Παλατινή Ανθολογία/VII/127 Διογένους Λαερτίου

AP VII 127 πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν
Συγγραφέας:
Παλατινή Ανθολογία, VII (βιβλίο 7ο Επιτύμβια επιγράμματα)
πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν, Διογένους Λαερτίου, Παλατινή Ανθολογία, βιβλίο 7ο, επίγραμμα 127 (AP VII 127)


VII 127 Διογένους Λαερτίου

Επεξεργασία
πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν ὧδε διαντλήσας δύσμορος εἶτ' ἔθανεν·
σῶμα γὰρ ἀρδεύσασα κακὴ νόσος ὕδατι φέγγος ἔσβεσεν ἐν βλεφάροις καὶ σκότον ἠγάγετο.