Παλατινή Ανθολογία/XI/57 Αγαθία
< Παλατινή Ανθολογία | XI
←Βιβλίο 11o, 56 | AP XI 57 Γαστέρα μὲν σεσάλακτο γέρων εὐώδεϊ Βάκχωι Συγγραφέας: Παλατινή Ανθολογία, XI (βιβλίο 11ο, Συμποτικά και σκωπτικά επιγράμματα) |
Βιβλίο 11o, 58→ |
Γαστέρα μὲν σεσάλακτο γέρων εὐώδεϊ Βάκχωι, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 11ο, επίγραμμα 57 (AP ΧI 57) |
XI 57 Αγαθία
Επεξεργασία- Γαστέρα μὲν σεσάλακτο γέρων εὐώδεϊ Βάκχωι Οἰνοπίων, ἔμπης δ' οὐκ ἀπέθηκε δέπας·
- ἀλλ' ἔτι διψώων ἰδίηι κατεμέμφετο χειρὶ ὡς ἀπὸ κρητῆρος μηδὲν ἀφυσσαμένη.
- οἱ δὲ νέοι ῥέγχουσι, καὶ οὐ σθένος οὐδ' ἀπ' ἀριθμοῦ τὰς κύλικας γνῶναι τὰς ἔτι πινομένας.
- πῖνε, γέρον, καὶ ζῆθι· μάτην δ' ἄρα θεῖος Ὅμηρος τείρεσθαι πολιὴν ἐκ νεότητος ἔφη.