Παλατινή Ανθολογία/VII/276 Ηγησίππου

AP VII 276 ᾿Εξ ἁλὸς ἡμίβρωτον ἀνηνέγκαντο σαγηνεῖς ἄνδρα
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο)
᾿Εξ ἁλὸς ἡμίβρωτον ἀνηνέγκαντο σαγηνεῖς ἄνδρα, Ηγησίππου, Παλατινή Ανθολογία, βιβλίο 7ο, επίγραμμα 276 (AP VII 276)


VII 276 Ηγησίππου

Επεξεργασία
᾿Εξ ἁλὸς ἡμίβρωτον ἀνηνέγκαντο σαγηνεῖς ἄνδρα, πολύκλαυτον ναυτιλίης σκύβαλον•
κέρδεα δ᾿ οὐκ ἐδίωξαν, ἃ μὴ θέμις, ἀλλὰ σὺν αὐτοῖς ἰχθύσι τῇδ᾿ ὀλίγῃ θῆκαν ὑπὸ ψαμάθῳ.
Ὦ χθών, τὸν ναυηγὸν ἔχεις ὅλον• ἀντὶ δὲ λοιπῆς σαρκὸς τοὺς σαρκῶν γευσαμένους ἐπέχεις.