Παλατινή Ανθολογία/XI/354 Αγαθία

AP XI 354 Ἄλλον Ἀριστοτέλην, Νικόστρατον, ἰσοπλάτωνα
Συγγραφέας:
Παλατινή Ανθολογία, XI (βιβλίο 11ο, Συμποτικά και σκωπτικά επιγράμματα)
Ἄλλον Ἀριστοτέλην, Νικόστρατον, ἰσοπλάτωνα, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 11ο, επίγραμμα 354 (AP ΧI 354)


XI 354 Αγαθία Επεξεργασία

Ἄλλον Ἀριστοτέλην, Νικόστρατον, ἰσοπλάτωνα, σκινδαλαμοφράστην αἰπυτάτης σοφίης,
τοῖα περὶ ψυχῆς τις ἀνείρετο· «πῶς θέμις εἰπεῖν τὴν ψυχήν; θνητὴν ἢ πάλιν ἀθάνατον;
σῶμα δὲ δεῖ καλέειν ἢ ἀσώματον; ἐν δὲ νοητοῖς τακτέον ἢ ληπτοῖς ἢ τὸ συναμφότερον;»
αὐτὰρ ὃς τὰς βίβλους ἀνελέξατο τῶν μετεώρων, καὶ τὸ περὶ ψυχῆς ἔργον Ἀριστοτέλους,
καὶ παρὰ τῶι Φαίδωνι Πλατωνικὸν ὕψος ἐπιγνούς, πᾶσαν ἐνησκήθη πάντοθεν ἀτρεκίην.
εἶτα περιστέλλων τὸ τριβῶνιον, εἶτα γενείου ἄκρα καταψήχων, τὴν λύσιν ἐξέφερεν·
«εἴπερ ὅλως ἔστι ψυχῆς φύσις - οὐδὲ γὰρ οἶδα -, ἢ θνητὴ πάντως ἐστὶν ἢ ἀθάνατος,
στερνοφυὴς ἢ ἄϋλος· ὅταν δ' Ἀχέροντα περήσηις, κεῖθι τὸ νημερτὲς γνώσεαι ὡς ὁ Πλάτων.
εἰ δ' ἐθέλεις, τὸν παῖδα Κλεόμβροτον Ἀμβρακιώτην μιμοῦ καὶ τεγέων σὸν δέμας ἐκχάλασον·
καί κεν ἐπιγνοίης δίχα σώματος αὐτίκα σαυτόν, μοῦνον ὅπερ ζητεῖς τοῦθ' ὑπολειπόμενος.»