Παλατινή Ανθολογία/X/17 Αντιφίλου

X 17 Ἀρχέλεω, λιμενῖτα, σὺ μέν, μάκαρ
Συγγραφέας:
Παλατινή Ανθολογία, X (βιβλίο 10ο, Προτρεπτικά επιγράμματα)
Ἀρχέλεω, λιμενῖτα, σὺ μέν, μάκαρ, Αντίφιλος ο Βυζάντιος, βιβλίο 10ο επίγραμμα 17 (AP X 17)


X 17 Αντιφίλου

Επεξεργασία
Ἀρχέλεω, λιμενῖτα, σὺ μέν, μάκαρ, ἠπίωι αὔρηι πέμπε κατὰ σταθερῆς οἰχομένην ὀθόνην
ἄχρις ἐπὶ Τρίτωνα• σὺ δ' ἠόνος ἄκρα λελογχὼς τὴν ἐπὶ Πυθείου ῥύεο ναυστολίην·
κεῖθεν δ', εἰ Φοίβωι μεμελήμεθα πάντες ἀοιδοί, πλεύσομαι εὐαεῖ θαρσαλέως ζεφύρωι.