Παλατινή Ανθολογία/VII/744 Διογένους Λαερτίου

AP VII 744 ἐν Μέμφει λόγος ἐστὶν προμαθεῖν τὴν ἰδίην Εὔδοξόν
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
ἐν Μέμφει λόγος ἐστὶν προμαθεῖν τὴν ἰδίην Εὔδοξόν, Διογένους Λαερτίου, Παλατινή Ανθολογία, βιβλίο 7ο, επίγραμμα 744 (AP VII 744)


VII 744 Διογένους Λαερτίου

Επεξεργασία
ἐν Μέμφει λόγος ἐστὶν προμαθεῖν τὴν ἰδίην Εὔδοξόν ποτε μοῖραν παρὰ τοῦ καλλικέρω
ταύρου. κοὐδὲν ἔλεξεν· βοῒ γὰρ πόθεν λόγος; φύσις οὐκ ἔδωκε μόσχῳ λάλον Ἄπιδι στόμα.
παρὰ δ' αὐτὸν λέχριος στὰς ἐλιχμήσατο στολήν, προφανῶς τοῦτο διδάσκων, Ἀποδύσῃ βιοτὴν
ὅσον οὔπω. διὸ καί οἱ ταχέως ἦλθε μόρος, δεκάκις πέντ' ἐπὶ τρισσαῖς ἐσιδόντι Πλειάδας.