Παλατινή Ανθολογία/VII/572 Αγαθία

AP VI 572 Οὐχ ὁσίοις λεχέεσσιν ἐτέρπετο λάθριος ἀνήρ
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
Οὐχ ὁσίοις λεχέεσσιν ἐτέρπετο λάθριος ἀνήρ, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 7ο επίγραμμα 572 (AP VII 572)


VII 572 Αγαθία

Επεξεργασία
Οὐχ ὁσίοις λεχέεσσιν ἐτέρπετο λάθριος ἀνήρ, λέκτρον ὑποκλέπτων ἀλλοτρίης ἀλόχου·
ἐξαπίνης δὲ δόμων ὀροφὴ πέσε, τοὺς δὲ κακούργους ἔσκεπεν ἀλλήλοις εἰσέτι μισγομένους.
ξυνὴ δ' ἀμφοτέρους κατέχει παγίς, εἰν ἑνὶ δ' ἄμφω κεῖνται, συζυγίης οὐκέτι παυόμενοι.