Παλατινή Ανθολογία/VII/296 Σιμωνίδου

AP VII 296 Ἐξ οὗ γ' Εὐρώπην Ἀσίας δίχα πόντος ἔνειμε
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
Ἐξ οὗ γ' Εὐρώπην Ἀσίας δίχα πόντος ἔνειμε, Σιμωνίδη του Κείου, Παλατινή Ανθολογία βιβλίο 7ο 296 (AP VII 296)


VII 296 Σιμωνίδου

Επεξεργασία
Ἐξ οὗ γ' Εὐρώπην Ἀσίας δίχα πόντος ἔνειμε καὶ πόλεμον λαῶν θοῦρος Ἄρης ἐφέπει,
οὐδαμά πω κάλλιον ἐπιχθονίων γένετ' ἀνδρῶν ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ἅμα.
οἵδε γὰρ ἐν Κύπρῳ Μήδων πολλοὺς ὀλέσαντες Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει
ἀνδρῶν πληθούσας· μέγα δ' ἔστεν[εν Ἀσὶς ὑπ' αὐτῶν] πληγεῖσ' ἀμφοτέραις χερσὶ κράτει πολέμου.