Παλατινή Ανθολογία/VI/72 Αγαθία

AP VI 72 Εἶδον ἐγὼ τὸν πτῶκα καθήμενον ἐγγὺς ὀπώρης βακχιάδος
Συγγραφέας:
Παλατινή Ανθολογία, VI (βιβλίο 6ο, Αναθηματικά επιγράμματα)
Εἶδον ἐγὼ τὸν πτῶκα καθήμενον ἐγγὺς ὀπώρης βακχιάδος, Αγαθία του Σχολαστικού, Παλατινή Ανθολογία, βιβλίο 6ο επίγραμμα 72 (AP VI 72)


VI 72 Αγαθία

Επεξεργασία
Εἶδον ἐγὼ τὸν πτῶκα καθήμενον ἐγγὺς ὀπώρης βακχιάδος, πουλὺν βότρυν ἀμεργόμενον.
ἀγρονόμωι δ' ἀγόρευσα, καὶ ἔδρακεν· ἀπροϊδὴς δὲ ἐγκέφαλον πλήξας ἐξεκύλισε λίθωι.
εἶπε δὲ καὶ χαίρων ὁ γεωπόνος· «Ἆ τάχα Βάκχωι λοιβῆς καὶ θυέων μικτὸν ἔδωκα γέρας.»