AP VI 568 Ἑπτά με δὶς λυκάβαντας ἔχουσαν ἀφήρπασε δαίμων
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
Ἑπτά με δὶς λυκάβαντας ἔχουσαν ἀφήρπασε δαίμων, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 7ο επίγραμμα 568 (AP VII 568)


VII 568 Αγαθία

Επεξεργασία
Ἑπτά με δὶς λυκάβαντας ἔχουσαν ἀφήρπασε δαίμων, ἣν μούνην Διδύμωι πατρὶ Θάλεια τέκεν.
ἆ Μοῖραι, τί τοσοῦτον ἀπηνέες οὐδ' ἐπὶ παστοὺς ἠγάγετ' οὐδ' ἐρατῆς ἔργα τεκνοσπορίης;
οἱ μὲν γὰρ γονέες με γαμήλιον εἰς Ὑμέναιον μέλλον ἄγειν, στυγεροῦ δ' εἰς Ἀχέροντος ἔβην.
ἀλλὰ θεοί, λίτομαι μητρός γε γόους πατέρος τε παύσατε τηκομένων εἵνεκ' ἐμεῦ φθιμένης.