AP VI 552 Ὦ ξένε, τί κλαίεις; - Διὰ σὸν μόρον
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
Ὦ ξένε, τί κλαίεις; - Διὰ σὸν μόρον, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 7ο επίγραμμα 552 (AP VII 552)


VII 552 Αγαθία

Επεξεργασία
Εἰς Περίκλειαν, τὴν ἰδίαν μητέρα
Ὦ ξένε, τί κλαίεις; - Διὰ σὸν μόρον. - Οἶσθα τίς εἰμι; -Οὐ μὰ τόν, ἀλλ' ἔμπης οἰκτρὸν ὁρῶ τὸ τέλος.
ἐσσὶ δὲ τίς; - Περίκλεια. - Γυνὴ τίνος; - Ἀνδρὸς ἀρίστου, ῥήτορος, ἐξ Ἀσίης, οὔνομα Μεμνονίου. -
Πῶς δέ σε Βοσπορίη κατέχει κόνις; - Εἴρεο Μοῖραν, ἥ μοι τῆλε πάτρης ξεῖνον ἔδωκε τάφον. -
Παῖδα λίπες; - Τριέτηρον, ὃς ἐν μεγάροισιν ἀλύων ἐκδέχεται μαζῶν ἡμετέρων σταγόνα. -
Αἴθε καλῶς ζώοι. - Ναὶ, ναὶ, φίλος εὔχεο κείνωι, ὄφρα μοι ἡβήσας δάκρυ φίλον σταλάοι.