατινή Ανθολογία, Βιβλίο 13ο, Επίγραμμα 28, AP XIII 28 |
XIII 28 Βακχυλίδου ή Σιμωνίδου
Επεξεργασία- Πολλάκι δὴ φυλῆς Ἀκαμαντίδος ἐν χοροῖσιν Ὧραι ἀνωλόλυξαν κισσοφόροις ἐπὶ διθυράμβοις
- αἱ Διονυσιάδες, μίτραισι δὲ καὶ ῥόδων ἀώτοις σοφῶν ἀοιδῶν ἐσκίασαν λιπαρὰν ἔθειραν,
- οἳ τόνδε τρίποδά σφισι μάρτυρα Βακχίων ἀέθλων ἔθηκαν· εὖ τούσδ' Ἀντιγένης ἐδίδασκεν ἄνδρας,
- εὖ δ' ἐτιθηνεῖτο γλυκερὰν ὄπα Δωρίοις Ἀρίστων Ἀγρεῖος ἡδὺ πνεῦμα χέων καθαροῖς ἐν αὐλοῖς,
- τῶν ἐχορήγησεν κύκλον μελίγηρυν Ἱππόνικος, Στρούθωνος υἱός, ἅρμασιν ἐν Χαρίτων φορηθείς,
- αἵ οἱ ἐπ' ἀνθρώπους ὄνομα κλυτὸν ἀγλαάν τε νίκαν θεοῦ θ' ἕκατι θῆκαν ἰοστεφάνων τε Μοισᾶν.