Παλατινή Ανθολογία/XI/64 Αγαθία
< Παλατινή Ανθολογία | XI
←Βιβλίο 11o, 63 | AP XI 64 Ἡμεῖς μὲν πατέοντες ἀπείρονα καρπὸν Ἰάκχου Συγγραφέας: Παλατινή Ανθολογία, XI (βιβλίο 11ο, Συμποτικά και σκωπτικά επιγράμματα) |
Βιβλίο 11o, 65→ |
Ἡμεῖς μὲν πατέοντες ἀπείρονα καρπὸν Ἰάκχου, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 11ο, επίγραμμα 64 (AP ΧI 64) |
XI 64 Αγαθία
Επεξεργασία- Ἡμεῖς μὲν πατέοντες ἀπείρονα καρπὸν Ἰάκχου ἄμμιγα βακχευτὴν ῥυθμὸν ἀνεπλέκομεν.
- ἤδη δ' ἄσπετον οἶδμα κατέρρεεν· οἷα δὲ λέμβοι κισσύβια γλυκερῶν νήχεθ' ὑπὲρ ῥοθίων,
- οἷσιν ἀρυσσάμενοι σχέδιον ποτὸν ἤνομεν ἤδη, θερμῶν Νηϊάδων οὐ μάλα δευόμενοι.
- ἡ δὲ καλὴ ποτὶ ληνὸν ὑπερκύπτουσα Ῥοδάνθη μαρμαρυγῆις κάλλους νᾶμα κατηγλάϊσεν.
- πάντων δ' ἐκδεδόνηντο θοαὶ φρένες, οὐδέ τις ἡμέων ἦεν, ὃς οὐ Βάκχωι δάμνατο καὶ Παφίηι.
- τλήμονες, ἀλλ' ὁ μὲν εἷρπε παραὶ ποσὶν ἄφθονος ἡμῖν· τῆς δ' ἄρ' ὑπ' ἐλπωρῆι μοῦνον ἐπαιζόμεθα.