AP VI 220 Ἕρπων εἰς Ἐφύρην τάφον ἔδρακον ἀγχικέλευθον Λαΐδος
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
Ἕρπων εἰς Ἐφύρην τάφον ἔδρακον ἀγχικέλευθον Λαΐδος, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 7ο επίγραμμα 220 (AP VII 220)


VII 220 Αγαθία

Επεξεργασία
Ἕρπων εἰς Ἐφύρην τάφον ἔδρακον ἀγχικέλευθον Λαΐδος ἀρχαίης, ὡς τὸ χάραγμα λέγει.
Δάκρυ δ' ἐπισπείσας· «χαίροις, γύναι· ἐκ γὰρ ἀκουῆς οἰκτείρω σ', ἐφάμην, ἣ πάρος οὐκ ἰδόμην.
ἆ πόσον ἠϊθέων νόον ἤκαχες· ἀλλ' ἴδε Λήθην ναίεις, ἀγλαΐην ἐν χθονὶ κατθεμένη.»