Παλατινή Ανθολογία/VII/1 Αλκαίου του Μεσσηνίου

AP VII 1 ἡρώων τὸν ἀοιδὸν Ἴῳ ἔνι παῖδες Ὅμηρον ἤκαχον
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
ἡρώων τὸν ἀοιδὸν Ἴῳ ἔνι παῖδες Ὅμηρον ἤκαχον, Αλκαίου του Μεσσηνίου, Παλατινή Ανθολογία, βιβλίο 7ο, επίγραμμα 1 (AP VII 1)


VII 1 Αλκαίου Μεσσηνίου

Επεξεργασία
ἡρώων τὸν ἀοιδὸν Ἴῳ ἔνι παῖδες Ὅμηρον ἤκαχον, ἐκ Μουσέων γρῖφον ὑφηνάμενοι:
νέκταρι δ᾽ εἰνάλιαι Νηρηίδες ἐχρίσαντο, καὶ νέκυν ἀκταίῃ θῆκαν ὑπὸ σπιλάδι,
ὅττι Θέτιν κύδηνε καὶ υἱέα, καὶ μόθον ἄλλων ἡρώων, Ἰθακοῦ τ᾽ ἔργματα Λαρτιάδεω.
ὀλβίστη νήσων πόντῳ Ἴος, ὅττι κέκευθε βαιὴ Μουσάων ἀστέρα καὶ Χαρίτων.