Παλατινή Ανθολογία/VII/278 Αρχίου Βυζαντινού

AP VII 278 Οὐδὲ νέκυς, ναυηγὸς ἐπὶ χθόνα Θῆρις ἐλασϑεὶς
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
Οὐδὲ νέκυς, ναυηγὸς ἐπὶ χθόνα Θῆρις ἐλασϑεὶς, Αρχίας ο Βυζάντιος, Παλατινή Ανθολογία, βιβλίο 7ο, επίγραμμα 278 (AP VII 278)


VII 278 Αρχίου Βυζαντινού

Επεξεργασία
Οὐδὲ νέκυς, ναυηγὸς ἐπὶ χθόνα Θῆρις ἐλασϑεὶς κύμασιν ἀγρύπνων λήσομαι ἠιόνων.
ἦ γὰρ ἁλιρρήκτοις ὑπὸ δειράσιν, ἀγχόϑι πόντου δυσμενέος, ξείνου χερσὶν ἔκυρσα τάφου•
αἰεὶ δὲ βρομέοντα, καὶ ἐν νεκύεσσι, ϑαλάσσης ὁ τλήμων ἀίω δοῦπον ἀπεχϑόμενον.
μόχϑων οὐδ' ᾿Αίδης με κατεύνασεν, ἡνίκα μοῦνος οὐδὲ ϑανὼν λείῃ κέκλιμαι ἡσυχίῃ.