Παλατινή Ανθολογία/X/69 Αγαθία

Χ 69 Τὸν θάνατον τί φοβεῖσθε, τὸν ἡσυχίης γενετῆρα
Συγγραφέας:
Παλατινή Ανθολογία, X (βιβλίο 10ο Προτρεπτικά επιγράμματα)
Τὸν θάνατον τί φοβεῖσθε, τὸν ἡσυχίης γενετῆρα, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 10ο, επίγραμμα 69 (AP Χ 68)


X 69 Αγαθία

Επεξεργασία
Τὸν θάνατον τί φοβεῖσθε, τὸν ἡσυχίης γενετῆρα, τὸν παύοντα νόσους καὶ πενίης ὀδύνας;
μοῦνον ἅπαξ θνητοῖς παραγίνεται, οὐδέ ποτ' αὐτὸν εἶδέν τις θνητῶν δεύτερον ἐρχόμενον·
αἱ δέ νόσοι πολλαὶ καὶ ποικίλαι, ἄλλοτ' ἐπ' ἄλλον ἐρχόμεναι θνητῶν, καί μεταβαλλόμεναι.