AP VI 205 Οἰκογενὴς αἴλουρος ἐμὴν πέρδικα φαγοῦσα
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
Οἰκογενὴς αἴλουρος ἐμὴν πέρδικα φαγοῦσα, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 7ο επίγραμμα 205 (AP VII 205)


VII 205 Αγαθία

Επεξεργασία
Οἰκογενὴς αἴλουρος ἐμὴν πέρδικα φαγοῦσα ζώειν ἡμετέροις ἔλπεται ἐν μεγάροις·
οὔ σε, φίλε πέρδιξ, φθιμένην ἀγέραστον ἐάσω, ἀλλ' ἐπὶ σοὶ κτείνω τὴν σέθεν ἀντιβίην.
ψυχὴ γὰρ σέο μᾶλλον ὀρίνεται, εἰσόκε ῥέξω ὅσσ' ἐπ' Ἀχιλλῆος Πύρρος ἔτευξε τάφωι.