Παλατινή Ανθολογία/X/5 Θυΐλλου

Χ 5 Ἤδη πηλοδομεῦσι χελιδόνες, ἤδη ἀν' οἶδμα
Συγγραφέας:
Παλατινή Ανθολογία, X (βιβλίο 10ο Προτρεπτικά επιγράμματα)
Ἤδη πηλοδομεῦσι χελιδόνες, ἤδη ἀν' οἶδμα, Θυΐλλου, Παλατινή Ανθολογία, βιβλίο 10ο, επίγραμμα 5 (AP Χ 5)


Χ 5 Θυΐλλου Επεξεργασία

Ἤδη πηλοδομεῦσι χελιδόνες, ἤδη ἀν' οἶδμα κολποῦται μαλακὰς εἰς ὀθόνας ζέφυρος•
ἤδη καὶ λειμῶνες ὑπὲρ πετάλων ἐχέαντο ἄνθεα, καὶ τρηχὺς σῖγα μέμυκε πόρος,
σχοὶνους μηρύεσθε, ἐφ' ὁλκάδα φορτίζεσθε ἀγκύρας, καὶ πᾶν λαῖφος ἔφεσθε κάλοις.
ταῦτ' ὔμμιν πλώουσιν ἐπ' ἐμπορίην ὁ Πρίηπος ό λιμενορμίτης ναυτιλίην γράφομαι.