AP XI 352 Τὸν σοφὸν ἐν κιθάρηι, τὸν μουσικὸν Ἀνδροτίωνα
Συγγραφέας:
Παλατινή Ανθολογία, XI (βιβλίο 11ο, Συμποτικά και σκωπτικά επιγράμματα)
Τὸν σοφὸν ἐν κιθάρηι, τὸν μουσικὸν Ἀνδροτίωνα, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 11ο, επίγραμμα 352 (AP ΧI 352)


XI 352 Αγαθία

Επεξεργασία
Τὸν σοφὸν ἐν κιθάρηι, τὸν μουσικὸν Ἀνδροτίωνα εἴρετό τις τοίην κρουματικὴν σοφίην·
«Δεξιτερὴν ὑπάτην ὁπότε πλήκτροισι δόνησας, ἡ λαιὴ νήτη πάλλεται αὐτομάτως
λεπτὸν ὑποτρίζουσα, καὶ ἀντίτυπον τερέτισμα πάσχει, τῆς ἰδίης πλησσομένης ὑπάτης·
ὥστε με θαυμάζειν πῶς ἄπνοα νεῦρα ταθέντα ἡ φύσις ἀλλήλοις θήκατο συμπαθέα.»
ὃς δὲ τὸν ἐν πλήκτροισιν Ἀριστόξεινον ἀγητὸν ὤμοσε μὴ γνῶναι τήνδε θεημοσύνην·
«ἔστι δ'» ἔφη «λύσις ἥδε· τὰ νευρία πάντα τέτυκται ἐξ ὄϊος χολάδων ἄμμιγα τερπσομένων·
τοὔνεκεν εἰσὶν ἀδελφά, καὶ ὡς ξύμφυλα συνηχεῖ, ξυγγενὲς ἀλλήλων φθέγμα μεριζόμενα.
γνήσια γὰρ τάδε πάντα, μιῆς ἅτε γαστρὸς ἐόντα, καὶ τῶν ἀντιτύπων κληρονομεῖ πατάγων.
καὶ γὰρ δεξιὸν ὄμμα κακούμενον ὄμματι λαιῶι πολλάκι τοὺς ἰδίους ἀντιδίδωσι πόνους.»