Παλατινή Ανθολογία/XI/379 Αγαθία
< Παλατινή Ανθολογία | XI
←Βιβλίο 11o, 378 | AP XI 379 Οὔ τις ἀλοιητῆρας ἰδεῖν τέτληκεν ὀδόντας Συγγραφέας: Παλατινή Ανθολογία, XI (βιβλίο 11ο, Συμποτικά και σκωπτικά επιγράμματα) |
Βιβλίο 11o, 380→ |
Οὔ τις ἀλοιητῆρας ἰδεῖν τέτληκεν ὀδόντας, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 11ο, επίγραμμα 379 (AP ΧI 379) |
XI 379 Αγαθία
Επεξεργασία- Οὔ τις ἀλοιητῆρας ἰδεῖν τέτληκεν ὀδόντας ὑμετέρους, ἵνα σοῖς ἐν μεγάροις πελάσηι·
- εἰ γὰρ ἀεὶ βούβρωστιν ἔχεις Ἐρυσίχθονος αὐτοῦ, ναὶ τάχα δαρδάψεις καὶ φίλον ὃν καλέεις.
- ἀλλ' οὐ σεῖο μέλαθρά με δέξεται· οὐ γὰρ ἔγωγε βήσομαι ὑμετέρηι γαστρὶ φυλαξόμενος.
- εἰ δέ ποτ' ἐς τεὸν οἶκον ἐλεύσομαι, οὐ μέγ' ἄνυσσεν Λαρτιάδης Σκύλλης χάσμασιν ἀντιάσας·
- ἀλλ' ἔσομαι πολύτλας τις ἐγὼ πλέον, εἰ σὲ περήσω, Κύκλωπος κρυεροῦ μηδὲν ἐλαφρότερον.