Παλατινή Ανθολογία/XI/382 Αγαθία

AP XI 382 Κεῖτο μὲν Ἀλκιμένης κεκακωμένος ἐκ πυρετοῖο
Συγγραφέας:
Παλατινή Ανθολογία, XI (βιβλίο 11ο, Συμποτικά και σκωπτικά επιγράμματα)
Κεῖτο μὲν Ἀλκιμένης κεκακωμένος ἐκ πυρετοῖο, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 11ο, επίγραμμα 382 (AP ΧI 382)


XI 382 Αγαθία

Επεξεργασία
Κεῖτο μὲν Ἀλκιμένης κεκακωμένος ἐκ πυρετοῖο, καὶ περὶ λαυκανίην βραγχὰ λαρυγγιόων,
νυσσόμενός τε τὸ πλευρὸν ἅτε ξιφέεσσιν ἀμυχθέν, καὶ θαμὰ δυσκελάδοις ἄσθμασι πνευστιόων·
ἦλθε δὲ Καλλίγνωτος ὁ Κώϊος, ὁ πλατυλέσχης, τῆς παιωνιάδος πληθόμενος σοφίης,
πᾶσαν ἔχων πρόγνωσιν ἐν ἄλγεσιν, οὔ τι περιττὸν ἄλλο προαγγέλλων ἢ τὸ γενησόμενον.
Ἀλκιμένους δ' ἐδόκευεν ἀνάκλισιν, ἔκ τε προσώπου φράζετο, καὶ παλάμης ψαῦεν ἐπισταμένως,
καὶ τὸ περὶ κρισίμων φαέων ἐλογίζετο γράμμα, πάντ' ἀναπεμπάζων οὐχ ἑκὰς Ἱπποκράτους.
καὶ τότε τὴν πρόγνωσιν ἐς Ἀλκιμένην ἀνεφώνει σεμνοπροσωπήσας καὶ σοβαρευόμενος·
«εἴ γε φάρυγξ βομβεῦσα, καὶ ἄγρια τύμματα πλευροῦ καὶ πυρετῶι λήξηι πνεῦμα δασυνόμενον,
οὐκέτι τεθνήξει πλευρίτιδι· τοῦτο γὰρ ἡμῖν σύμβολον ἐσσομένης ἐστὶν ἀπημοσύνης.
θάρσει· τὸν νιμικὸν δὲ κάλει καὶ χρήματα σαυτοῦ εὖ διαθεὶς βιότου λῆγε μεριμνοτόκου,
καί με τὸν ἰητρόν, προρρήσιος εἵνεκεν ἐσθλῆς, ἐν τριτάτηι μοίρηι κάλλιπε κληρονόμον.»