Παλατινή Ανθολογία/XIII/19 Σιμωνίδου
←Βιβλίο 13o, 18 | XIII 19 Ἄνθηκεν τόδ' ἄγαλμα Κορίνθιος Συγγραφέας: Παλατινή Ανθολογία, XIII (βιβλίο 13ο, Επιγράμματα διαφόρων μέτρων) |
Βιβλίο 13o, 20→ |
Ἄνθηκεν τόδ' ἄγαλμα Κορίνθιος, Σιμωνίδου, Βιβλίο 13ο, Επίγραμμα 19 (AP XIII 19) |
ΧIIΙ 19 Σιμωνίδου
Επεξεργασία- Ἄνθηκεν τόδ' ἄγαλμα Κορίνθιος, ὅσπερ ἐνίκα ἐν Δελφοῖς ποτε, Νικολᾴδας
- καὶ Παναθηναίοις στεφάνους λάβε πέντ' ἐπ' ἀέθλοις ἑξῆς ἀμφιφορεῖς ἐλαίου·
- Ἰσθμῷ δ' ἐν ζαθέᾳ τρὶς ἐπισχερὼ - οἶδεν ἑλόντα ἀκτὰ Ποντομέδοντος ἆθλα -
- καὶ Νεμέᾳ τρὶς ἐνίκησεν καὶ τετράκις ἄλλα Πελλάνᾳ, δύο δ' ἐν Λυκαίῳ
- καὶ Τεγέᾳ καὶ ἐν Αἰγίνᾳ, κρατερᾷ τ' Ἐπιδαύρῳ καὶ Θήβᾳ Μεγάρων τε δάμῳ,
- ἐν δὲ Φλειοῦντι σταδίῳ τά τε πέντε κρατήσας ηὔφρανεν μεγάλαν Κόρινθον.