Παλατινή Ανθολογία/XI/354 Αγαθία
< Παλατινή Ανθολογία | XI
(Ανακατεύθυνση από Παλατινή Ανθολογία/XI/354)←Βιβλίο 11o, 353 | AP XI 354 Ἄλλον Ἀριστοτέλην, Νικόστρατον, ἰσοπλάτωνα Συγγραφέας: Παλατινή Ανθολογία, XI (βιβλίο 11ο, Συμποτικά και σκωπτικά επιγράμματα) |
Βιβλίο 11o, 355→ |
Ἄλλον Ἀριστοτέλην, Νικόστρατον, ἰσοπλάτωνα, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 11ο, επίγραμμα 354 (AP ΧI 354) |
XI 354 Αγαθία
Επεξεργασία- Ἄλλον Ἀριστοτέλην, Νικόστρατον, ἰσοπλάτωνα, σκινδαλαμοφράστην αἰπυτάτης σοφίης,
- τοῖα περὶ ψυχῆς τις ἀνείρετο· «πῶς θέμις εἰπεῖν τὴν ψυχήν; θνητὴν ἢ πάλιν ἀθάνατον;
- σῶμα δὲ δεῖ καλέειν ἢ ἀσώματον; ἐν δὲ νοητοῖς τακτέον ἢ ληπτοῖς ἢ τὸ συναμφότερον;»
- αὐτὰρ ὃς τὰς βίβλους ἀνελέξατο τῶν μετεώρων, καὶ τὸ περὶ ψυχῆς ἔργον Ἀριστοτέλους,
- καὶ παρὰ τῶι Φαίδωνι Πλατωνικὸν ὕψος ἐπιγνούς, πᾶσαν ἐνησκήθη πάντοθεν ἀτρεκίην.
- εἶτα περιστέλλων τὸ τριβῶνιον, εἶτα γενείου ἄκρα καταψήχων, τὴν λύσιν ἐξέφερεν·
- «εἴπερ ὅλως ἔστι ψυχῆς φύσις - οὐδὲ γὰρ οἶδα -, ἢ θνητὴ πάντως ἐστὶν ἢ ἀθάνατος,
- στερνοφυὴς ἢ ἄϋλος· ὅταν δ' Ἀχέροντα περήσηις, κεῖθι τὸ νημερτὲς γνώσεαι ὡς ὁ Πλάτων.
- εἰ δ' ἐθέλεις, τὸν παῖδα Κλεόμβροτον Ἀμβρακιώτην μιμοῦ καὶ τεγέων σὸν δέμας ἐκχάλασον·
- καί κεν ἐπιγνοίης δίχα σώματος αὐτίκα σαυτόν, μοῦνον ὅπερ ζητεῖς τοῦθ' ὑπολειπόμενος.»