Παλατινή Ανθολογία/VII/568 Αγαθία
(Ανακατεύθυνση από Παλατινή Ανθολογία/VII/568)
←Βιβλίο 6o, 567 | AP VI 568 Ἑπτά με δὶς λυκάβαντας ἔχουσαν ἀφήρπασε δαίμων Συγγραφέας: Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα) |
Βιβλίο 6o, 569→ |
Ἑπτά με δὶς λυκάβαντας ἔχουσαν ἀφήρπασε δαίμων, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 7ο επίγραμμα 568 (AP VII 568) |
VII 568 Αγαθία
Επεξεργασία- Ἑπτά με δὶς λυκάβαντας ἔχουσαν ἀφήρπασε δαίμων, ἣν μούνην Διδύμωι πατρὶ Θάλεια τέκεν.
- ἆ Μοῖραι, τί τοσοῦτον ἀπηνέες οὐδ' ἐπὶ παστοὺς ἠγάγετ' οὐδ' ἐρατῆς ἔργα τεκνοσπορίης;
- οἱ μὲν γὰρ γονέες με γαμήλιον εἰς Ὑμέναιον μέλλον ἄγειν, στυγεροῦ δ' εἰς Ἀχέροντος ἔβην.
- ἀλλὰ θεοί, λίτομαι μητρός γε γόους πατέρος τε παύσατε τηκομένων εἵνεκ' ἐμεῦ φθιμένης.