Παλατινή Ανθολογία/XI/382 Αγαθία
< Παλατινή Ανθολογία | XI
←Βιβλίο 11o, 381 | AP XI 382 Κεῖτο μὲν Ἀλκιμένης κεκακωμένος ἐκ πυρετοῖο Συγγραφέας: Παλατινή Ανθολογία, XI (βιβλίο 11ο, Συμποτικά και σκωπτικά επιγράμματα) |
Βιβλίο 11o, 383→ |
Κεῖτο μὲν Ἀλκιμένης κεκακωμένος ἐκ πυρετοῖο, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 11ο, επίγραμμα 382 (AP ΧI 382) |
XI 382 Αγαθία
Επεξεργασία- Κεῖτο μὲν Ἀλκιμένης κεκακωμένος ἐκ πυρετοῖο, καὶ περὶ λαυκανίην βραγχὰ λαρυγγιόων,
- νυσσόμενός τε τὸ πλευρὸν ἅτε ξιφέεσσιν ἀμυχθέν, καὶ θαμὰ δυσκελάδοις ἄσθμασι πνευστιόων·
- ἦλθε δὲ Καλλίγνωτος ὁ Κώϊος, ὁ πλατυλέσχης, τῆς παιωνιάδος πληθόμενος σοφίης,
- πᾶσαν ἔχων πρόγνωσιν ἐν ἄλγεσιν, οὔ τι περιττὸν ἄλλο προαγγέλλων ἢ τὸ γενησόμενον.
- Ἀλκιμένους δ' ἐδόκευεν ἀνάκλισιν, ἔκ τε προσώπου φράζετο, καὶ παλάμης ψαῦεν ἐπισταμένως,
- καὶ τὸ περὶ κρισίμων φαέων ἐλογίζετο γράμμα, πάντ' ἀναπεμπάζων οὐχ ἑκὰς Ἱπποκράτους.
- καὶ τότε τὴν πρόγνωσιν ἐς Ἀλκιμένην ἀνεφώνει σεμνοπροσωπήσας καὶ σοβαρευόμενος·
- «εἴ γε φάρυγξ βομβεῦσα, καὶ ἄγρια τύμματα πλευροῦ καὶ πυρετῶι λήξηι πνεῦμα δασυνόμενον,
- οὐκέτι τεθνήξει πλευρίτιδι· τοῦτο γὰρ ἡμῖν σύμβολον ἐσσομένης ἐστὶν ἀπημοσύνης.
- θάρσει· τὸν νιμικὸν δὲ κάλει καὶ χρήματα σαυτοῦ εὖ διαθεὶς βιότου λῆγε μεριμνοτόκου,
- καί με τὸν ἰητρόν, προρρήσιος εἵνεκεν ἐσθλῆς, ἐν τριτάτηι μοίρηι κάλλιπε κληρονόμον.»