AP XI 365 Καλλιγένης ἀγροῖκος, ὅτε σπόρον ἔμβαλε γαίηι
Συγγραφέας:
Παλατινή Ανθολογία, XI (βιβλίο 11ο, Συμποτικά και σκωπτικά επιγράμματα)
Καλλιγένης ἀγροῖκος, ὅτε σπόρον ἔμβαλε γαίηι, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 11ο, επίγραμμα 365 (AP ΧI 365)


XI 365 Αγαθία

Επεξεργασία
Καλλιγένης ἀγροῖκος, ὅτε σπόρον ἔμβαλε γαίηι, οἶκον Ἀριστοφάνους ἦλθεν ἐς ἀστρολόγου,
ἤιτεε δ' ἐξερέειν εἴπερ θέρος αἴσιον αὐτῶι ἔσται καὶ σταχύων ἄφθονος εὐπορίη·
ὃς δὲ λαβὼν ψυφῖδας, ὑπὲρ πινακός τε πυκάζων δάκτυλά τε γνάμπτων, φθέγξατο Καλλιγένει·
«εἴπερ ἐπομβρηθῆι τὸ ἀρούριον ὅσσον ἀπόχρη, μηδέ τιν' ὑλαίην τέξεται ἀνθοσύνην,
μηδὲ πάγος ῥήξηι τὴν αὔλακα, μηδὲ χαλάζηι ἄκρον ἀποδρυφθῆι δράγματος ὀρνυμένου,
μηδὲ κεμὰς κείηισι τὰ λήϊα, μηδέ τιν' ἄλλην ἠέρος ἢ γαίης ὄψεται ἀμπλακίην,
ἐσθλόν σοι τὸ θέρος μαντεύομαι, εὖ δ' ἀποκόψεις τοὺς στάχυας· μούνας δείδιθι τὰς ἀκρίδας.»