Παλατινή Ανθολογία/VII/414 Νοσσίδος

AP VII 414 Καὶ καπυρὸν γελάσας παραμείβεο καὶ φίλον εἰπὼν
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο) Επιτύμβια επιγράμματα
Καὶ καπυρὸν γελάσας παραμείβεο καὶ φίλον εἰπὼν, Νοσσίδος, Παλατινή Ανθολογία, βιβλίο 7o, επίγραμμα 414 (AP VII 414)


VII 414 Νοσσίδος

Επεξεργασία
Καὶ καπυρὸν γελάσας παραμείβεο καὶ φίλον εἰπὼν ῥῆμ' ἐπ' ἐμοί. ῾Ρίνθων εἴμ' ὁ Συρακόσιος,
Μουσάων ὁλίγη τις ἀηδονίς· ἀλλὰ φλυάκων ἐκ τραγικῶν ἴδιον κισσὸν ἐδρεψάμεθα.